litbaza книги онлайнРазная литератураСочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 109 110 111 112 113 114 115 116 117 ... 182
Перейти на страницу:
ὡσαύτως ὠφελοῦσιν ἁπάσας τὰς διαθέσεις, ἢ καθάπερ ῾Ιπποκράτης καὶ οἱ δοκιµώτατοι τῶν ἰατρῶν ὑπειλήφασι πάµπολυ διαφέρειν τὸ τήνδε πρὸ τῆσδε σχάσαι. διορισθέντος δὲ καὶ τούτου τοῦ σκέµµατος, ἔσται ἑξῆς ὁ περὶ τῶν σκοπῶν λόγος, οἷς ἄν τις προσέχων τὸν νοῦν στοχάσοιτο τοῦ µέτρου τῆς κενώσεως. ἐπὶ δὲ τούτοις ἅπασιν, ἐπὶ τινῶν µὲν ἅπαξ ἀφαιρεῖν ἄµεινον, ἐπὶ τινῶν δὲ τὴν καλουµένην ἐπαφαίρεσιν ποιεῖσθαι προσήκει, καὶ τινὰς µὲν ἄχρι λειποθυµίας κενοῦν, ἐπὶ τινῶν δὲ φυλάττεσθαι ταύτην, ὡς µέγιστον κακόν. ταῦτα µὲν οὖν ἀναγκαῖόν ἐστιν ἐπισκέπτεσθαι τὸν µέλλοντα καλῶς χρῆσθαι τῷ βοηθήµατι.

2. Καὶ λέλεκται περὶ πάντων αὐτῶν ἤδη κατὰ τὴν τῆς θεραπευτικῆς µεθόδου πραγµατείαν, καθάπερ γε καὶ πρὸς ᾿Ερασίστρατον ἰδίᾳ περὶ τοῦ κακῶς αὐτὸν ἀποστῆναι τοῦ βοηθήµατος. εἶτα αὖθις ἄλλο πρὸς ἐκείνους τῶν ᾿Ερασιστρατείων ὅσοι φασὶ κεχρῆσθαι τῷ βοηθήµατι τὸν ἄνδρα. διὸ καὶ µισήσειεν ἄν τις ἤτοι τὴν πανουργίαν τῶν µιαρῶν σοφιστῶν, ὅταν γιγνώσκοντες ὅτι ψεύδονται, ἐπιτεχνάζονται ἐπιθυµίᾳ καινοτοµίας, ἢ τὴν δοξοσοφίαν, ὅταν ἀγνοοῦντες τὰ χρησιµώτατα, κατασκευάζουσι τῷ λόγῳ τἀναντία. τούτων γάρ τοι τὸ ἕτερον ὁ Κνίδιος Χρύσιππος ἔπαθεν ἐξελὼν παντάπασι φλεβοτοµίαν τῶν βοηθηµάτων τῶν ἰατρικῶν. ἠκολούθησαν δ’ αὐτῷ καὶ οἱ µαθηταὶ Μήδιός τε καὶ ᾿Αριστογένης ἔνδοξοι καὶ αὐτοὶ παρ’ ῞Ελλησι γενόµενοι. τούτων δ’ ἐπὶ µᾶλλον ὁ ᾿Ερασίστρατος εἰς δόξαν ἀρθεὶς λαµπροτάτην ἐφύλαξε τὴν Χρυσίππου γνώµην. εἶθ’ ἑξῆς οἱ τούτου µαθηταὶ τό γε κατ’ ἀρχὰς ἠκολούθησαν ἅπαντες τῷ τοῦ διδασκάλου δόγµατι, χρόνῳ δ’ ὕστερον ἀπέστησαν τινὲς αὐτῶν αἰδεσθέντες ἀναίσχυντον αἰδώ. τί γὰρ ἂν ἄλλο τίς εἴπῃ πρὸς τοὺς ὑποµείναντας ἀποφήνασθαι προσίεσθαι τὸ τῆς φλεβοτοµίας βοήθηµα τὸν ᾿Ερασίστρατον, εἰ καὶ µηδαµόθι φαίνεται τῶν συγγραµµάτων ἐπὶ µηδενὸς πάθους αὐτὸ συµβουλεύων; ἀκόλουθον γὰρ οὖν ἦν φασὶ τῷ τὴν ἀσιτίαν ὡς κενωτικὸν βοήθηµα παραλαµβάνοντι καὶ τὴν φλεβοτοµίαν πολὺ µᾶλλον ἐκκρίνειν. οἱ δὲ ταῦτα λέγοντες ἅπαντες ἀξιώσουσι φλεβοτοµεῖν, ἐφ’ ὧν ᾿Ερασίστρατος ἐκέλευσεν ἀσιτίᾳ χρῆσθαι. γεγραφότος οὖν αὐτοῦ κατὰ τὴν τῶν πυρετῶν πραγµατείαν, ἐν ταῖς ἀρχαῖς τῶν νόσων ἀσιτίαν, ἀκόλουθόν ἐστιν ἅπαντας φλεβοτοµεῖν, ὡς καὶ ὁ τούτων λόγος ἐν ἐκείνῳ τῷ καιρῷ. ἔστι µὲν δὴ καὶ τοῦτο µέγιστον κακὸν, εἰ πεισθεῖεν οὕτω πράττειν οἱ τὴν τέχνην µανθάνοντες νέοι. πολὺ δὲ τούτων χεῖρον, εἰ µηδὲ τῶν ἄλλων ὧν διορίσασθαι προσῆκεν, ἐπισκέψονται. ταῦτ’ οὖν ἠναγκάσθην αὐτὰ καθ’ ἕτερον γράµµα διεξελθεῖν, ἐπιδεῖξαί τε τοῖς νέοις ᾿Ερασίστρατον οὔτε φλεβοτοµίᾳ κεχρηµένον, ἄµεινον γὰρ τοῦτο πεισθῆναι τοῦ πάντας ἑξῆς φλεβοτοµεῖν, ὅσους ἐκεῖνος ἀσιτεῖν ἐκέλευσε, µεγίστην τε τὴν ὠφέλειαν ἐκ τοῦ βοηθήµατος γίγνεσθαι τοῖς κάµνουσιν, ἐάν τις αὐτῷ προσηκόντως ᾖ χρώµενος. οὐκ οὖν ἔτι γε δέῃ κατά γε τὴν ἐµὴν γνώµην ἄλλο τί µοι γραφῆναι περὶ φλεβοτοµίας, ἐν µὲν τῇ θεραπευτικῇ πραγµατείᾳ τῆς χρήσεως τοῦ βοηθήµατος εἰρηµένης, ὥσπερ γε κἀν τοῖς ὑγιεινοῖς. ἐν δὲ τοῖς δύο βιβλίοις, ὧν τὸ µὲν ἕτερον ἐγράφη πρὸς ᾿Ερασίστρατον αὐτὸν, τὸ δὲ ἕτερον πρὸς τοὺς ἐν ῾Ρώµῃ ᾿Ερασιστρατείους, ἐπιδεδειχότος µου τὰ κακῶς ὑπ’ αὐτοῦ δοξασθέντα, παρακαλεσάντων δὲ πολλάκις πολλῶν µὲν φίλων ἰατρῶν, οἳ δοκοῦσί µοι τὴν θεραπευτικὴν πραγµατείαν ὀκνεῖν ἀναγινώσκειν, ἡναγκάσθην ὕστερον ἐπὶ τὴν ἐνεστῶσαν ἀφικέσθαι σοι διέξοδον, ὅπως µὴ δόξαιµι φθονεῖν αὐτοῖς, ἐφεξῆς δὲ ἅπαντα κατὰ τὴν προσήκουσαν τάξιν ὑπὲρ τοῦ βοηθήµατος εἰπεῖν. καὶ τοίνυν ἤδη µοι καιρὸς ἄρξασθαι τοῦ λόγου.

3. Τὸ µὲν τῆς διαθέσεως ὄνοµα, καθότι καὶ δι’ ἄλλων ἡµῖν εἴρηται, παρὰ τὸ διακεῖσθαι γεγονὸς, ὁµοίως ἐκείνῳ κατὰ πολλῶν λέγεται πραγµάτων. ἀλλὰ νῦν γε τὰς εἰς τὸ περὶ φύσιν ἐκτροπὰς ὁποῖαι τινὲς ἂν ὦσι, διαθέσεις ὀνοµάζοµεν ἐν ἅπαντι τῷ λόγῳ. ζητήσοµεν δὲ πρότερον ὁπόσαι καὶ ὁποῖαι τούτων εἰσὶν αἱ κενώσεως δεόµεναι, δεύτερον δὲ τίνες ἐξ αὐτῶν αἱ φλεβοτοµίας. ἐπεὶ δὲ τὰ ζητούµενα πάντα δύο τῆς εὑρέσεως ὄργα-να κέκτηται, λόγον καὶ πεῖραν ἐν ἁπάσαις ταῖς τέχναις, οὐχ ἥκιστά τε καθ’ ὅλον τὸν βίον, ἀναγκαῖον οἶµαι καὶ νῦν ἤτοι διὰ τοῦ λόγου µόνου γενέσθαι τῶν προκειµένων τὴν εὕρεσιν ἢ διὰ πείρας µόνης ἢ δι’ ἀµφοτέρων. ἐπεὶ δὲ καὶ ὁ λόγος αὐτὸς ὁ µὲν ἐκ τῶν κοινῶν ἐννοιῶν µόνων ἀρχόµενος εὑρίσκεται καὶ ἀποδείκνυσιν, ὁ δὲ καὶ τοῖς ἐκ τούτων εὑρηµένοις χρῆται πρὸς ἀπόδειξιν, ἑκατέρων τε τῷ λόγῳ ἐδείχθησαν ἡµῖν αἱ τέχναι πᾶσαι χρώµεναι, καὶ ἡµεῖς νῦν ὁπότερος ἂν αὐτῶν εὑρίσκηται χρήσιµος, ἐκεῖνον προσχειριούµεθα. τῷ µὲν οὖν προτέρῳ τῶν λόγων ἅπαντεςἄνθρωποι χρῶνται καθ’ ὅλον τὸν βίον, τῷ δευτέρῳ δ’ οὐχ ἅπαντες· ἴδιος γάρ ἐστι τῶν τεχνιτῶν. ὁ γάρ τοι γεωµέτρης τὸ µὲν πρῶτον θεώρηµα τῆς αὐτοῦ τέχνης διὰ τοῦ προτέρου λόγου µόνου δείκνυσιν, εἶτα τῷ δευτέρῳ µόνῳ χρῆται, προσλαµβάνει δὲ εἰς τὴν ἀπόδειξιν αὐτῆς καὶ τὸ ἐκ τοῦ πρώτου κατασκευασθέν. ὅσῳ δ’ ἂν ἐπὶ πλέον ἀφίστηται τοῦ πρώτου θεωρήµατος, ἐπὶ τοσοῦτον ἀφίσταται καὶ τοῦ προτέρου λόγου καὶ τελευτῶν ἐλαχίστοις χρῆται, διὰ τῶν ἀποδεδειγµένων ἀποδεικνὺς ἕτερα καὶ δι’ ἐκείνων αὖθις ἄλλα. καὶ εἶτ’ ἂν αὖθις ἄλλα δι’ ἐκείνων, ὥστε ἔρχεσθαί ποτε τὴν δεῖξιν αὐτῶν ἄχρι τῶν τοῖς ἰδιώταις ἀπίστων, ἡλίου καὶ σελήνης καὶ γῆς, οὐ µόνον τῶν µεγεθῶν, ἀλλὰ καὶ τῶν διαστηµάτων τῆς γνώσεως, ἐξ ὧν εὑρεθέντων ὡρολόγιά τε κατασκευάζουσι καὶ κλεψύδρας οἱ τὴν ὁδὸν ταύτην βαδίσαντες, ἐκλείψεις τε προλέγουσιν ἡλίου καὶ σελήνης. οὕτως οὖν καὶ ἡµῖν ὁ τεχνικὸς λόγος ἀποδεδειγµένος ἐν ἑτέραις πραγµατείαις χρήσεται πολλοῖς, ἐνίοις µὲν ὡς δυνάµεις τινές εἰσι διοικοῦσαι τὰ ζῶα πλείους, ὧν τὰς µὲν φυσικὰς, τὰς δὲ ψυχικὰς ὀνοµάζοµεν. αἱδ’ ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσι τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι’ ὅλων ἀλλήλων καὶ δρᾷν εἰς ἄλληλα. διὰ τοῦτο οὐδὲ ᾿Ασκληπιάδου µνηµονεύσοµεν ἔτι κατὰ τόνδε τὸν λόγον ἀποδεδεικότες αὐτοῦ τὰ στοιχεῖα ψευδῆ, κατά γε τὸ τρισκαιδέκατον ὑπόµνηµα τῶν περὶ τῆς ἀποδείξεως καὶ κατὰ τὴν τῶν ᾿Ασκληπιάδου δογµάτων πραγµατείαν, ἐν ᾗ τὸ πέµπτον τε καὶ ἕκτον ἔλεγχον ἔχει τῶν στοιχείων αὐτοῦ. δέδεικται δὲ κᾀν τῷ περὶ τῶν ῾Ιπποκράτους στοιχείων ὑποµνήµατι περί τε τῶν δραστικῶν ποιοτήτων, ὧν ὀνόµατα θερµότης, ψυχρότης, ξηρότης, ὑγρότης, ἥ τε τῶν χυµῶν διαφορά τε καὶ γένεσις. εἴρηται δὲ καὶ περὶ τῶν καθαιρόντων φαρµάκων ἕκαστον τῶν χυµῶν ὀλίγα µέν τινα κᾀν τῷ περὶ τῶν στοιχείων συγγράµµατι, καὶ κατὰ µόνας δ’ ἐν ἑτέρῳ βιβλίῳ καὶ ἡ περὶ κράσεων δὲ πραγµατεία τῇ περὶ τῶν στοιχείων ἑποµένη χρησίµη πρὸς τὸν ἐνεστῶτα λόγον. ἁπάντων δὲ µάλιστα τὸ περὶ πλήθους βιβλίον, ἐν ᾧ δέδεικται τὸ µὲν ὡς πρὸς δύναµιν πλῆθος, τὸ δ’ ὡς πρὸς τὴν εὐρυχωρίαν, ἐν ᾗ περιέχεται ὑπὸ τῶν ἰατρῶν τὸ πλῆθος τοῦτο κατὰ τὸ ἔγχυµα. κάλλιστον οὖν ἐστὶ τοῖς µέλλουσι ἐξετάζειν ἐπιστηµονικῶς τὰ κατὰ τήνδε τὴν πραγµατείαν εἰρηµένα τὸ περὶ πλήθους ἀνεγνωκέναι βιβλίον. ὅσων δ’

1 ... 109 110 111 112 113 114 115 116 117 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?