Шрифт:
Интервал:
Закладка:
τούτων ὧδε ἐχόντων καὶ τριῶν ὄντων, ὥσπερ προείρηκα, τῶν ἐπιζητουµένων κατὰ τὸ ἀντεξετάζειν ἕτερον πρὸς ἕτερον θερµόν, ἐπειδὰν ῾Ιπποκράτης φῇ ἐνταῦθα ἔχειν τὰ αὐξανόµενα τὸ θερµὸν πλεῖστον τὸ ἔµφυτον, τῶν τριῶν ἕν, ἢ κυρίως χρώµενος ταύτῃ τῇ φωνῇ ψεῦδός τι εἴρηκεν ἢ κακῶς κέχρηται τῇ φωνῇ καὶ ψεῦδός τι εἴρηκεν ἢ ἵνα ἀληθές τι δόξῃ εἰρηκέναι χρὴ <συγχωρεῖν> αὐτὸν οὐ καλῶς τῇ φωνῇ κεχρῆσθαι. εἰ µὲν γὰρ λέγει πλεῖστον εἶναι τὸ θερµὸν τοῖς αὐξανοµένοις οἷον κατὰ τὴν οὐσίαν, ὡς ἂν καὶ τὸ ὑγρόν τις φαίη πλεῖστον εἶναι τὸν ἀµφορέα, οὐ τὸ διπλάσιον τούτου, τῇ µὲν φωνῇ ὀρθῶς δόξει κεχρῆσθαι, ψεῦδος δέ τι πολλὴ ἀνάγκη ἐστὶν αὐτὸν εἰρηκέναι. οὐ γάρ ἐστι τῇ οὐσίᾳ τὸ ἐπὶ τῶν αὐξανοµένων θερµὸν πλεῖστον, ὅτι οὐδὲ ὁ τοῦ σώµατος ὄγκος µείζων ἐστὶν ἐπὶ τούτων ἢ ἐπὶ τῶν ἀκµαζόντων τε καὶ γερόντων. τὸ δ’ ἔµφυτον θερµὸν παντὶ παρεκτέταται τῷ σώµατι. εἰ δ’ αὖ πλείονα λέγει τοῖς αὐξανοµένοις καὶ ταύτην τὴν θάλψιν ἐπιτεταµένην ἴσως τούτων θερµοτέραν, ὡς ἂν καὶ φαίη τις βουλόµενος εἰπεῖν τὴν χιόνα λευκοτέραν εἶναι ἄλλου του τῶν λευκῶν, µὴ λευ-κοτέραν εἶναι αὐτὴν µηδὲ µᾶλλον λευκήν, ἀλλὰ πλεῖον εἶναι τὸ λευκὸν τοῦδε λευκοῦ, κατ’ ἀµφότερα δόξει ἁµαρτάνειν ῾Ιπποκράτης, κατά τε τὸ µὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ἄλλως ψεῦδός τι λέγειν· κατὰ µὲν τὸ µὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ διαµαρτάνειν ἂν δοκοίη, ὅτι τὴν ἐπ’ οὐσίας πλείονος ταττοµένην φωνὴν ταύτην ἔταξεν, ἐθέλων σηµῆναι ποιότητα ἐπιταττοµένην µᾶλλον ὑπάρχειν τῇ θάλψει. ψεῦδος δέ τι ἂν δοκοίη εἰρηκέναι, ὅτι οὐ µάλιστα ἐπιτεταµένον τὸ θερµὸν τοῖς αὐξανοµένοις κατὰ τὴν ποιότητα, οὐ δεόντως θερµοτέρου ἐπὶ τῆσδε τῆς ἡλικίας τοῦ θερµοῦ ἢ ἐπ’ ἄλλης τινός. ὁ δὲ ἔφη εἶναι µάλιστα ἐπιτεταµένον ἐπὶ τῶν αὐξανοµένων· ὅτι δὲ τοῦτο ψεῦδος τυγχάνει ὂν τὸ µάλιστα ἐπιτετάσθαι τοῖς αὐξανοµένοις τὸ θερµόν, ῥᾴδιόν ἐστι πάντα ἐπιστῆσαι. οὐδὲν γὰρ ἂν εὑρεθείη γνώρισµα κατὰ τὸ σῶµα ὑπάρχον ἐπὶ τῶν αὐξανοµένων τῆς µάλιστα κατὰ τὴν θάλψιν ἐπιτάσεως τοῦ θερµοῦ. τὸ γὰρ εἰρηµένον ὑπὸ τούτου ἐν τῷ Περὶ φύσεως ἀνθρώπου συγγράµµατι εἰς τέκµαρσιν τοῦ πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµὸν ἠλίθιον παντελῶς. τῷ γὰρ πρώτῳ χρόνῳ θερµότερον ἀποφαίνει εἶναι τὸν ἄνθρωπον, τεκµαιρόµενος τῇ αὐξήσει πλείστῃ τηνικαῦτα συντελουµένῃ. οὐ γὰρ ἂν πρὸς βίαν, φησί, καὶ παρὰ φύσιν ἀνεφέρετο ἡ τροφὴ πρὸς ἐναντίον τῷ αὐτῆς βάρει ἐν τῷ αὔξεσθαι τὸ σῶµα, εἰ µή τι ἰσχυρὸν τὸ ἐπαναγκάζον εἴη. τῷ γὰρ τοιούτῳ οὐ τὸ µᾶλλον ἐπιτετάσθαι κατὰ τὴν θάλψιν τὸ θερµόν ἐστι γνώρισµα, ἀλλὰ τὸ ἰσχυρότερον εἶναι. τὸ δὲ ἰσχυρότερον, ὡς ὀλίγον ἔµπροσθεν εἶπον, οὐ τοιοῦτον ἦν, οἷον τὸ µάλιστα ἐπιτεταµένον κατὰ τὴν αὐτοῦ ποιότητα, ἀλλὰ τὸ µάλιστα σύµµετρον πρὸς τὸ ἔργον· ὅπου δ’ οὖν ταῦτα ταύτῃ ἔχει, εἴπερ οὕτως λέγει ῾Ιπποκράτης· “τὰ αὐξανόµενα τὸ θερµὸν ἔχει πλεῖστον τὸ ἔµφυτον”, κατ’ ἀµφότερα διαµαρτάνει, κατά τε τὸ µὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ψεῦδός τι ἄλλως εἰρηκέναι. εἰ δ’ ὡς τὸ τρίτον εἶπον, λέγει πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµὸν ἐν ἴσῳ τῷ ἰσχυρότατον πρὸς τὴν ἄνυσιν τοῦ ἔργου, ὅπερ γίγνεται ἐκ τοῦ µάλιστα σύµµετρον εἶναι, οὐχὶ δέ γε ἐκ τοῦ ἤτοι τῇ οὐσίᾳ πλεῖον ὑπάρχειν ἢ αὐτῇ τῇ θάλψει ἐπιτετάσθαι µάλιστα, τῇ µὲν ἂν φωνῇ δοκοίη <οὐ> καλῶς κεχρῆσθαι, ὅτι πλεῖστον εἶπεν εἶναι τὸ θερµὸν δέον φάναι ἰσχυρότατον, τὸ µέντοι εἰρηµένον ὀρθῶς λελέχθαι δοκοίη ἄν. εἴπερ γὰρ αἱ αὐξήσεις ὑπὸ τοῦ ἐµφύτου γίγνονται θερµοῦ, ὥσπερ οὖν ἐρεῖ ὁ λόγος, ἀµήχανον καὶ ἀδύνατον µὴ ἰσχυρότατον εἶναι αὐτὸ ἐπὶ τῶν αὐξανοµένων. καί µοι εἰς τοῦτο καλῶς ἂν εἴη λελεγµένον τὸ ἐκ τοῦ Περὶ φύσεως ἀνθρώπου συγγράµµατος· ‘ἀνάγκη γὰρ αὐξανόµενον καὶ χωρέον τὸ σῶµα πρὸς βίην ***’… ἰσχυρότατον ἔχειν τὸ θερµὸν αὐτῆς, οἵα καὶ ἡ τοῦ Λύκου ῥῆσις εἰς µῆκος µὲν ἐκτεταµένη, πλέον δὲ οὐδὲν ἑρµηνεύουσα τῶν ὑπ’ ἐµοῦ προειρηµένων. εἰ µὲν γὰρ τῷ τῆς οὐσίας ὄγκῳ παραµετρῶν ὁ ῾Ιπποκράτης πλέον ἔφησεν εἶναι τοῖς αὐξανοµένοις τὸ θερµόν, ἁµαρτάνειν αὐτὸν οἴεται µικροτέρου σαφῶς τοῖς παιδίοις ὑπάρχοντος τοῦ σώµατος. εἰ δὲ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταµένον, πάλιν αὖ καὶ τούτῳ µάχεσθαί φησι τὸ φαινόµενον. εἰ δὲ τὸ κατὰ τὴν ἐνέργειαν ἰσχυρότερον, ἀληθὲς µέν τι λέγεσθαι συγχωρεῖ, κεχρῆσθαι δὲ οὐ καλῶς αὐτὸν ἀποφαίνει τῇ λέξει. χρῆναι γὰρ οὐ πλέον, ἀλλ’ ἰσχυρότερον ὡς πρὸς τὴν ἐνέργειαν εἰρῆσθαι τὸ τῶν αὐξανοµένων θερµόν.
7. ᾿Αλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶµαι πρὸς αὐτὸν ἀπολογούµενος ὑπὲρ ὧν ἐπηρεάζει τὸν ῾Ιπποκράτην µὴ ταῦτ’ εἶναι µοχθηρὰ τὰ λεγόµενα. εὐθὺς οὖν τὸ κατὰ τὴν οὐσίαν πλέον θερµὸν οὐχ ἁπλῶς κρίνεται τῷ τοῦ παντὸς ὄγκῳ σώµατος, ἀλλ’, ὡς αὐτὸς ὁ Λύκος ἔλεγεν ἑτέρωθι, “µέγιστον ἐγκέφαλον ἔχειν τὸν ἄνθρωπον”, οὐχ ἁπλῶς λαµβάνων τὸ µέγεθος, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τοῦ ζῴου πρὸς τὸ ζῷον. ὥσπερ οὖν οὕτω σµικρὸν παιδίον ἐλέφαντος τοῦ µεγίστου µείζονα τὸν ἐγκέφαλον ἔχειν φησίν, οὐ τῷ τοῦ σώµατος ὄγκῳ µόνῳ προσέχων τὸν νοῦν, ἀλλὰ προστιθεὶς αὐτῷ τὸ κατὰ τὴν ἀναλογίαν, οὕτω κἀπὶ τοῦ θερµοῦ σώµατος ἐχρῆν πεποιηκέναι, σκεψάµενον ὁποῖόν τι τῶν ἐν ἡµῖν σωµάτων ἔµφυτον ὑπάρχει, τουτέστιν ἀρχέγονον. αὐτὸς γὰρ ἐπίσταται τοὔνοµα καὶ γεγραµµένον ἐν τοῖς ῾Ιπποκρατείοις βιβλίοις καὶ συνηµµένον ἐκεῖνο τὸ σῶµα τὸ ἐξ ἀρχῆς ὑπάρχον τοῖς γεννωµένοις, τουτέστιν ἐξ οὗ τὴν πρώτην ἔσχηκε γένεσιν. ἆρ’ οὖν ἄλλο τι τοῦτ’ ἐστὶ πλὴν καταµηνίου καὶ σπέρµατος; ἐγὼ µὲν οὐδὲν οἶδα τρίτον, ἀλλ’ ἐπείπερ ἡ τοῦ σώµατος οὐσία τοῖς γεννωµένοις ἐκ τούτων ἐστὶ τῶν ἀρχῶν, ἡ µὲν ἀκριβῶς πρώτη σύστασις οὐκ ἐκ πλείστων ἂν εἶναι λέγοιτο τῶν εἰρηµένων σωµάτων, ἀλλ’ ἐκ µόνων. καίτοι τί λέγω τὴν πρώτην ἀκριβῶς; εἰ γὰρ ἀναµνησθείηµεν, ὁποίαν τινὰ διηγήσατο τὴν ἑκταίαν γονὴν ῾Ιπποκράτης, εἰσόµεθα σαφῶς ἔτι διαµένον ἐν αὐτῇ τὸ ἔµφυτον σῶµα· πρὶν γὰρ ὀστοῦ τινα φύσιν ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου ἢ χόνδρου ἢ συνδέσµου ἐν τῷ κυήµατι φαίνεσθαι, µόνον αὐτοῖς ὑπάρχει θερµὸν σῶµα τὸ