litbaza книги онлайнРазная литератураСочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 14 15 16 17 18 19 20 21 22 ... 182
Перейти на страницу:
βάθος τῶν στερεῶν τοῦ ζῴου µορίων, ὧνπερ καὶ ἡ διάπλασις ἦν, ἡ δὲ θρέψις πρόσθεσις [ἐστὶ] τοῖς αὐτοῖς ἄνευ διαστάσεως.

6. Περὶ πρώτης οὖν τῆς γενέσεως εἴπωµεν, ἣν ἐξ ἀλλοιώσεώς θ’ ἅµα καὶ διαπλάσεως ἐλέγοµεν γίγνεσθαι. καταβληθέντος δὴ τοῦ σπέρµατος εἰς τὴν µήτραν ἢ εἰς τὴν γῆν, οὐδὲν γὰρ διαφέρει, χρόνοις τισὶν ὡρισµένοις πάµπολλα συνίσταται µόρια τῆς γεννωµένης οὐσίας ὑγρότητι καὶ ξηρότητι καὶ ψυχρότητι καὶ θερµότητι καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τούτοις ἕπεται, διαφέροντα. τὰ δ’ ἑπόµενα γιγνώσκεις, εἴπερ ὅλως ἐφιλοσόφησάς τι περὶ γενέσεως καὶ φθορᾶς· αἱ λοιπαὶ γὰρ τῶν ἁπτῶν ὀνοµαζοµένων διαφορῶν ταῖς εἰρηµέναις ἕπονται πρῶται καὶ µάλιστα, µετὰ δὲ ταύτας αἱ γευσταί τε καὶ ὀσφρηταὶ καὶ ὁραταί. σκληρότης µὲν οὖν καὶ µαλακότης καὶ γλισχρότης καὶ κραυρότης καὶ κουφότης καὶ βαρύτης καὶ πυκνότης καὶ ἀραιότης καὶ λειότης καὶ τραχύτης καὶ παχύτης καὶ λεπτότης ἁπταὶ διαφοραὶ καὶ εἴρηται περὶ πασῶν ᾿Αριστοτέλει καλῶς. οἶσθα δὲ δήπου καὶ τὰς γευστάς τε καὶ ὀσφρητὰς καὶ ὁρατὰς διαφοράς. ὥστ’, εἰ µὲν τὰς πρώτας τε καὶ στοιχειώδεις ἀλλοιωτικὰς δυνάµεις ζητοίης, ὑγρότης ἐστὶ καὶ ξηρότης καὶ ψυχρότης καὶ θερµότης· εἰ δὲ τὰς ἐκ τῆς τούτων κράσεως γενοµένας, τοσαῦται καθ’ ἕκαστον ἔσονται ζῷον, ὅσαπερ ἂν αὐτοῦ τὰ αἰσθητὰ στοιχεῖα ὑπάρχῃ· καλεῖται δ’ αἰσθητὰ στοιχεῖα τὰ ὁµοιοµερῆ πάντα τοῦ σώµατος µόρια· καὶ ταῦτ’ οὐκ ἐκ µεθόδου τινὸς ἀλλ’ αὐτόπτην γενόµενον ἐκµαθεῖν χρὴ διὰ τῶν ἀνατοµῶν. ὀστοῦν δὴ καὶ χόνδρον καὶ νεῦρον καὶ ὑµένα καὶ σύνδεσµον καὶ φλέβα καὶ πάνθ’ ὅσα τοιαῦτα κατὰ τὴν πρώτην τοῦ ζῴου γένεσιν ἡ φύσις ἀπεργάζεται δυνάµει χρωµένη καθόλου µὲν εἰπεῖν τῇ γεννητικῇ τε καὶ ἀλλοιω τικῇ, κατὰ µέρος δὲ θερµαντικῇ τε καὶ ψυκτικῇ καὶ ξηραντικῇ καὶ ὑγραντικῇ καὶ ταῖς ἐκ τῆς τούτων κράσεως γενοµέναις, οἷον ὀστοποιητικῇ τε καὶ νευροποιητικῇ καὶ χονδροποιητικῇ· σαφηνείας γὰρ ἕνεκα καὶ τούτοις τοῖς ὀνόµασι χρηστέον. ἔστι γοῦν καὶ ἡ ἰδία σὰρξ τοῦ ἥπατος ἐκ τούτου τοῦ γένους καὶ ἡ τοῦ σπληνὸς καὶ ἡ τῶν νεφρῶν καὶ ἡ τοῦ πνεύµονος καὶ ἡ τῆς καρδίας. οὕτω δὲ καὶ τοῦ ἐγκεφάλου τὸ ἴδιον σῶµα καὶ τῆς γαστρὸς καὶ τοῦ στοµάχου καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν αἰσθητὸν στοιχεῖόν ἐστιν ὁµοιοµερές τε καὶ ἁπλοῦν καὶ ἀσύνθετον· ἐὰν γὰρ ἐξέλῃς ἑκάστου τῶν εἰρηµένων τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας καὶ τὰ νεῦρα, τὸ ὑπόλοιπον σῶµα τὸ καθ’ ἕκαστον ὄργανον ἁπλοῦν ἐστι καὶ στοιχειῶδες ὡς πρὸς αἴσθησιν. ὅσα δὲ τῶν τοιούτων ὀργάνων ἐκ δυοῖν σύγκειται χιτώνων οὐχ ὁµοίων µὲν ἀλλήλοις, ἁπλοῦ δ’ ἑκατέρου, τούτων οἱ χιτῶνές εἰσι τὰ στοιχεῖα καθάπερ τῆς τε γαστρὸς καὶ τοῦ στοµάχου καὶ τῶν ἐντέρων καὶ τῶν ἀρτηριῶν, καὶ καθ’ ἑκάτερόν γε τῶν χιτώνων ἴδιος ἡ ἀλλοιωτικὴ δύναµις ἡ ἐκ τοῦ παρὰ τῆς µητρὸς ἐπιµηνίου γεννήσασα τὸ µόριον, ὥστε τὰς κατὰ µέρος ἀλλοιωτικὰς δυνάµεις τοσαύτας εἶναι καθ’ ἕκαστον ζῷον, ὅσαπερ ἂν ἔχῃ τὰ στοιχειώδη µόρια. καὶ µέν γε καὶ τὰς ἐνεργείας ἰδίας ἑκάστῳ τῶν κατὰ µέρος ἀναγκαῖον ὑπάρχειν ὥσπερ καὶ τὰς χρείας, οἷον καὶ τῶν ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν διηκόντων πόρων, οἳ δὴ καὶ οὐρητῆρες καλοῦνται. οὗτοι γὰρ οὔτ’ ἀρτηρίαι εἰσίν, ὅτι µήτε σφύζουσι µήτ’ ἐκ δυοῖν χιτώνων συνεστήκασιν, οὔτε φλέβες, ὅτι µήθ’ αἷµα περιέχουσι µήτ’ ἔοικεν αὐτῶν ὁ χιτὼν κατά τι τῷ τῆς φλεβός· ἀλλὰ καὶ νεύρων ἐπὶ πλέον ἀφεστήκασιν ἢ τῶν εἰρηµένων. τί ποτ’ οὖν εἰσιν; ἐρωτᾷ τις, ὥσπερ ἀναγκαῖον ὂν ἅπαν µόριον ἢ ἀρτηρίαν ἢ φλέβα ἢ νεῦρον ὑπάρχειν ἢ ἐκ τούτων πεπλέχθαι καὶ µὴ τοῦτ’ αὐτὸ τὸ νῦν λεγόµενον, ὡς ἴδιος ἑκάστῳ τῶν κατὰ µέρος ὀργάνων ἐστὶν ἡ οὐσία. καὶ γὰρ καὶ αἱ κύστεις ἑκάτεραι ἥ τε τὸ οὖρον ὑποδεχοµένη καὶ ἡ τὴν ξανθὴν χολὴν οὐ µόνον τῶν ἄλλων ἁπάντων ἀλλὰ καὶ ἀλλήλων διαφέρουσι καὶ οἱ εἰς τὸ ἧπαρ ἀποφυόµενοι πόροι, καθάπερ στόµαχοί τινες ἀπὸ τῆς χοληδόχου κύστεως, οὐδὲν οὔτ’ ἀρτηρίαις οὔτε φλεψὶν οὔτε νεύροις ἐοίκασιν. ἀλλὰ περὶ µὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ τῆς ῾Ιπποκράτους ἀνατοµῆς εἴρηται. αἱ δὲ κατὰ µέρος ἅπασαι δυνάµεις τῆς φύσεως αἱ ἀλλοιωτικαὶ αὐτὴν µὲν τὴν οὐσίαν τῶν χιτώνων τῆς κοιλίας καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν ἀπετέλεσαν, οἵαπέρ ἐστι· τὴν δὲ σύνθεσιν αὐτῶν καὶ τὴν τῶν ἐµφυοµένων πλοκὴν καὶ τὴν εἰς τὸ ἔντερον ἔκφυσιν καὶ τὴν τῆς ἔνδον κοιλότητος ἰδέαν καὶ τἆλλ’ ὅσα τοιαῦτα δύναµίς τις ἑτέρα διέπλασεν, ἣν διαπλαστικὴν ὀνοµάζοµεν, ἣν δὴ καὶ τεχνικὴν εἶναι λέγοµεν, µᾶλλον δ’ ἀρίστην καὶ ἄκραν τέχνην καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν, ὡς µηδὲν ἀργὸν εἶναι µηδὲ περιττὸν µηδ’ ὅλως οὕτως ἔχον, ὡς δύνασθαι βέλτιον ἑτέρως ἔχειν. ἀλλὰ τοῦτο µὲν ἐν τοῖς περὶ χρείας µορίων ἀποδείξοµεν.

7. ᾿Επὶ δὲ τὴν αὐξητικὴν ἤδη µεταβάντες δύναµιν αὐτὸ τοῦθ’ ὑποµνήσωµεν πρῶτον, ὡς ὑπάρχει µὲν καὶ αὐτὴ τοῖς κυουµένοις ὥσπερ καὶ ἡ θρεπτική· ἀλλ’ οἷον ὑπηρέτιδές τινές εἰσι τηνικαῦτα τῶν προειρηµένων δυνάµεων, οὐκ ἐν αὑταῖς ἔχουσαι τὸ πᾶν κῦρος. ἐπειδὰν δὲ τὸ τέλειον ἀπολάβῃ µέγεθος τὸ ζῷον, ἐν τῷ µετὰ τὴν ἀποκύησιν χρόνῳ παντὶ µέχρι τῆς ἀκµῆς ἡ µὲν αὐξητικὴ τηνικαῦτα κρατεῖ· βοηθοὶ δ’ αὐτῆς καὶ οἷον ὑπηρέτιδες ἥ τ’ ἀλλοιωτικὴ δύναµίς ἐστι καὶ ἡ θρεπτική. τί οὖν τὸ ἴδιόν ἐστι τῆς αὐξητικῆς δυνάµεως; εἰς πᾶν µέρος ἐκτεῖναι τὰ πεφυκότα. καλεῖται δ’ οὕτω τὰ στερεὰ µόρια τοῦ σώµατος, ἀρτηρίαι καὶ φλέβες καὶ νεῦρα καὶ ὀστᾶ καὶ χόνδροι καὶ ὑµένες καὶ σύνδεσµοι καὶ οἱ χιτῶνες ἅπα-ντες, οὓς στοιχειώδεις τε καὶ ὁµοιοµερεῖς καὶ ἁπλοῦς ὀλίγον ἔµπροσθεν ἐκαλοῦµεν. ὅτῳ δὲ τρόπῳ τὴν εἰς πᾶν µέρος ἔκτασιν ἴσχουσιν, ἐγὼ φράσω παράδειγµά τι πρότερον εἰπὼν ἕνεκα τοῦ σαφοῦς. τὰς κύστεις τῶν ὑῶν λαβόντες οἱ παῖδες πληροῦσί τε πνεύµατος καὶ τρίβουσιν ἐπὶ τῆς τέφρας πλησίον τοῦ πυρός, ὡς ἀλεαίνεσθαι µέν, βλάπτεσθαι δὲ µηδέν· καὶ πολλή γ’ αὕτη ἡ παιδιὰ περί τε τὴν ᾿Ιωνίαν καὶ ἐν ἄλλοις ἔθνεσιν οὐκ ὀλίγοις ἐστίν. ἐπιλέγουσι δὲ δὴ καί τιν’ ἔπη τρίβοντες ἐν µέτρῳ τέ τινι καὶ µέλει καὶ ῥυθµῷ καὶ ἔστι πάντα τὰ ῥήµατα ταῦτα παρακέλευσις τῇ κύστει πρὸς τὴν αὔξησιν. ἐπειδὰν δ’ ἱκανῶς αὐτοῖς διατετάσθαι δοκῇ, πάλιν ἐµφυσῶσί τε καὶ ἐπιδιατείνουσι καὶ αὖθις τρίβουσι καὶ τοῦτο πλεονάκις ποιοῦσιν, ἄχρις ἂν αὐτοῖς ἡ κύστις ἱκανῶς ἔχειν δοκῇ τῆς αὐξήσεως. ἀλλ’ ἐν τούτοις γε τοῖς ἔργοις τῶν παίδων ἐναργῶς, ὅσον εἰς µέγεθος ἐπιδίδωσιν ἡ ἐντὸς εὐρυχωρία τῆς κύστεως, τοσοῦτον ἀναγκαῖον εἰς λεπτότητα καθαιρεῖσθαι τὸ σῶµα καὶ εἴ γε τὴν λεπτότητα ταύτην ἀνατρέφειν οἷοί τ’ ἦσαν οἱ παῖδες, ὁµοίως ἂν τῇ φύσει τὴν κύστιν

1 ... 14 15 16 17 18 19 20 21 22 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?