Шрифт:
Интервал:
Закладка:
Правила св. Василия Великого
Первое каноническое послание святого отца нашего Василия, архиепископа Кесарии Каппадокийския, к Амфилохию епископу Иконийскому
Вступление.
Греческий текст
Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται, σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει. Ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἄν σου δεξώμεθα τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα, ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπ᾿ αὐτῆς τῆς ἐρωτήσεως, πολλά, ὧν οὐκ ἐπιστάμεθα, διδασκόμενοι, καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. Ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν καὶ ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ, ὧν ἐδιδάχθημεν, παρ᾿ ἑαυτῶν ἐπιλογίσασθαι.
Перевод
Несмысленному, как речено в Писании, вопросившему о мудрости, мудрость вменится (Притч. 17, 28), а вопрошение мудрого, кажется, умудряет и несмысленного. Сие, по благодати Божией, случается с нами каждый раз, когда получаем писания твоей трудолюбивой души. Ибо я становлюсь сведущее и рассудительнее самого себя, из самого вопроса научаясь многому, чего прежде не знал. Забота об ответе делается для меня учителем. По истине и ныне, никогда не озабоченный предметами твоих вопросов, я принужден рассмотреть оные с точностью, и привести на память, аще что слышал от старейших, и от себя примыслити согласное с тем, чему я учился.
Толкование
Зонара. Вступление в послание отличается великим смиренномудрием. Именно, Василий Великий говорит, что он умудряется посредством вопросов божественного Амфилохия, и показывает, каким образом умудряется. До этих вопросов, говорит он, мы не были озабочены ими; теперь же, когда они предложены, мы занялись ими внимательнее и привели себе на память все то, что слышали от древнейших, присовокупив и от себя сродное, то есть согласное тому, чему я научился (от предания).
Правило 1.
Греческий текст
Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῷ καθ’ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνδιενεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας. Τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ καὶ ἐθαύμασα, πῶς κανονικὸν ὄντα τὸν μέγαν Διονύσιον παρῆλθεν. Ἐκεῖνο γὰρ ἔκριναν οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μη δὲν τῆς πίστεως παρεκβαῖνον. Ὅθεν, τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς. Αἱρέσεις μέν, τοὺς παντελῶς ἀπεῤῥηγμένους καὶ κατ’ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους, σχίσματα δέ, τοὺς δι’ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας, παρασυναγωγὰς δέ, τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. Οἷον, εἴ τις ἐν πταίσματι ἐξετασθείς ἐπεσχέθη τῆς λειτουργίας καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ’ ἐαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν καὶ συναπῆλθον τούτῳ τινές, καταλιπόντες τὴν καθολικὴν ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτον· σχίσμα δέ, τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας· αἱρέσεις δέ, οἷον ἡ τῶν Μανιχαίων καὶ Οὐαλεντίνων καὶ Μαρκιωνιστῶν καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν, εὐθὺς γὰρ περὶ τῆς αὐτῆς τῆς εἰς Θεὸν πίστεως ἐστιν ἡ διαφορά. Ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι, τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. Οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρετικοί, εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. Εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι, εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. Τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι, τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν καὶ Πρίσκιλλαν; Οὐ γὰρ ἐβαπτίσθησαν οἱ μὴ εἰς τὰ παραδεδομένα ἡμῖν βαπτισθέντες. Ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλ’ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος, τὸ γὰρ ἄτοπον, αὐτόθεν πρόδηλον καὶ πᾶσιν ἐναργές, οἷς καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ δὲ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί, πλὴν ἀλλ’ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν· Καθαροὺς καὶ Ἐγκρατίτας καὶ Ὑδροπαραστάτας καὶ Ἀποτακτίτας. Διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν, οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκ ἔτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφ’ ἑαυτούς, ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. Οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες, παρὰ τῶν Πατέρων ἔσχον τὰς χειροτονίας καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν. Οἱ δέ, ἀποῤῥαγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον ἐξουσίαν, οὔτε ἠδύνατο χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι· διὸ ὡς παρὰ λαϊκῶν βαπτιζομένους τοὺ, παρ’ αὐτῶν ἐκέλευσαν, ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν, τῶ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν, οἰκονομίας ἕνεκα τῶν πολλῶν, δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. Τὸ δὲ τῶν Ἐγκρατιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ ὅτι, ἵνα αὐτοὺς ἀπρυσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ, ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι, ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. Νομίζω τοίνυν ὅτι, ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκε. ἀθετεῖν αὐτῶν τὸ βάπτισμα, κἄν τις ᾖ παρ’ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. Ἐὰν μέντοι μέλλῃ τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον καὶ τοῖς οἴκονομήσασι τὰ καθ᾽ ἡμᾶς Πατράσιν ἀκολουθητέον. Ὑφόρομαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σῳζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. Εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω· οὐ γὰρ ἀντιδοδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. Παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους, χρίεσθαι ὑπὸ τῶν πιστῶν δηλονότι καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. Οἶδα δέ, ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ζώινον καὶ Σατορνῖνον, ἀπ’ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων, ὥστε τοὺς τῷ τάγματι