Шрифт:
Интервал:
Закладка:
9.7.10. ἀλλὰ τά γε τοιαῦτα ζητήµατα πρὸς τὸ καλῶς οἰκεῖν τὸν ἴδιον οἶκον ἢ τῶν τῆς πόλεως πραγµάτων προνοεῖσθαι προσηκόντως ἢ συγγενέσι καὶ πολίταις καὶ ξένοις προσφέρεσθαι δικαίως τε καὶ κοινωνικῶς οὐδὲν συντελεῖ.
9.7.11. παρεγένοντο δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν ἔνιοι τῶν πρακτικὸν ὑποτιθεµένων τὸ τέλος ἐκ τῶν χρησίµως ζητουµένων κατὰ βραχὺ προελθόντες ὡς ἐφ’ ὅµοια.
9.7.12. οὐ γὰρ δή, ὥσπερ γεγονέναι τὸν κόσµον ἢ µὴ γεγονέναι ζητεῖν ἄχρηστον, οὕτω καὶ περὶ προνοίας καὶ θεῶν.
9.7.13. ὅτι γάρ ἐστί τι κρεῖττον ἀνθρώπου δυνάµει τε καὶ σοφίᾳ κατὰ τὸν κόσµον, ἅπασιν ἡµῖν ζητεῖσθαι βέλτιον, οὐ µήν, ὁποῖοί τινές εἰσι τὴν οὐσίαν οἱ θεοί, πότερον ἀσώµατοι παντάπασιν ἢ καθάπερ ἡµεῖς, οὕτω καὶ αὐτοὶ µετὰ σωµάτων, ἀναγκαῖον σκοπεῖσθαι.
9.7.14. καὶ γὰρ καὶ ταῦτα καὶ ἄλλα πολλὰ τελέως ἄχρηστ’ ἐστὶν εἰς τὰς ἠθικάς τε καὶ πολιτικὰς ὀνοµαζοµένας ἀρετάς τε καὶ πράξεις, ὥσπερ γε καὶ εἰς τὰς τῶν ψυχικῶν παθῶν ἰάσεις.
9.7.15. καὶ γέγραπται περὶ αὐτῶν ὑπὸ Ξενοφῶντος ἄριστα, µὴ µόνον αὐτοῦ τῆς ἀχρηστίας κατεγνωκότος, ἀλλὰ καὶ Σωκράτην φάσκοντος οὕτω φρονεῖν.
9.7.16. ὁµολογοῦσι δ’ αὐτῷ καὶ οἱ ἄλλοι τοῦ Σωκράτους ἑταῖροι καὶ Πλάτων αὐτός, ὃς τὴν φυσικὴν θεωρίαν τῇ φιλοσοφίᾳ προσθεὶς Τιµαίῳ ἀναφέρει τὸν περὶ αὐτῆς λόγον, οὐχὶ Σωκράτει, καθάπερ καὶ τὴν ἐπὶ πλέον ἐκτεταµένην διαλεκτικὴν εἰς Παρµενίδην τε καὶ τὸν ἑταῖρον αὐτοῦ Ζήνωνα.
9.7.17. δι’ ὁµοιότητα µὲν <οὖν> τινα τοῖς χρησίµοις τῶν λογικῶν τε καὶ φυσικῶν θεωρηµάτων καὶ ἡ τῶν ἀχρήστων προσετέθη ζήτησις· ἀδύνατον γάρ ἐστι µηδ’ ὅλως ἐφάψασθαι κατὰ τὴν ἠθικήν τε καὶ πολιτικὴν θεωρίαν µήτε τῆς φυσικῆς µήτε τῆς συλλογιστικῆς· ἀλλὰ καὶ ταῦτα τῶν ἀχρήστων εὑρήσει<ς>.
9.7.18. παραπλήσια δὲ πολλὰ τῶν ψευδῶν ἐστι τοῖς ἀληθέσιν ἔν τε ταῖς ἀρχαῖς τῶν ἀποδείξεων καὶ πᾶσι τοῖς µετὰ ταῦτα καὶ τὰ σοφίσµατα καθ’ ὁµοιότητα τὴν πρὸς τοὺς ἀληθεῖς λόγους συντίθενται.
9.7.19. διαγιγνώσκειν δὲ καὶ διακρίνειν αὐτὰ ἀπ’ ἀλλήλων οἱ γεγυµνασµένοι κατὰ τὴν ὕλην ἐκείνην ἴσασιν περὶ ἣν ἡ τέχνη διατρίβει, µετὰ τοῦ δηλονότι καὶ τὴν φυσικὴν ἔχειν ἀγχίνοιαν, ἣν ἐχρῆν µάλιστα κρίνεσθαι κατὰ τὴν ἡλικίαν τῶν παίδων ὑπὸ τῶν ἐν ἑκάστῃ πόλει συνετωτάτων πρεσβυτέρων, ἐκµανθάνειν τε τὴν προσήκουσαν τῇ φύσει τέχνην ἕκαστον· ὡς νῦν γε πολλοὺς ὁρῶµεν τέχνας λογικὰς µετιόντας οὐδ’ οἷς αὐτοὶ φθέγγονται παρακολουθοῦντας.
9.8.1. ῞Οτι δ’ εἰς τὰς λογικὰς ἀρχὰς ἀνάγεται παντὸς δόγµατος ἡ ἀπόδειξις, ἐπιδέδεικται µὲν ἡµῖν ἐν ἁπάσαις σχεδὸν ταῖς πραγµατείαις, ἀλλὰ καὶ νῦν, ἐπειδὴ τὸ διακρίνειν ἀπ’ ἀλλήλων δύνασθαι τὰ πράγµατα καὶ θεωρεῖν ἀκριβῶς τὰς ἐν ἑκάστοις ὁµοιότητάς τε καὶ ἀνοµοιότητας ἐξ ἀρχῆς σκοπεῖσθαι προυθέµεθα, προσθήσω τι παράδειγµα γυµνασίας ἕνεκεν, ὡς οὐ χρὴ µόνον ἀρκεῖσθαι τῷ δεῖξαι τὸ δεῖν ἡµᾶς γυµνάζεσθαι περὶ τὰ κατὰ µέρος, ἀλλὰ καὶ πράττειν οὕτως.
9.8.2. οὐδὲ γὰρ ὁ Πλάτων αὐτὸς οὐδ’ ῾Ιπποκράτης ἠρκέσθησαν [ἐν] τῷ καθόλου τοῦτο συµβουλεύσασθαι, ἀλλὰ καὶ διὰ τῶν παραδειγµάτων ἐγύµνασαν ἡµᾶς ἐν πολλοῖς τῶν κατὰ µέρος.
9.8.3. προκεχειρίσθω δή τις ὕλη θεωρίας ἡ περὶ τῆς εἰς ἡµᾶς προνοίας τοῦ δηµιουργοῦ τὴν ἀρχὴν ἀπὸ τῆς κατασκευῆς τοῦ σώµατος ποιησαµένοις.
9.8.4. ἔνιοι γὰρ κατά τινα τύχην ἄτεχνον καὶ ἄλογον, οὐ κατὰ πρόνοιαν σοφοῦ δηµιουργοῦ διαπλάττεσθαί φασιν ἀµυδρᾷ πρὸς τὴν πίστιν ὧν λέγουσιν ὁµοιότητι χρώµενοι, ὡς ἔνια κατὰ τὸν βίον ὑπὸ τύχης ὅµοια γίνεται τῶν κατὰ τὰς τέχνας.
9.8.5. ὀρῶν γάρ τοί τινων τὴν περιγραφὴν ἢ τὸ σχῆµα παραπλήσιον εἶναι λέ[γ]οντος προσώπῳ, καθάπερ ἐνίων δράκοντος ἢ ἄλλου τινὸς ζῴου φασί, καὶ ὥς πού τις πατάξας πέτραν ἀπέρρηξεν αὐτῆς τηλικοῦτον, ὡς τὸ καταλειπόµενον ἐοικέναι µορφῇ λέοντος, ἕτερά τε τοιαῦτα λέγουσιν ἅπαξ ἐν µακρῷ χρόνῳ καθ’ ὅλην τὴν οἰκουµένην γεγονότα, τῆς δὲ τῶν τεχνῶν κρίσεως ἣν ἅπαντες ἄνθρωποι φύσει ποιοῦνται, καὶ τῆς πρὸς αὐτὰς ὁµοιοτάτης ἡµῶν διαπλάσεως παντάπασιν ἐπιλανθάνονται, καίτοι γε ὁρῶντες ἐνεργοῦντας περὶ τὰς ὕλας πολλοὺς οὔτε σκυτοτόµους ὀνοµαζοµένους οὔτε τέκτονας οὔτε πλάστας, ἐάν γε µὴ φαίνηται χρησίµου ἕνεκά τινος ἕκαστον ὧν ἐκεῖνοι ἐδηµιούργησαν γεγονέναι· ὡς οὐδὲν ἄλλο τέχνης ὑπάρχει γνώρισµα παρὰ τὴν χρείαν ἑκάστου τῶν ἐν τῷ δηµιουργηθέντι µορίω<ν>.
9.8.6. ἐὰν µὲν οὖν ὁ τὰ ξύλα τέµνων τε καὶ πρίων καὶ συµπηγνὺς ἀπεργάσηται σκίµποδα πάντ’ ἐπιτήδεια τὰ µόρια ἔχοντα πρὸς τὴν χρείαν ἧς ἕνεκα πήγνυται γεγονότα, τεχνίτην φασὶν εἶναι τὸν τοιοῦτον· ἐὰν δ’ ἤτοι τοὺς δεξιοὺς πόδας τοῖς ἀριστεροῖς ἀνίσους ἀπεργάσηται κατὰ τὸ µῆκος ἢ τὸ πάχος ἢ τὸ σχῆµα διαφέροντας ἤ τι τοιοῦτον περὶ τὸ ἐπίκλιντρον ἢ τὰ διήκοντα ξύλα κατὰ τὸ µῆκος ἤ τι τῶν ἄνω µερῶν ἐπὶ τὰ κάτω φαίνηται σφαλείς, ἄτεχνον εἶναί φασι.
9.8.7. καὶ πολύ γε µᾶλλον, ἂν τὸ κατασκευαζόµενον ἐκ πολλῶν µερῶν ᾖ συγκείµενον, εἶτα µηδὲν ἐν αὐτοῖς ὁ συµπηγνὺς αὐτὰ σφάλληται, τεχνίτην εἶναί φασι τὸν κατασκευάσαντα, καθάπερ ἐπὶ τῆς ἁµάξης ὁ ῾Ησίοδος εἶπεν “ἑκατὸν δέ τε δούραθ’ ἁµάξης” εἴτε γὰρ ὄντως ἑκατὸν εἴτε ἀντὶ τοῦ πολλὰ τοσαῦτα εἶπεν, ὥσπερ ῞Οµηρος “τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο”· καὶ διὰ τοῦτο[ν] οἱ γραµµατικοί φασιν ἀντὶ τοῦ πολλὰ ἑκατὸν εἰρηκέναι τῷ µὴ σφαλῆναι κατά τι τῶν µορίων.
9.8.8. ἀλλὰ καὶ τὸ µέγεθος αὐτοῖς καὶ τὸ σχῆµα περιθεῖναι τὸ πρέπον ἐν χώρᾳ τε τῇ προσηκούσῃ τάξαι καὶ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσιν ἀσφαλῆ καὶ δύσλυτον ἐργάσασθαι τέχνης ἐπιδείγµατα πάντες ἡγοῦνται οὐχὶ παρ’ ἀνθρώπου διδαχθέντες οὕτω κρίνειν, ἀλλ’ ἔχοντες φύσει τέχνης ἔννοιαν ἀφωρισµένην τύχης.
9.8.9. τὸ µὲν γὰρ ἐν ἅπασι κατωρθωµένον εἰς τέχνην ἀναφέρουσι, τὸ δὲ καθ’ ἓν ἢ δύο τύχης ἔργον, οὐ τέχνης εἶναι πεπιστεύκαµεν.
9.8.10. Tὴν αὐτὴν οὖν ἔννοιαν <ἔχοντες> οἱ ἀνατοµικοὶ τῶν ἰατρῶν ἐθαύµασαν ἅπαντες τὴν τέχνην τῆς φύσεως. οὐ γὰρ ὡς ἔξωθεν ὁρᾶται τὸ σῶµα συγκείµενον ἐκ µερῶν δέκα που καὶ δώδεκα ἢ εἰ βούλει καὶ εἴκοσιν, οὕτως καὶ κατ’ ἀλήθειαν ἔχει.
9.8.11. σύγκειται γὰρ ἐξ ὀστέων πλειόνων ἢ διακοσίων, ὥσπερ γε καὶ µυῶν πολὺ πλειόνων ἢ διακοσίων· εἰς ἕκαστον δὲ τῶν ὀστῶν µὲν ἀφικνεῖται τὸ τρέφον ἀγγεῖον, ὃ καλοῦσιν οἱ ἄνθρωποι φλέβα, τῶν δὲ µυῶν οὐ τοῦτο µόνον ἀλλὰ καὶ ἀρτηρία καὶ νεῦρον ἴσα τε πάντα ἐστὶν ἀκριβῶς τὰ κατὰ τὸ δεξιὸν µέρος τοῦ ζῴου τοῖς κατὰ θάτερον, ὀστοῦν ὀστῷ καὶ µῦς µυῒ καὶ φλὲψ φλεβὶ καὶ νεῦρον νεύρῳ καὶ ταῖς ἀρτηρίαις ἀρτηρίαι.
9.8.12. διὸ καὶ θαυµαστῶς ὁ ῾Ιπποκράτης ἔφη· “τοῦτο µέν, ἐπεὶ δίκαιον ἔχουσι τὸ σῶµα οἱ ἄνθρωποι.” µέγιστον γάρ ἐστι σηµεῖον τῆς ἐν τοῖς µορίοις δικαιοσύνης καὶ ἡ τοῦ σχήµα-τος ὁµοιότης ἥ τε τῆς χώρας καθ’ ἣν ἐµφύεται τὰ τρία ταῦτα ὄργανα, τὴν φλέβα λέγω καὶ τὴν ἀρτηρίαν καὶ