Шрифт:
Интервал:
Закладка:
9.8.13. τοὺς γάρ τοι σκοποὺς τῆς κατασκευῆς ἐὰν ἀριθµήσῃς, εἶθ’ ἕκαστον αὐτῶν εὕρῃς κατωρθωµένον, ἐναργῶς σοι φανεῖται τὸ µέγεθος αὐτοῦ, φηµὶ τοῦ δηµιουργοῦ.
9.8.14. οὐ γὰρ ἁπλῶς οὕτως, ὡς ἂν ἀµελῶς τις ἐννοήσειεν, ἰσάριθµόν ἐστι τὸ πλῆθος τῶν ὀστῶν καὶ τῶν µυῶν τοῖς ὀστοῖς τε καὶ µυσίν, ἀλλὰ καὶ τῶν ὑπαρχόντων αὐτοῖς, µεγέθους τε λέγω καὶ θέσεως καὶ συνθέσεως καὶ ἀριθµοῦ καὶ σχήµατος ὅλης τε τῆς διαπλάσεως, ἅπερ καὶ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τὰ νεῦρα φαίνεται φυλαττόµενα.
9.8.15. καὶ γὰρ ὁποῖον αὐτῶν ἕκαστον εἶναι προσήκει καὶ ὁπηλίκον ὅπῃ τε µέρος ἐµφυόµενον τοῦ µυὸς ὅπως τε, καὶ κατασχιζόµενον, ἀκριβῶς φυλάττεται καθ’ ἕκαστον αὐτῶν ἔτι τε πρὸς τούτοις ἡ πάντων ἰσότης τῶν ἀριστερῶν πρὸς τὰ δεξιὰ τοσούτους ἔχουσα καὶ αὐτὴ τοὺς κατὰ µέρος σκοπούς, ὅσουςκαὶ τὰ µόρια.
9.8.16. καὶ ταῦτά σοι λέγω µηδέπω µνηµονεύων ἑκάστου τῶν σπλάγχνων ἢ τῶν ἄλλων µορίων ὅσα κατὰ περιγραφὴν ἰδίαν ὁρᾶται· φαίνεται γὰρ κἀν τούτοις οὐκ ὀλίγο[ι]ς ἀριθµὸς σκοπῶν ἐν ἑκάστῳ.
9.8.17. δυοῖν γοῦν ὀφθαλµῶν ὑπαρχόντων ἡµῖν ἴσον ἑκατέρῳ τὸ πλῆθος τῶν µορίων ἐστὶν οὔτε κατὰ σχῆµα παραλλαττόντων οὔτε κατὰ τὸ µέγεθος ἢ τὴν θέσιν ἢ τὴν διάπλασιν ἢ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσίν τε καὶ σύµφυσιν, ἀλλὰ καὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν ἴσον ἀκριβῶς ἐν ἑκατέρῳ, καὶ τὸ ὑαλοειδὲς ὁµοιότατον κατά τε χρόαν καὶ σχῆµα καὶ σύστασιν· ὀνοµάζω δὲ σύστασιν τὴν κατὰ µαλακότητα καὶ σκληρότητα διαφορὰν τῶν µορίων.
9.8.18. οὐ µὴν οὐδὲ τῶν ὑµένων τε καὶ χιτώνων οὐδεὶς ἑτέρως ἔχων ἐν ἑκατέρῳ τῶν ὀφθαλµῶν ἐστιν, ἀλλ’ ἀκριβῶς ἴσος µὲν τὸ µῆκος, ἴσος δὲ τὸ πάχος ἢ τὴν λεπτότητα, καθάπερ γε καὶ τὴν χρόαν καὶ τὴν σύστασιν οὐδὲ βραχὺ παραλλάττων· οὕτως δὲ καὶ ὁ τῶν µυῶν ἀριθµὸς ἴσος ὅ τε καθ’ ἕκαστον αὐτῶν ὄγκος τοῦ σώµατος ἅµα τῷ σχήµατι καὶ τῇ χρόᾳ καὶ τῇ συστάσει.
9.8.19. τὴν δὲ αὐτὴν εὑρήσεις δικαιοσύνην ἐν ἅπασι τοῖς ὀργανικοῖς τοῦ σώµατος µορίοις. οὐ γὰρ µόνον ὅσα διττά, καθάπερ οἱ ὀφθαλµοὶ καὶ τὰ ὦτα καὶ αἱ † γενέσεις † οἵ τε νεφροὶ καὶ οἱ ὄρχεις καὶ αἱ χεῖρες ὅλαι καὶ τὰ σκέλη τὴν κατασκευὴν ἀκριβῶς ἔχει τὴν αὐτὴν τὰ δεξιὰ τοῖς ἀριστεροῖς, ἀλλὰ καὶ τῶν µονοφυῶν εἶναι δοκούντων ὅσα διφυῆ κατ’ ἀλήθειάν εἰσιν, οἷον ἐγκέφαλος, γλῶττα, γένυς, πνεύµων, θώραξ καὶ µῆτραι τῶν γυναικῶν ἕτερά τε τοιαῦτα.
9.8.20. καθ’ ἕκαστον γὰρ αὐτῶν τὰ δεξιὰ τοῖς ἀριστεροῖς τὸν ἀριθµὸν ἴσον ἔχει τῶν µορίων, ἅµα τῷ µεγέθει καὶ τῷ πάχει καὶ τῇ λεπτότητι καὶ τῇ χρόᾳ καὶ τῇ συστάσει, καὶ φύσει πάντως ἀπαράλλακτον.
9.8.21. οὕτω δὲ καὶ τὸ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων γένος· ἴσα τὰ δεξιὰ τοῖς ἀριστεροῖς παντοίως ἐστὶν ἀπαράλλακτά τε κατὰ τὰς τῶν οὐσιῶν ὁµοιότητας.
9.8.22. Ὥσπερ οὖν ἐπὶ τῶν ἀνθρωπείων πλαστῶν ποιούµεθα τὰς κρίσεις, οὕτω χρὴ κἀπὶ τῶν θείων ποιεῖσθαι καὶ θαυµάζειν τὸν τοῦ σώµατος ἡµῶν δηµιουργόν, ὅστις ποτέ ἐστι θεῶν.
9.8.23. εἰ δ’ ἐκ τοῦ µὴ βλέπειν αὐτὸν οὐδ’ εἶναι φήσοµεν, οὐ φυλάξοµεν ἔτι τὴν ὁµοιότητα τῆς πρὸς τὰς τέχνας κρίσεως, ἐφ’ ὧν οὐκ ἐν τῷ θεᾶσθαι τὸν συµπήξαντα τὴν ναῦν ἢ τὸν σκίµποδα τὴν κρίσιν τῆς τέχνης ἐποιούµεθα παραλιπόντες σκοπεῖσθαι τὴν χρείαν ἑκάστου τῶν µορίων, ἀλλ’ ἐν τούτῳ τὸ κῦρος αὐτῆς ἐθέµεθα.
9.8.24. γελοῖον γὰρ εἴ τις ἐν τῷ θεάσασθαι τὸν κατασκευάζοντα τούτων τι τεχνίτην εἶναι νοµίζοι, καὶ εἰ ἔνια τῶν µερῶν εὑρίσκοι κακῶς κατεσκευασµένα· γελοῖον δὲ κἂν ἄριστα κα-τεσκευασµένης τῆς νεὼς ἢ τῆς οἰκίας ἢ τῆς κλίνης, ἀγνώστου δ’ ὄντος τοῦ κατασκευάσαντος, νοµίζειν ἄνευ τῆς τέχνης γεγονέναι τὰ τοιαῦτα ἢ κατὰ τύχην, διακρινόντων ἁπάντων τὸ τὴν µὲν σπανιάκις ἁµαρτάνειν τοῦ σκοποῦ, τὴν δ’ ἐπιτυγχάνειν ὀλιγάκις, ἀχρείαν δὲ καὶ µὴ τεχνικὴν ἡγεῖσθαι τὴν τῆς τοῦ σώµατος ἡµῶν κατασκευῆς αἰτίαν εἶναι φυλάττοντα τὴν ὁµοιότητα τῆς κρίσεως ἐπὶ τῶν ὁρατῶν τεχνιτῶν πρὸς τοὺς µὴ ὁρωµένους.
9.8.25. οὐ γὰρ ἔξωθεν ἐπεισάγειν προσήκει κριτήριον εἰς ἐπίσκεψιν ὧν ἅπαντες ἔχοµεν φύσει.
9.8.26. τούτοις τοῖς κριτηρίοις χρώµενος ὁ ῾Ιπποκράτης ἔγραψε τάς τε φωνάς· “εὐπαίδευτος ἡ φύσις ἐοῦσα, οὐ µαθοῦσα τὰ δέοντα ποιέει,” καὶ ἐν ἄλλαις ἄλλως, “φύσιες νούσων οἱ ἰητροί”· ὡσαύτως ἔχει καὶ τοῦτο· “φύσις ἐξαρκέσει παντάπασι.”
9.8.27. καλεῖ δ’ αὐτὴν καὶ δικαίαν ἐνίοτε καὶ τὸν ἰατρὸν ὑπηρέτην τε καὶ µιµητὴν αὐτῆς εἶναί φησι καὶ διαπαντὸς ἐν τοῖς κατὰ µέρος λόγοις ὑµνεῖ τε καὶ θαυµάζει τὴν δύναµιν αὐτῆς, ἥτις µέν ἐστιν ἡ οὐσία τῆς διαπλαττούσης τε καὶ διοικούσης ἡµᾶς φύσεως οὐ τολµῶν ἀποφήνασθαι, τὸ δὲ δηµιουργικὸν ἡµῶν αἴτιον, ὡς ἔθος ἐστὶν ἅπασιν ἀνθρώποις, ὀνοµάζων φύσιν.
9.9.1. ᾿Αλλὰ Πλάτων γε καὶ τὸ κατασκευάσαν ἡµᾶς αἴτιον ἀπεφήνατο τὸν τοῦ κόσµου δηµιουργὸν θεὸν τοῖς ἑαυτοῦ παισὶ κελεῦσαι λόγῳ διαπλάσαι τὸ τῶν ἀνθρώπων γένος λαβόντας µὲν παρ’ αὐτοῦ τῆς ἀθανάτου ψυχῆς τὴν οὐσίαν, προσθέντας δ’ ἐν αὐτῇ τὸ γεννητόν.
9.9.2. ἀλλ’ ἐκεῖνό γε χρὴ γιγνώσκειν ἡµᾶς, ὡς οὐκ ἔστιν ὅµοιον εἶδος ἀποδείξεως τε καὶ θέσεως τοῦ κατὰ πρόνοιαν θεοῦ τινος ἢ θεῶν ἡµᾶς κατεσκευάσθαι καὶ τοῦ γνῶναι τὴν οὐσίαν τοῦ κατασκευάσαντος, ὥσπερ οὐδὲ τῆς ψυχῆς ἡµῶν.
9.9.3. ὅτι µὲν ἄκρας ἐστὶ σοφίας καὶ δυνάµεως ἡ τοῦ σώµατος ἡµῶν κατασκευή, δι’ ὧν ὀλίγον ἔµπροσθεν εἶπον ἐπιδείκνυται· τὰ δὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῶν διαπλασάντων ἡµᾶς θεῶν ἔτι τε µᾶλλον ὅσα περὶ τοῦ σώµατος ἡµῶν λέγεται παντὸς ὑπὸ τοῦ θειοτάτου Πλάτωνος ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἐκτείνεται, ὡς αὐτὸς ἐδήλωσεν ἐν Τιµαίῳ πρῶτον ἐνάρχεσθαι µέλλων τῆς φυσιολογίας, εἶτα καὶ µεταξὺ κατὰ τὴν διέξοδον τοῦ λόγου παρεντιθεὶς τὴν ἀπόφασιν.
9.9.4. ἄρχεσθαι µὲν οὖν µέλλων αὐτοῦ ὁ Τίµαιος, τοῦτο<ν> γὰρ ὑπέθετο τοὺς περὶ φύσεως τῶν κατὰ τὸν κόσµον ἅπαντα λόγους διεξερχόµενον, ὧδέ πώς φησιν·
9.9.5. “ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν πέρι, θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, µὴ δυνατοὶ γενώµεθα πάντῃ πάντως αὐτοὺς αὑτοῖς ὁµολογουµένους λόγους καὶ ἀπηκριβωµένους ἀποδοῦναι, µὴ θαυµάσῃς· ἀλλ’ ἐὰν ἄρα µηδενὸς ἧττον παρεχώµεθα εἰκότας, ἀγαπᾶν χρὴ µεµνηµένους ὡς ὁ λέγων ὑµεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχοµεν· ὥστε περὶ τούτου τὸν εἰκότα µῦθον ἀποδεχοµένους πρέπει µηδὲν ἔτι πέρα ζητεῖν.”
9.9.6. οὕτω δὲ καὶ τὰ περὶ ψυχῆς αὐτῷ γεγραµµένα τοῦ πιθανοῦ καὶ εἰκότος ἔχεσθαί φησιν ὧδέ πως εἰπών· “τὰ µὲν οὖν περὶ ψυχῆς ὅσον θνητὸν ἔχει καὶ ὅσον θεῖον καὶ ὅπῃ