οὐ περὶ µικρῶν τῆς τέχνης διαλέγεται συµβουλεύων τῷ ἰατρῷ τῶν αὐτοµάτως γιγνοµένων κενώσεων διά τε τῆς ἄνω καὶ κάτω γαστρὸς µιµεῖσθαι τὰς ὠφελούσας, καὶ διδάσκει γε τίνες εἰσὶν αὗται καὶ πῶς αὐτὰς γνωριοῦµεν, ὥσπερ γε καὶ τίνες αἱ βλάπτουσαι σὺν τοῖς οἰκείοις γνωρίσµασιν. εἰ µὲν οὖν ἐµεµαθήκει τὴν τέχνην ᾿Ιουλιανὸς ὑπὸ διδασκάλων ῾Ιπποκρατείων, οὐκ ἂν ἐτόλµησε τοῖς ἀληθέσιν ἀντιλέγειν. ἐπεὶ δὲ οὔτ’ αὐτὸς οὔθ’ ὁ τῆς τοιαύτης ἐµπληξίας ἡγεµὼν αὐτοῦ Θεσσαλὸς ἐγνώκασι τῶν ᾿Ασκληπιαδῶν τὴν τέχνην, θαυµαστὸν οὐδὲν ἀγνοεῖν αὐτοὺς ἃ µηδ’ οἱ χωρὶς λόγου φάσκοντες ἰατρεύειν ἠγνόησαν. ἀκοῦσαι γοῦν ἔστιν ἐκείνων λεγόντων αὐξηθῆναι µάλιστα τὴν τέχνην ἐκ τῆς µιµητικῆς πείρας. ὅσα γὰρ ἐκ περιπτώσεως γενόµενα τοὺς κάµνοντας ὠφέλησε, ταῦθ’ ἡµεῖς, φασί, µιµούµενοι πολλάκις συνεστησάµεθα καὶ διαιρούµενοι ταῦτα φυσικὰ µὲν ὀνοµάζουσιν ὧν ἐκ τοῦ σώµατος ἡ αἰτία, κατὰ τύχην δὲ γίγνεσθαί φασιν ὧν ἔξωθεν, ὥστε µὴ µόνης φύσεως, ἀλλὰ καὶ τύχης εἶναι µιµητικὸν τὸν ἰατρόν. εἴρηται γοῦν ὑπ’ ἐκείνων τῶν ἀνδρῶν ἄλλα τε πολλὰ τῶν κατὰ τύχην ὠφελησάντων παραδείγµατα καὶ ὁ τὴν ἐν µετώπῳ φλέβα διακοπεὶς ἐκ τοῦ καταπεσεῖν. ἐπὶ γὰρ ὁµοίως διακειµένου τὴν αὐτὴν φλέβα τεµεῖν ἐτολµήσαµεν, φασίν, ἐλπίδι τῆς αὐτῆς ὠφελείας. ἀλλὰ καὶ γαστὴρ ἀξιολόγως ὑπελθοῦσα φλεγµαινόντων ὀφθαλµῶν, εἶτ’ ὀνήσασα µεγάλως ἐπὶ τὴν τοῦ γενοµένου µίµησιν ἡµᾶς προὐτρέψατο. ὡσαύτως δὲ καὶ τοὺς ἰκτεριῶντας ἀθρόα χολώδη διαχωρήµατα ὤφθη πολλάκις ὠφελήσαντα καὶ τοὺς τὸν καλούµενον ἐλέφαντα νοσοῦντας ἡ τῶν µελαγχολικῶν χυµῶν κένωσις καὶ τοὺς ὑδεριῶντας <ἡ τῶν> ὑδατωδῶν· καὶ ἐκ τούτων πρόδηλόν ἐστιν ὅτι καὶ τοῖς ἰατροῖς προσήκει µιµεῖσθαι. καὶ τί δεῖ λέγειν αὐτοµάτους κενώσεις, ὅπου καὶ τὰ τῶν διδασκάλων ἔργα µιµούµενοι µανθάνοµεν τὴν τέχνην; ἢ Θεσσαλὸν µέν, ἐὰν διὰ κλύσµατος οὗτινος ὑπαγωγοῦ τὴν γαστέρα θεραπεύσῃ τὸν κάµνοντα, µιµητέον ἐστὶ τοὺς τούτου µαθητάς, ἐὰν δ’ αὐτοµάτως ὑπελθοῦσα τύχῃ, φευκτέον; ἢ τῆς ἐµµήνου καθάρσεως ἰσχοµένης, ἐὰν ἔµετος αἵµατος γένηται τῇ γυναικὶ κἄπειτα Θεσσαλὸς ἤτοι κινήσας τὴν κάθαρσιν ἢ φλέβα τεµὼν ἰάσηται τὸ πάθος, οὐκ ἂν ἁµάρτοιεν οἱ µαθηταὶ µιµησάµενοι τὸν διδάσκαλον, ἐὰν δ’ αὐτοµάτως ῥαγέντων τῶν καταµηνίων ἡ κάµνουσα ῥᾳστωνήσῃ, τοῦτο οὐκέτ’ αὐτοὺς µιµητέον; καὶ µὴν οὐδὲν διαφέρει πρὸς τὴν ἑκατέρων µίµησιν ἄν θ’ ὑπὸ τῆς µαίας ἄν θ’ ὑπὸ Θεσσαλοῦ κινηθέντων τῶν καταµηνίων ἄν τε καὶ χωρὶς τούτων αὐτοµάτως ἐκκριθέντων ἡ κάµνουσα ῥᾳστωνήσῃ· διὰ γάρ τοι τὴν κένωσιν, οὐ διὰ τὸ ποιῆσαν αὐτὴν ἡ ὠφέλεια γίνεται, καὶ τοῦτο διδάσκων ὁ ῾Ιπ-ποκράτης ἔγραψε τὸν ἀφορισµὸν ἐκεῖνον· “γυναικὶ αἷµα ἐµεούσῃ τῶν καταµηνίων ῥαγέντων λύσις.” ὅπως ἂν ῥαγῇ, φησί, τὰ καταµήνια, λύσις ἔσται τοῦ παθήµατος, εἴτε φυσικῶς εἴτε καὶ ἡµῶν τοῦτ’ ἐργασαµένων. οὐ γὰρ τὸ ποιῆσαν αἴτιον, ἀλλὰ τὸ γινόµενον ὠφελεῖ τὴν νοσοῦσαν. ἓν µόνον ὑπαρχέτω τοῖς καταµηνίοις τὸ ἀθρόως ἐκκριθῆναι, ὅπως ὁ ῾Ιπποκράτης ὠνόµασε, ῥαγέντων, ἔθος ὂν αὐτῷ τὰς ἀθρόας κενώσεις οὕτω προσαγορεύειν, ὡς εἰ καὶ κατὰ τήνδε τὴν λέξιν εἰρήκει· “γυναικὶ αἷµα ἐµεούσῃ τῶν καταµηνίων ἀθρόως ἐκκριθέντων λύσις”. ἐπιλείποι δ’ ἄν µε ἡ ἡµέρα διερχόµενον ὅσα µιµοῦνται τῶν αὐτοµάτως γιγνοµένων οἱ ἄνθρωποι· οὐ µὴν οὐδ’ ἀµφισβητεῖ τις ἕτερος, ἀλλ’ ὡς κοινὴν ἔννοιαν δέχονται πλὴν τῶν µιαρῶν σοφιστῶν, ὅσοι περὶ µὲν τὰ τῆς τέχνης ἔργα καὶ τῶν ἰδιωτῶν εἰσι χείρους, ἱκανοὶ δ’ ἀπαναισχυντῆσαι καὶ µακρὰς φλυαρίας συνθεῖναι κατὰ τῶν ἀρίστων ἰατρῶν, οἷος καὶ νῦν γέγονεν ᾿Ιουλιανὸς οὗτος, ὃν ἅπαντες µὲν ἴσασι µηδὲν πώποτε τῶν τῆς τέχνης ἔργων µεταχειρισάµενον, ἀναισχύντως δ’ ὑβρίζοντα τοὺς παλαιοὺς ἰατρούς.
2. ῝Α γοῦν ἐτόλµησε γράψαι πρὸς τὸν ἀρτίως εἰρηµένον ἀφορισµὸν οὐδ’ εἰπεῖν οἷόν τε πηλίκην ἤτοι γε ἀµαθίαν ἢ ἀναισχυντίαν ἢ τόλµαν ἐνδείκνυται, µᾶλλον δ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν καὶ ταῦτα πάντα καὶ τούτων ἔτι πλείω. τάχα µὲν οὖν ἄµεινον ἦν µηδ’ ἀντιλογίας ἀξιοῦν αὐτὰ τῆς διὰ γραµµάτων µηδ’ ἀπολλύναι τινὰ καὶ πρὸς τοῦτο χρόνον. δεηθέντων δέ µου λιπαρῶς πάνυ πολλῶν φίλων, ὅσα προσκοµισθέντος µοι τοῦ βιβλίου καθ’ ὃ τὸν προειρηµένον ἀφορισµὸν ἐξελέγχειν ᾿Ιουλιανὸς ἐπεχείρει διῆλθον, ἐν ὑποµνήµασιν αὐτοῖς παρασχεῖν, ὑπέµεινα καὶ τοῦτον οὐ σµικρὸν ἆθλον, ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν πολὺ µείζω τοῦ κατὰ τοὺς αὐτοσχεδίους οὓς ἡµερῶν ἓξ ἢ πλειόνων ἐποιησάµην ἐπιδεικνὺς τὸ πλῆθος τῶν ληρωδῶν ᾿Ιουλιανοῦ λόγων ὧν ἐνέγραψε τῷ βιβλίῳ. κυριώτατον γὰρ ἄν τις εἴποι τοῦτο δὴ τὸ συνήθως λεγόµενον, ὡς οὐδέν ἐστιν ἀπεραντολογώτερον τἀνθρώπου· “Θερσίτης δ’ ἔτι µοῦνος ἀµετροεπὴς ἐκολῴα”, <καὶ> τούτῳ µᾶλλον ἂν ἢ Θερσίτῃ πρέποι πάντας ὑπερβαλόντι τοὺς πώποτε γεγονότας <ἐν> ἀµετροεπίαις. καὶ τοίνυν οἱ παραγενόµενοι τοῖς λόγοις ἀναγινωσκοµένοις αὐτοῦ δύο ταύτας ἔθεντο προσηγορίας τἀνθρώπῳ, τὴν ἀµετροεπίαν καὶ τὴν ἀπεραντολογίαν, ὥστ’ οὐκ ἐµοῦ σωφρονίζοντος, ἀλλ’ ᾿Οδυσσέως τινὸς ἐδεῖτο τοῦ τῷ σκήπτρῳ καθίζοντος· σωφρονίσαι γὰρ τὸν οὕτως ἔµπληκτον οὐδ’ αὐτὸς ὁ τῶν Μουσῶν δύναται χορός. ἐπεὶ τοίνυν ἄκων ἠναγκάσθην γράφειν ταῦτα, <ὅδε> ὁ λόγος ἐστὶν ὑµῖν ὡς <ἐν> µοί<ρᾳ> προοιµίου τινός, ὅπως µὴ καταγνωσθῶ πρὸς τῶν ἀναγνωσοµένων αὐτά· µέλλω γὰρ ἐλέγξειν ἄνθρωπον ἔµπληκτον ἀµαθῆ δοξόσοφον ἀπαιδεύτοις µειρακίοις ἐν ἅπαντι τῷ βίῳ φλυαρήσαντα, παρ’ οἷς ἐξ ὧν ἐβλασφήµει τοὺς παλαιοὺς ἐπιστεύθη τις εἶναι. δέοµαι <δ’> οὖν συγχωρῆσαί µοι κολάσαι τὴν ἀπαιδευσίαν αὐτοῦ λόγοις τραχυτέροις ὧν εἴθισµαι χρῆσθαι. δεινὸν γὰρ εἰ τούτῳ <µὲν> ἐξέσται λοιδορεῖσθαι τῶν παλαιῶν τοῖς ἀρίστοις, ἡµῖν δ’ οὐκ ἐξέσται δι’ ἀποδείξεων ἐναργῶν ἐξελέγχειν αὐτοῦ τὴν ἀπαιδευσίαν. εἰς τοσοῦτον γὰρ ἥκει µεγέθους ὥστ’ οὐδ’ ὅθεν ἄρξηταί τις εὑρεῖν εὐπετές.
3. Κατὰ µὲν τὴν ἀρχὴν τοῦ βιβλίου τὰ πλείω πρὸς Σαβῖνον ἀποτείνεται καταλιπὼν τὸν ῾Ιπποκράτην, καὶ τοῦτο µέν, ὡς ἔοικεν, ἐν ἁπάσῃ ποιεῖ τῇ πραγµατείᾳ, καίτοι πρὸς τοὺς ῾Ιπποκράτους ἀφορισµοὺς ἐπιγράψας αὐτήν, οὐ πρὸς τὰς Σαβίνου ἐξηγήσεις, εἶτα φλυαρεῖ πολλά, καθάπερ ἔθος αὐτῷ, λῆρόν τινα ῥηµάτων ἀσαφῶν συντιθείς, ὃν εἰ µὲν ἐλέγχειν τις ἐπιχειροίη, φθάσει πληρώσας βιβλίον µέγιστον, πρὶν ἄρξασθαι δόξειν, συγχωρήσας οὐ λελέχθαι πάντα. γράφοντι µὲν οὖν δυσδιάθετον καὶ τοῦτο, µᾶλλον δ’ ἄπορον ἐσχάτως. ἐν µέντοι τοῖς αὐτοσχεδίοις λόγοις οὓς πολλάκις ἐποιησάµεθα παρόντων ἀνδρῶν πεπαιδευµένων ἐπιδέδεικταί τις ἡµῖν εὐπορία καθ’ ὁµοιότητα τῶν εἰς τοὺς παλαιοὺς ἐξηγήσεων εὑρεθεῖσα· καθάπερ γὰρ ἐκείνων τὸ προβληθὲν βιβλίον ἐν ταῖς δηµοσίαις ἐπιδείξεσιν ἐξηγούµεθα ***[148] εἰ δὲ ὁ µεθοδικὸς φαίη λεληθότως φυσικευόµενος, [ὅτι] µὴ ἀλαζὼν µηδὲ µεγαληγόρος µηδ’ εἰς µέσον φέρων τὴν ἄνωθεν ῥίζαν τοῦ κεκρυµµένου δόγµατος, δύο εἶναι τὰ σώµατος πάθη <καὶ> τῷ γε κατὰ φύσιν συνεστῶτι δύο ἂν ἐφεδρεύειν τροπὰς καὶ µεταβολὰς ἀλλήλαις ἐναντίας ἢ συναγοµένου πλείω ἢ χεοµένου βίᾳ, διανοητὰ ἂν δοκοίη λέγειν οὐ µὰ Δία φυσικευοµένοις τοῖς φιλοσόφοις καὶ περὶ τῆς τῶν ὅλων ὕλης διαλεγοµένοις, ἀλλ’ ἰατροῖς φυσικοῖς. αὕτη µέν σοι µία ῥῆσίς ἐστι τῶν θαυµαστῶν <τοῦ> ᾿Ιουλιανοῦ λόγων, <ἐν> οἷς ἀποχωρῶν <ὧν> ὁ