Шрифт:
Интервал:
Закладка:
7. ᾿Αλλὰ γὰρ ἐπειδὴ καὶ τὰ τῶν ὁµοιοµερῶν σωµάτων ἴδια νοσήµατα διήλθοµεν, ἑξῆς ἂν εἴη λέγειν τὰ τῶν ὀργανικῶν, ἀπὸ τοῦ πρώτου κατ’ αὐτὰ τοῦ παρὰ τὴν διάπλασιν ὑπαρξαµένους γένους. γίγνεται δὲ τοῦτο ποτὲ µὲν τοῦ κατὰ φύσιν σχήµατος ὑπαλλαττοµένου, ποτὲ δὲ λειότητός τινος, ἢ τραχύτητος, ἢ πόρου διαφθειροµένου. τῆς µὲν δὴ τοῦ κατὰ φύσιν σχήµατος ἐξαλλαγῆς αἰτίαι, πρώτη µὲν ἡ κατὰ γαστρὸς ἔτι κυουµένων αὐτῶν διάπλασις µοχθηρὰ, πλήθους ὕλης ἢ ποιότητος οὐκ ἐπιτηδείου ταῖς φυσικαῖς τοῦ σπέρµατος κινήσεσιν ἐµποδὼν γιγνοµένης· δευτέρα δὲ ἥ τε κατὰ τὴν ἀποκύησιν αὐτὴν κᾀν τῷ σπαργανοῦσθαι πληµµέλεια. µαλακὰ γὰρ ἔτι καὶ ὀλίγου δεῖν ῥυτὰ τὰ τῶν νεογνῶν παιδίων ὑπάρχοντα σώµατα ῥᾳδίως ἐκστρέφεται, δεχοµένων τε τῶν µαιῶν αὐτὰ κατὰ τὴν ἀποκύησιν οὐκ ὀρθῶς, ἐνειλιττουσῶν τε τοῖς σπαργάνοις ἔστιν ὅτε µὴ δεόντως, εἶτ’ αὖθις τῶν τροφῶν ἀναιρουµένων τε καὶ ἀποτιθεµένων οὐ κατὰ τρόπον ἔν τε τῷ γάλα παρέχειν καὶ ἐν τῷ λούειν καὶ σπαργανοῦν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις εἰ µή τις ἐπιτηδείως µεταχειρίζοιτο, ῥᾳδίως ἐκστρέφεται καὶ διαφθείρεται τὸ κατὰ φύσιν ἑκάστου τῶν µελῶν σχῆµα. καὶ µὲν δὴ κᾀν τῇ µετὰ ταῦτα ἀνατροφῇ συµπάσῃ τὰ µὲν ὑπὸ πλησµονῆς ἀµέτρου, τὰ δ’ ὑπὸ κινήσεως πληµµελοῦς ἢ πρωϊαίτερον τοῦ δέοντος ἵστασθαί τε καὶ βαδίζειν ἐπιτραπέντος αὐτοῖς ἢ σφοδρότερον κινεῖσθαι, πολλὰ τῶν µελῶν διαστρέφεσθαι συµβαίνει, τῶν µὲν πλησµονῶν τὰς φυσικὰς ἐνεργείας ἐµποδιζουσῶν, τῶν δ’ ἀκαίρων ἢ σφοδρῶν κινήσεων κλονουσῶν τε καὶ περιαγουσῶν ἐφ’ ἃ µὴ χρὴ τὰ κῶλα. τὰ µὲν γὰρ σκέλη κᾀξ αὐτοῦ τοῦ βάρους τῶν ὑπερκειµένων σωµάτων ἢ πρὸς τοὐκτὸς ἢ πρὸς τὸ ἐντὸς διαστρέφεται κατὰ τὴν ἀρχαίαν τῆς κνήµης ῥοπήν. οἷς µὲν γὰρ ὀρθότερα τοῦ δέοντός ἐστι φύσει, βλαισοῦται µᾶλλον· οἷς δὲ κοιλότερα, ῥαιβοῦται. καλῶ δὲ βλαισὸν µὲν τὸ ἐπὶ τὰ ἐκτὸς ῥέπον, ῥαιβὸν δὲ τὸ ἐπὶ τἀναντία. καὶ κατὰ τὸν θώρακα δὲ µέλη διαστρέφεται πολλάκις ὑπὸ τῶν σφιγγουσῶν τροφῶν αὐτὰ κακῶς ἔξωθεν ἐν τῇ πρώτῃ ἀνατροφῇ. καὶ µάλι-στα παρ’ ἡµῖν ἔστι τὸ τοιοῦτον ἰδεῖν συνεχῶς γιγνόµενον ἐπὶ τῶν παρθένων. αὐξάνεσθαι γὰρ αὐτῶν αἱ τροφοὶ βουλόµεναι τὰ κατ’ ἰσχία τε καὶ λαγόνας, ὡς πολλῷ µείζω γίγνοιτο τῶν κατὰ θώρακα, ταινίαις τισὶν ὅλον ἐν κύκλῳ περιλαµβάνουσιν ἰσχυρῶς σφίγγουσαι τὰ κατ’ ὠµοπλάτας τε καὶ θώρακα µόρια σύµπαντα, κᾀν τούτῳ πολλάκις ἀνίσου γιγνοµένης τῆς τάσεως, ἢ προπετὲς εἰς τὸ ἔµπροσθεν ἀπέφηναν τὸ στῆθος, ἢ τὰ ἀντικείµενα τὰ κατὰ ῥάχιν κυρτά. συµβαίνει δὲ ἐνίοτε καὶ ὥσπερ διακεκλασµένον καὶ παρηγµένον εἰς τὰ πλάγια γίγνεσθαι τὸ µετάφρενον, ὡς τὴν µὲν ἑτέραν ὠµοπλάτην ἀναυξῆ τε καὶ µιρκὰν καὶ προσεσταλµένην ἱκανῶς φαίνεσθαι, τὴν δ’ ἑτέραν ἐξέχουσάν τε καὶ προπετῆ καὶ πάντῃ µείζονα. αὗται σύµπασαι κακίαι σχηµάτων ἐν θώρακι συνίστανται πληµµελείᾳ καὶ ἀµαθίᾳ τῶν τροφῶν ἀγνοουσῶν ἰσοῤῥόπως ἐπιδεῖν. οὕτω δὲ καὶ οἱ ἰατροὶ πολλάκις οὐκ ὀρθῶς ἐπιδοῦντές τε καὶ διαπλάττοντες τὰ κατεαγότα κῶλα διέστρεψαν, ὥσπερ αὖ πάλιν οὐδὲν ἐξαµαρτάνοντος τοῦ θεραπευόντος, αὐτὸς ὁ κάµνων πρὶν ἀκριβῶς κρατυνθῆναι τὸν πῶρον ἐπιχειρήσας χρῆσθαι τῷ κώλῳ, τῆς διαστροφῆς ἑαυτῷ γίνεται δηµιουργός. ἀλλὰ καὶ θλασθέντα µόρια καθάπερ ῥὶς, ἢ καὶ περιθραυσθέντα καθάπερ οἱ ἄµβωνες τῶν κοτυλῶν, ἔστιν ὅτε δὲ καὶ τῶν ὀστῶν ἐκκοπέντων ἢ σαρκὸς πλείονος, εἶτ’ οὐ κατ’ ἶσον αὐξηθείσης, ἀπόλλυσι τὸ κατὰ φύσιν σχῆµα. ἕτερος δὲ τρόπος βλάβης σχηµάτων ὁ διὰ πλησµονὴν ἄµετρον ἢ ἔνδειαν, ὥσπερ τοῖς ὑπερπαχυνθεῖσιν ἢ συντακεῖσιν ἄγαν, ἤτοι καθ’ ἕν τι µόριον ἢ καὶ σύµπαντι τῷ σώµατι. καὶ γὰρ οὖν καὶ ὁ ἐλέφας ὀνοµαζόµενος καὶ ἡ φθόη φανερῶς ἐξαλλάττουσι τὴν µορφήν. σιµοῦται µὲν γὰρ ἡ ῥὶς, καὶ τὰ χείλη παχέα καὶ ἀπεξυσµένα τὰ ὦτα φαίνεται, καὶ τὸ σύµπαν ὅµοιοι τοῖς σατύροις οἱ ἐλεφαντιῶντες γίγνονται. ῥὶς δ’ ὀξεῖα, καὶ κρόταφοι συµπεπτωκότες, καὶ ὀφθαλµοὶ κοῖλοι, καὶ τὰ κατ’ ὠµοπλάτας τε καὶ βραχίονας οἱονεὶ πτέρυγες ἔξωθεν αἰωρούµεναι τοῖς φθίνουσι φαίνονται. καὶ διαφθείρεται µὲν ἐν τούτοις ἅπασιν κατὰ πρῶτον λόγον τὸ κατὰ φύσιν σχῆµα·κατὰ δ’ αὖ συµβεβηκὸς ἐν µὲν τοῖς παραλελυµένοις ἢ σπωµένοις ἢ φλεγµαίνουσιν ἢ σκιῤῥουµένοις, ἢ νεῦρα διῃρηµένοις ἢ τένοντας, ἢ ὑπὸ σκληρῶν οὐλῶν δεδεγµένοις. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις ἑτερόῤῥοπον γίγνεται τὸ µόριον ἄλλοτε κατ’ ἄλλην αἰτίαν. ἐν µὲν τοῖς κατὰ θάτερα παραλελυµένοις, ὑπὸ τῶν ἐνεργούντων µυῶν ἑλκόµενον. οὕτω δὲ κᾀν τοῖς ἑτεροῤῥόποις σπασµοῖς ὑπὸ τῶν σπωµένων. καὶ φλεγµοναὶ δὲ καὶ σκίῤῥοι καὶ οὐλαὶ σκληραὶ καὶ πάνθ’ ὅσα τοιαῦτα παθήµατα τείνοντα πρὸς ἑαυτὰ τὸ συνεχὲς, οὕτω διαστρέφει τὸ µόριον. ἐν δ’ αὖ τοῖς διατετµηµένοις νεύροις καὶ τένουσιν, ὥσπερ ἐν τοῖς παραλελυµένοις ἡ τῶν ἀντιτεταγµένων τε καὶ κατὰ φύσιν ἐχόντων ἐνέργεια πρὸς ἑαυτὴν ἐπισπᾶται τὸ µέρος, ὥστε τὰς πολλὰς ταύτας αἰτίας ἑνὶ τρόπῳ συµπάσας ὑπάγεσθαι τῇ διαστρεφούσῃ τὸ µέρος ἑτεροῤῥόπῳ τάσει. καὶ περὶ µὲν τῆς τῶν παρὰ φύσιν σχηµάτων διαφορᾶς ἱκανὰ καὶ ταῦτα. τὰς δ’ ἐντὸς τῶν µορίων κοιλότητας ἢ τοὺς πόρους αὐτῶν ἤτοι διαφθείρεσθαι τελέως ἢ βλάπτεσθαι συµβαίνει κατὰ τάσδε τὰς αἰτίας, σύµφυσιν, στενοχωρίαν, ἔµφραξιν, θλίψιν, συνίζησιν, ἀναστόµωσιν. ἐνίοτε µὲν γὰρ ἑλκωθείσης τῆς ἔνδον ἐπιφανείας ἐν αὐτῇ τῇ κοιλότητι, κᾄπειτα συµφύντων ἀλλήλοις τῶν ἡλκωµένων, ἡ διαφθορὰ γίγνεται τῆς κατὰ φύσιν διαπλάσεως·ἐνίοτε δὲ ἤτοι σαρκὸς ἐπιτραφείσης ἢ ἄλλου τινὸς παρὰ φύσιν βλαστήµατος, ἢ καὶ σκίῤῥου συστάντος, ἢ φλεγµονῆς, ἢ ἀποστήµατος ἐν αὐτοῖς τῶν ὀργάνων τοῖς σώµασι, κᾄπειτα τοῦ παρὰ φύσιν ὄγκου τὴν ἐντὸς κοιλότητα καταλαβόντος, ἡ στενοχωρία γίγνεται·καὶ µὲν δὴ καὶ ἡ τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν καί τινων πόρων ἢ θρόµβων ἔµφραξις εἰς τὴν αὐτὴν ἄγει τὰς κοιλότητας διάθεσιν. οὕτω δὲ κᾂν εἴ τι τῶν ἔξωθεν ἐµπιπτόντων θλίβοι σφοδρῶς, ἀναγκαῖον εἰς τὴν ἐντὸς κοιλότητα συνωθεῖσθαι τὰ περιέχοντα αὐτὴν σώµατα. κ¿ν εἰ συνιζάνοι δὲ εἰς ἑαυτὰ τὰ σώµατα, καθάπερ ὑπὸ τῶν στυφόντων πάσχει συναγόµενα, καὶ ὑπὸ τῶν ψυχόντων πιλούµενα, καὶ πρὸς τῶν ξηραινόντων αὐαινόµενα, στεγνώσει δηλονότι κᾀν τούτῳ µάλιστα µὲν τοὺς πόρους, ἤδη δὲ καὶ αὐτὰς τὰς κοιλίας.