litbaza книги онлайнРазная литератураСочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 23 24 25 26 27 28 29 30 31 ... 182
Перейти на страницу:
πνιγήσεται δ’ αὐτίκα τὸ ζῷον. ἀλλ’ εἰ ἴσον φήσει τις γίγνεσθαι τὸ καθ’ ἕκαστον τῶν ἄλλων µορίων περίττωµα, διὰ ποίων κύστεων ἐκκρίνεται; εἰ γὰρ οἱ νεφροὶ τοῖς κωθωνιζοµένοις τρεῖς ἢ τέτταρας ἐνίοτε χόας ποιοῦσι περιττώµατος, ἑκάστου τῶν ἄλλων σπλάγχνων πολλῷ πλείους ἔσονται καὶ πίθου τινὸς οὕτω µεγίστου δεήσει τοῦ δεξοµένου τὰ πάντων περιττώµατα. καίτοι πολλάκις, ὅσον ἔπιέ τις, ὀλίγου δεῖν οὔρησεν ἅπαν, ὡς ἂν ἐπὶ τοὺς νεφροὺς φεροµένου τοῦ πόµατος ἅπαντος. ἔοικεν οὖν ὁ τὸ τρίτον ἐξαπατῶν οὗτος οὐδὲν ἀνύειν ἀλλ’ εὐθὺς γεγονέναι κατάφωρος καὶ µένειν ἔτι τὸ ἐξ ἀρχῆς ἄπορον ᾿Ερασιστράτῳ τε καὶ τοῖς ἄλλοις ἅπασι πλὴν ῾Ιπποκράτους. διατρίβω δ’ ἑκὼν ἐν τῷ τόπῳ σαφῶς εἰδώς, ὅτι µηδὲν εἰπεῖν ἔχει µηδεὶς ἄλλος περὶ τῆς τῶν νεφρῶν ἐνεργείας, ἀλλ’ ἀναγκαῖον ἢ τῶν µαγείρων ἀµαθεστέρους φαίνεσθαι µηδ’ ὅτι διηθεῖται δι’ αὐτῶν τὸ οὖρον ὁµολογοῦντας ἢ τοῦτο συγχωρήσαντας µηδὲν ἔτ’ ἔχειν εἰπεῖν ἕτερον αἴτιον τῆς διακρίσεως πλὴν τῆς ὁλκῆς. ἀλλ’ εἰ µὴ τῶν οὔρων ἡ φορὰ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ γίγνεται, δῆλον, ὡς οὐδ’ ἡ τοῦ αἵµατος οὐδ’ ἡ τῆς χολῆς ἢ εἴπερ ἐκείνων καὶ τούτου· πάντα γὰρ ὡσαύτως ἀναγκαῖον ἐπιτελεῖσθαι καὶ κατ’ αὐτὸν τὸν ᾿Ερασίστρατον. εἰρήσεται δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τῷ µετὰ ταῦτα γράµµατι.

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ

1. ῞Οτι µὲν οὖν ἀναγκαῖόν ἐστιν οὐκ ᾿Ερασιστράτῳ µόνον ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι µέλλουσι περὶ διακρίσεως οὔρων ἐρεῖν τι χρηστόν, ὁµολογῆσαι δύναµίν τιν’ ὑπάρχειν τοῖς νεφροῖς ἕλκουσαν εἰς ἑαυτοὺς ποιότητα τοιαύτην, οἵα ἐν τοῖς οὔροις ἐστί, διὰ τοῦ πρόσθεν ἐπιδέδεικται γράµµατος, ἀναµιµνησκόντων ἅµ’ αὐτῷ καὶ τοῦθ’ ἡµῶν, ὡς οὐκ ἄλλως µὲν εἰς τὴν κύστιν φέρεται τὰ οὖρα διὰ τῶν νεφρῶν, ἄλλως δ’ εἰς ἅπαντα τοῦ ζῴου τὰ µόρια τὸ αἷµα, κατ’ ἄλλον δέ τινα τρόπον ἡ ξανθὴ χολὴ διακρίνεται. δειχθείσης γὰρ ἐναργῶς ἐφ’ ἑνὸς οὑτινοσοῦν ὀργάνου τῆς ἑλκτικῆς τε καὶ ἐπισπαστικῆς ὀνοµαζοµένης δυνάµεως οὐδὲν ἔτι χαλεπὸν ἐπὶ τὰ λοιπὰ µεταφέρειν αὐτήν· οὐ γὰρ δὴ τοῖς µὲν νεφροῖς ἡ φύσις ἔδωκέ τινα τοιαύτην δύναµιν, οὐχὶ δέ γε καὶ τοῖς τὸ χολῶδες ὑγρὸν ἕλκουσιν ἀγγείοις οὐδὲ τούτοις µέν, οὐκέτι δὲ καὶ τῶν ἄλλων µορίων ἑκάστῳ. καὶ µὴν εἰ τοῦτ’ ἀληθές ἐστι, θαυµάζειν χρὴ τοῦ ᾿Ερασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς µηδ’ ᾿Ασκληπιάδην λαθεῖν. καίτοι γ’ οἴεται παντὸς µᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς ἔσται τόπος ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουµένου. ἀλλ’ ὅ γ’ ᾿Ασκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουµένοις ἀγγείοις ἕπεσθαι ἢ κενὸν ἀθρόως τόπον ἢ τὸ συνεχὲς ἀκολουθήσειν ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ µὲν γὰρ τῶν καλάµων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεµένων ἀληθὲς εἰπεῖν, ὅτι κενουµένου τοῦ περιεχοµένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόως ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές· ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτ’ ἐγχωρεῖ, δυναµένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν. οὕτω µὲν δὴ ψευδὴς ἡ περὶ τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας οὐκ ἀπόδειξις µὰ Δί’ εἴποιµ’ ἂν ἀλλ’ ὑπόθεσις ᾿Ερασιστράτειος. καθ’ ἕτερον δ’ αὖ τρόπον, εἰ καὶ ἀληθὴς εἴη, περιττή, τῆς µὲν κοιλίας ἐνθλίβειν ταῖς φλεψὶ δυναµένης, ὡς αὐτὸς ὑπέθετο, τῶν φλεβῶν δ’ αὖ περιστέλλεσθαι τῷ ἐνυπάρχοντι καὶ προωθεῖν αὐτό. τά τε γὰρ ἄλλα καὶ πλῆθος οὐκ ἂν ἐν τῷ σώµατι γένοιτο, τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ µόνῃ τῆς ἀναδόσεως ἐπιτελουµένης. εἰ µὲν οὖν ἡ τῆς γαστρὸς ἔνθλιψις ἐκλύεται προϊοῦσα καὶ µέχρι παντὸς ἀδυνατός ἐστιν ἐξικνεῖσθαι καὶ διὰ τοῦτ’ ἄλλης τινὸς δεῖ µηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ αἵµατος, ἀναγκαία µὲν ἡ πρὸς τὸ κενούµενον ἀκολουθία προσεξεύρηται· πλῆθος δ’ ἐν οὐδενὶ τῶν µεθ’ ἧπαρ ἔσται µορίων, ἤ, εἴπερ ἄρα, περὶ τὴν καρδίαν τε καὶ τὸν πνεύµονα. µόνη γὰρ αὕτη τῶν µεθ’ ἧπαρ εἰς τὴν δεξιὰν αὑτῆς κοιλίαν ἕλκει τὴν τροφήν, εἶτα διὰ τῆς φλεβὸς τῆς ἀρτηριώδους ἐκπέµπει τῷ πνεύµονι· τῶν γὰρ ἄλλων οὐδὲν οὐδ’ αὐτὸς ὁ ᾿Ερασίστρατος ἐκ καρδίας βούλεται τρέφεσθαι διὰ τὴν τῶν ὑµένων ἐπίφυσιν. εἰ δέ γ’, ἵνα πλῆθος γένηται, φυλάξοµεν ἄχρι παντὸς τὴν ῥώµην τῆς κατὰ τὴν κοιλίαν ἐνθλίψεως, οὐδὲν ἔτι δεόµεθα τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας, µάλιστ’ εἰ καὶ τὴν τῶν φλεβῶν συνυποθοίµεθα περιστολήν, ὡς αὖ καὶ τοῦτ’ αὐτῷ πάλιν ἀρέσκει τῷ ᾿Ερασιστράτῳ.

2. ᾿Αναµνηστέον οὖν αὖθις αὐτόν, κἂν µὴ βούληται, τῶν νεφρῶν καὶ λεκτέον, ὡς ἔλεγχος [εἰσὶν] οὗτοι φανερώτατος ἁπάντων τῶν ἀποχωρούντων τῆς ὁλκῆς· οὐδεὶς γὰρ οὐδὲν οὔτ’ εἶπε πιθανόν, ἀλλ’ οὐδ’ ἐξευρεῖν εἶχε κατ’ οὐδένα τρόπον, ὡς ἔµπροσθεν ἐδείκνυµεν, ἕτερον αἴτιον οὔρων διακρίσεως, ἀλλ’ ἀναγκαῖον ἢ µαίνεσθαι δοκεῖν, εἰ φήσαιµεν ἀτµοειδῶς εἰς τὴν κύστιν ἰέναι τὸ οὖρον ἢ ἀσχηµονεῖν τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας µνηµονεύοντας, ληρώδους µὲν οὔσης κἀπὶ τοῦ αἵµατος, ἀδυνάτου δὲ καὶ ἠλιθίου παντάπασιν ἐπὶ τῶν οὔρων. ἓν µὲν δὴ τοῦτο σφάλµα τῶν ἀποστάντων τῆς ὁλκῆς· ἕτερον δὲ τὸ περὶ τῆς κατὰ τὴν ξανθὴν χολὴν διακρίσεως. οὐδὲ γὰρ οὐδ’ ἐκεῖ παραρρέοντος τοῦ αἵµατος τὰ στόµατα τῶν χοληδόχων ἀγγείων ἀκριβῶς διακριθήσεται τὸ χολῶδες περίττωµα. καὶ µὴ διακρινέσθω, φασίν, ἀλλὰ συναναφερέσθω τῷ αἵµατι πάντη τοῦ σώµατος. ἀλλ’, ὦ σοφώτατοι, προνοητικὴν τοῦ ζῴου καὶ τεχνικὴν αὐτὸς ὁ ᾿Ερασίστρατος ὑπέθετο τὴν φύσιν. ἀλλὰ καὶ τὸ χολῶδες ὑγρὸν ἄχρηστον εἶναι παντάπασι τοῖς ζῴοις ἔφασκεν. οὐ συµβαίνει δ’ ἀλλήλοις ἄµφω ταῦτα. πῶς γὰρ ἂν ἔτι προνοεῖσθαι τοῦ ζῴου δόξειεν ἐπιτρέπουσα συναναφέρεσθαι τῷ αἵµατι µοχθηρὸν οὕτω χυµόν; ἀλλὰ ταῦτα µὲν σµικρά· τὸ δὲ µέγιστον καὶ σαφέστατον πάλιν ἐνταῦθ’ ἁµάρτηµα καὶ δὴ φράσω. εἴπερ γὰρ δι’ οὐδὲν ἄλλ’ ἢ ὅτι παχύτερον µέν ἐστι τὸ αἷµα, λεπτοτέρα δ’ ἡ ξανθὴ χολὴ καὶ τὰ µὲν τῶν φλεβῶν εὐρύτερα στόµατα, τὰ δὲ τῶν χοληδόχων ἀγγείων στενότερα, διὰ τοῦθ’ ἡ µὲν χολὴ τοῖς στενοτέροις ἀγγείοις τε καὶ στόµασιν ἐναρµόττει, τὸ δ’ αἷµα τοῖς εὐρυτέροις, δῆλον, ὡς καὶ τὸ ὑδατῶδες τοῦτο καὶ ὀρρῶδες περίττωµα τοσούτῳ πρότερον εἰσρυήσεται τοῖς χοληδόχοις ἀγγείοις, ὅσῳ λεπτότερόν ἐστι τῆς χολῆς. πῶς οὖν οὐκ εἰσρεῖ; ὅτι παχύτερόν ἐστι νὴ Δία τὸ οὖρον τῆς χολῆς· τοῦτο γὰρ ἐτόλµησέ τις εἰπεῖν τῶν καθ’ ἡµᾶς ᾿Ερασιστρατείων ἀποστὰς δηλονότι τῶν αἰσθήσεων, αἷς ἐπίστευσεν ἐπί τε τῆς χολῆς καὶ τοῦ αἵµατος. εἴτε γὰρ ὅτι µᾶλλον ἡ χολὴ τοῦ αἵµατος ῥεῖ, διὰ τοῦτο λεπτοτέραν αὐτὴν ἡµῖν ἐστι νοµιστέον, εἴθ’ ὅτι δι’ ὀθόνης ἢ ῥάκους ἤ τινος ἠθµοῦ ῥᾷον διεξέρχεται καὶ ταύτης τὸ ὀρρῶδες περίττωµα, κατὰ ταῦτα τὰ γνωρίσµατα

1 ... 23 24 25 26 27 28 29 30 31 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?