Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
Перейти на страницу:
δηλοῦν ἔν γε τῷ νῦν προκειµένῳ λόγῳ δυναµένων καὶ τἆλλα προσέθηκα. κάλλιον οὖν µοι δοκεῖ καὶ ἡµᾶς τι συνεισενέγκασθαι τοῖς ᾿Ερασιστρατείοις, ἐπειδὴ κατὰ τοῦτο γεγόναµεν, καὶ συµβουλεῦσαι τοῖς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν ὑπ’ ᾿Ερασιστράτου καλούµενον ἀγγεῖον εἰς ἕτερ’ ἄττα σώµατα στοιχειώδη διαλύουσιν ἀποστῆναι τῆς ὑπολήψεως, ὡς πρὸς τῷ µηδὲν ἔχειν πλέον ἔτι καὶ διαφεροµένοις ᾿Ερασιστράτῳ. ὅτι µὲν οὖν οὐδὲν ἔχει πλέον, ἐπιδέδεικται σαφῶς· οὐδὲ γὰρ ἠδυνήθη διαφυγεῖν τὴν περὶ τῆς θρέψεως ἀπορίαν ἡ ὑπόθεσις· ὅτι δ’ οὐδ’ ᾿Ερασιστράτῳ σύµφωνός ἐστιν, ὃ ἐκεῖνος ἁπλοῦν καὶ πρῶτον ὀνοµάζει, σύνθετον ἀποφαίνουσα καὶ τὴν τῆς φύσεως τέχνην ἀναιροῦσα, πρόδηλον καὶ τοῦτ’ εἶναί µοι δοκεῖ. εἰ µὴ γὰρ κἀν τοῖς ἁπλοῖς τούτοις ἕνωσίν τινα τῆς οὐσίας ἀπολείψοµεν, ἀλλ’ εἰς ἄναρµα καὶ ἀµέριστα καταβησόµεθα στοιχεῖα, παντάπασιν ἀναιρήσοµεν τῆς φύσεως τὴν τέχνην, ὥσπερ καὶ πάντες οἱ ἐκ ταύτης ὁρµώµενοι τῆς ὑποθέσεως ἰατροὶ καὶ φιλόσοφοι. δευτέρα γὰρ τῶν τοῦ ζῴου µορίων κατὰ τὴν τοιαύτην ὑπόθεσιν ἡ φύσις, οὐ πρώτη γίγνεται. διαπλάττειν δὲ καὶ δηµιουργεῖν οὐ τοῦ δευτέρου γεγονότος, ἀλλὰ τοῦ προϋπάρχοντός ἐστιν· ὥστ’ ἀναγκαῖόν ἐστιν εὐθὺς ἐκ σπερµάτων ὑποθέσθαι τὰς δυνάµεις τῆς φύσεως, αἷς διαπλάττει τε καὶ αὐξάνει καὶ τρέφει τὸ ζῷον· ἀλλ’ ἐκείνων [ἕκαστον] τῶν σωµάτων τῶν ἀνάρµων καὶ ἀµερῶν οὐδὲν ἐν ἑαυτῷ διαπλαστικὴν ἔχει δύναµιν ἢ αὐξητικὴν ἢ θρεπτικὴν ἢ ὅλως τεχνικήν· ἀπαθὲς γὰρ καὶ ἀµετάβλητον ὑπόκειται. τῶν δ’ εἰρηµένων οὐδὲν ἄνευ µεταβολῆς καὶ ἀλλοιώσεως καὶ τῆς δι’ ὅλων κράσεως γίγνεται, καθάπερ καὶ διὰ τῶν ἔµπροσθεν ἐνεδειξάµεθα. καὶ διὰ ταύτην τὴν ἀνάγκην οὐκ ἔχοντες, ὅπως τὰ ἀκόλουθα τοῖς στοιχείοις, οἷς ὑπέθεντο, φυλάττοιεν, οἱ ἀπὸ τῶν τοιούτων αἱρέσεων ἅπαντες ἄτεχνον ἠναγκάσθησαν ἀποφήνασθαι τὴν φύσιν. καίτοι ταῦτά γ’ οὐ παρ’ ἡµῶν ἐχρῆν µανθάνειν τοὺς ᾿Ερασιστρατείους, ἀλλὰ παρ’ αὐτῶν τῶν φιλοσόφων, οἷς µάλιστα δοκεῖ πρῶτον ἐπισκοπεῖσθαι τὰ στοιχεῖα τῶν ὄντων ἁπάντων. οὔκουν οὐδ’ ᾿Ερασίστρατον ἄν τις ὀρθῶς ἄχρι τοσαύτης ἀµαθίας νοµίζοι προήκειν, ὡς µηδὲ ταύτην γνωρίσαι δυνηθῆναι τὴν ἀκολουθίαν, ἀλλ’ ἅµα µὲν ὑποθέσθαι τεχνικὴν τὴν φύσιν, ἅµα δ’ εἰς ἀπαθῆ καὶ ἄναρµα καὶ ἀµετάβλητα στοιχεῖα καταθραῦσαι τὴν οὐσίαν. καὶ µὴν εἰ δώσει τιν’ ἐν τοῖς στοιχείοις ἀλλοίωσίν τε καὶ µεταβολὴν καὶ ἕνωσιν καὶ συνέχειαν, ἓν ἀσύνθετον αὐτῷ τὸ ἁπλοῦν ἀγγεῖον ἐκεῖνο, καθάπερ καὶ αὐτὸς ὀνοµάζει, γενήσεται. ἀλλ’ ἡ µὲν ἁπλῆ φλὲψ ἐξ αὑτῆς τραφήσεται, τὸ νεῦρον δὲ καὶ ἡ ἀρτηρία παρὰ τῆς φλεβός. πῶς καὶ τίνα τρόπον; ἐν τούτῳ γὰρ δὴ καὶ πρόσθεν γενόµενοι τῷ λόγῳ τῆς τῶν ᾿Ερασιστρατείων διαφωνίας ἐµνηµονεύσαµεν, ἐπεδείξαµεν δὲ καὶ καθ’ ἑκατέρους µὲν ἄπορον εἶναι τὴν τῶν ἁπλῶν ἐκείνων ἀγγείων θρέψιν, ἀλλὰ καὶ κρῖναι τὴν µάχην αὐτῶν οὐκ ὠκνήσαµεν καὶ τιµῆσαι τὸν ᾿Ερασίστρατον εἰς τὴν βελτίονα µεταστήσαντες αἵρεσιν. αὖθις οὖν ἐπὶ τὴν ἓν ἁπλοῦν ἡνωµένον ἑαυτῷ πάντη τὸ στοιχειῶδες ἐκεῖνο νεῦρον ὑποτιθεµένην αἵρεσιν ὁ λόγος µεταβὰς ἐπισκοπείσθω, πῶς τραφήσεται· τὸ γὰρ εὑρεθὲν ἐνταῦθα κοινὸν ἂν ἤδη καὶ τῆς ῾Ιπποκράτους αἱρέσεως γένοιτο. κάλλιον δ’ ἄν µοι δοκῶ τὸ ζητούµενον ἐπὶ τῶν νενοσηκότων καὶ σφόδρα καταλελεπτυσµένων βασανισθῆναι. πάντα γὰρ τούτοις ἐναργῶς φαίνεται τὰ µόρια τοῦ σώµατος ἄτροφα καὶ λεπτὰ καὶ πολλῆς προσθήκης τε καὶ ἀναθρέψεως δεόµενα. καὶ τοίνυν καὶ τὸ νεῦρον τοῦτο τὸ αἰσθητόν, ἐφ’ οὗπερ ἐξ ἀρχῆς ἐποιησάµην τὸν λόγον, ἰσχνὸν µὲν ἱκανῶς γέγονε, δεῖται δὲ θρέψεως. ἔχει δ’ ἐν ἑαυτῷ µέρη πάµπολλα µὲν ἐκεῖνα τὰ πρῶτα καὶ ἀόρατα νεῦρα τὰ σµικρὰ καί τινας ἀρτηρίας ἁπλᾶς ὀλίγας καὶ φλέβας ὁµοίως. ἅπαντ’ οὖν αὐτοῦ τὰ νεῦρα τὰ στοιχειώδη καταλελέπτυνται δηλονότι καὶ αὐτὰ ἤ, εἰ µηδ’ ἐκεῖνα, οὐδὲ τὸ ὅλον. καὶ τοίνυν καὶ θρέψεως οὐ τὸ µὲν ὅλον δεῖται νεῦρον, ἕκαστον δ’ ἐκείνων οὐ δεῖται. καὶ µὴν εἰ δεῖται µὲν ἀναθρέψεως, οὐδὲν δ’ ἡ πρὸς τὸ κενούµενον ἀκολουθία βοηθεῖν αὐτοῖς δύναται διά τε τὰς ἔµπροσθεν εἰρηµένας ἀπορίας καὶ διὰ τὴν ὑπόγυιον ἰσχνότητα, καθάπερ δείξω, ζητητέον ἡµῖν ἐστιν ἑτέραν αἰτίαν θρέψεως. πῶς οὖν ἡ πρὸς τὸ κενούµενον ἀκολουθία τρέφειν ἀδύνατός ἐστι τὸν οὕτω διακείµενον; ὅτι τοσοῦτον ἀκολουθεῖν ἀναγκάζει τῶν συνεχῶν, ὅσον ἀπορρεῖ. τοῦτο δ’ ἐπὶ µὲν τῶν εὐεκτούντων ἱκανόν ἐστιν εἰς τὴν θρέψιν, ἴσα γὰρ ἐπ’ αὐτῶν εἶναι χρὴ τοῖς ἀπορρέουσι τὰ προστιθέµενα· ἐπὶ δὲ τῶν ἐσχάτως ἰσχνῶν καὶ πολλῆς ἀναθρέψεως δεοµένων εἰ µὴ πολλαπλάσιον εἴη τὸ προστιθέµενον τοῦ κενουµένου, τὴν ἐξ ἀρχῆς ἕξιν ἀναλαβεῖν οὐκ ἄν ποτε δύναιντο. δῆλον οὖν, ὡς ἕλκειν αὐτὰ δεήσει τοσούτῳ πλεῖον, ὅσῳ καὶ δεῖται πλείονος. ᾿Ερασίστρατος δὲ κἀνταῦθα πρότερον ποιήσας τὸ δεύτερον οὐκ οἶδ’ ὅπως οὐκ αἰσθάνεται. διότι γάρ, φησί, πολλὴ πρόσθεσις εἰς ἀνάθρεψιν γίγνεται τοῖς νενοσηκόσι, διὰ τοῦτο καὶ ἡ πρὸς ταύτην ἀκολουθία πολλή. πῶς δ’ ἂν πολλὴ πρόσθεσις γένοιτο µὴ προηγουµένης ἀναδόσεως δαψιλοῦς; εἰ δὲ τὴν διὰ τῶν φλεβῶν φορὰν τῆς τροφῆς ἀνάδοσιν καλεῖ, τὴν δ’ εἰς ἕκαστον τῶν ἁπλῶν καὶ ἀοράτων ἐκείνων νεύρων καὶ ἀρτηριῶν µετάληψιν οὐκ ἀνάδοσιν ἀλλὰ διάδοσιν, ὥς τινες ὀνοµάζειν ἠξίωσαν, εἶτα τὴν διὰ τῶν φλεβῶν µόνῃ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ φησὶ γίγνεσθαι, τὴν εἰς τὰ λόγῳ θεωρητὰ µετάληψιν ἡµῖν ἐξηγησάσθω· ὅτι µὲν γὰρ οὐκέτ’ ἐπὶ τούτων ἡ πρὸς τὸ κενούµενον ἀκολουθία λέγεσθαι δύναται καὶ µάλιστ’ ἐπὶ τῶν ἐσχάτως ἰσχνῶν, ἀποδέδεικται. τί δέ φησιν ἐπ’ αὐτῶν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων ὁ ᾿Ερασίστρατος, ἄξιον ἐπακοῦσαι τῆς λέξεως· “τοῖς δ’ ἐσχάτοις τε καὶ ἁπλοῖς, λεπτοῖς τε καὶ στενοῖς οὖσιν, ἐκ τῶν παρακειµένων ἀγγείων ἡ πρόσθεσις συµβαίνει εἰς τὰ κενώµατα τῶν ἀπενεχθέντων κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκοµένης τῆς τροφῆς καὶ καταχωριζοµένης”. ἐκ ταύτης τῆς λέξεως πρῶτον µὲν τὸ κατὰ τὰ πλάγια προσίεµαί τε καὶ ἀποδέχοµαι· κατὰ µὲν γὰρ αὐτὸ τὸ στόµα τὸ ἁπλοῦν νεῦρον οὐκ ἂν δύναιτο δεχόµενον τὴν τροφὴν οὕτως εἰς ὅλον ἑαυτὸ διανέµειν· ἀνάκειται γὰρ ἐκεῖνο τῷ ψυχικῷ πνεύµατι· κατὰ δὲ τὸ πλάγιον ἐκ τῆς παρακειµένης φλεβὸς τῆς ἁπλῆς ἐγχωρεῖ λαβεῖν αὐτό. δεύτερον δ’ ἀποδέχοµαι τῶν ἐκ τῆς ᾿Ερασιστράτου λέξεως ὀνοµάτων τὸ γεγραµµένον ἐφεξῆς τῷ κατὰ τὰ πλάγια. τί γάρ φησι; “κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκοµένης τῆς τροφῆς”. ὅτι µὲν οὖν ἕλκεται, καὶ ἡµεῖς ὁµολογοῦµεν, ὅτι δ’ οὐ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ, δέδεικται πρόσθεν.
7. ᾿Εξεύρωµεν οὖν κοινῇ, πῶς ἕλκεται. πῶς δ’ ἄλλως ἢ ὡς ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας λίθου δύναµιν ἐχούσης ἑλκτικὴν τοιαύτης ποιότητος; ἀλλ’ εἰ τὴν µὲν ἀρχὴν τῆς ἀναδόσεως ἡ τῆς κοιλίας ἔνθλιψις παρέχεται, τὴν δὲ µετὰ ταῦτα φορὰν ἅπασαν αἵ τε φλέβες περιστελλόµεναι καὶ προωθοῦσαι καὶ τῶν τρεφοµένων ἕκαστον ἐπισπώµενον εἰς ἑαυτό, τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἀποστάντες, ὡς οὐ πρεπούσης ἀνδρὶ τεχνικὴν ὑποθεµένῳ τὴν φύσιν,
Перейти на страницу:
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!