Шрифт:
Интервал:
Закладка:
Вальсамон. Установив пять мест для кающихся, настоящий святый отец не указал ни сроков нахождения на каждом из них, ни грехов, за какие определено покаяние (той или другой степени). А Василий Великий в своих канонических посланиях предал все это с точностью; впрочем, и он врачевание посредством епитимий поставил в зависимость от епископского рассуждения.
Послания св. Афанасия Великого
Послание св. Афанасия Великого Александрийского к Аммуну монаху
Греческий текст
Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ Θεοῦ ποιήματα, οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ Θεοῦ πεποίηκε λόγος· Χριστοῦ γὰρ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις, κατὰ τὸν ἀπόστολον. Ἐπειδὴ δὲ ποικίλα καὶ πολύτροπα τὰ τοῦ διαβόλου βέλη καὶ τοὺς ἀκεραιοτέρους τὴν γνώμην παρασκευάζει ταράττεσθαι, κωλύει τε τῆς συνήθους γυμνασίας τοὺς ἀδελφούς, ὑποσπείρων αὐτοῖς λογισμοὺς ἀκαθαρσίας καὶ μολυσμοῦ, φέρε διὰ βραχέων καὶ τὴν τοῦ πονηροῦ πλάνην ἀπελάσωμεν, τῇ τοῦ Σωτῆρος ἡμῶν χάριτι, καὶ τὴν τῶν ἁπλουστέρων γνώμην στηρίξωμεν. Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς, τῶν δὲ ἀκαθάρτων καὶ ἡ συνείδησις καὶ τὰ πάντα μεμόλυνται. Ἄγαμαι δὲ τοῦ διαβόλου τὸ σόφισμα, ὅτι περ φθορὰ καὶ λύμη ὑπάρχων, λογισμοὺς ὑποβάλλει τὸ δοκεῖν μὲν καθαρότητος, ἔστι δὲ τὸ γινόμενον ἐνέδρα μᾶλλον ἢ δοκιμασία. Ἵνα γὰρ, ὡς προεῖπον, ἀπασχολήσῃ τοὺς ἀσκητὰς τῆς ἐθίμου καὶ σωτηριώδους μελέτης καὶ δόξῃ κρατεῖν κατὰ τοῦτο, τοιαῦτα κινεῖ βομβύκια, ἅτινα φέρει μὲν οὐδὲν τῷ βίῳ χρήσιμον, κενὰς δὲ ζητήσεις καὶ φλυαρίας, ἃς δεῖ παραιτεῖσθαι. Τί γάρ, εἰπέ μοι, ὦ ἀγαπητὲ καὶ εὐλαβέστατε, ἔχει ἁμάρτημα ἢ ἀκάθαρτον φυσική τις ἐκκρισις; Ὡς εἴ τις ἐθέλοι ποιεῖσθαι ἔγκλημα καὶ τὰς διὰ ῤινῶν ἐκπεμπομένας μύξας καὶ τὰ διὰ τοῦ στόματος πτύσματα. Ἔτι δὲ καὶ τούτων ἔχομεν λέγειν πλείονα, τὰς διὰ γαστέρων ἐκκρίσεις, ἅπερ τῷ ζῴῳ πρὸς τὸ ζῇν ἀναγκαῖα καθέστηκεν. Ἔτι τε, εἰ τῶν τοῦ Θεοῦ χειρῶν ἔργον πιστεύομεν εἶναι τὸν ἄνθρωπον, κατὰ τὰς θείας Γραφὰς, πῶς ἠδύνατο ἐκ καθαρᾶς δυνάμεως ἔργον τι γενέσθαι μεμολυσμένον; Καὶ εἰ γένος τοῦ Θεοῦ ὑπάρχομεν, κατὰ τὰς θείας τῶν Ἀποστόλων Πράξεις, οὐδὲν ἔχομεν ἐν ἑαυτοῖς ἀκάθαρτον. Τότε γὰρ μόνον μεμολύσμεθα, ὅτε δὴ τὴν δυσωδεστάτην ἁμαρτίαν ἐργαζόμεθα. Ὅτε δὲ φυσική τις ἀβουλήτως ἔκκρισις γίνεται, τότε τῇ τῆς φύσεως ἀνάγκῃ μετὰ τῶν ἄλλων, ὡς προείπομεν, καὶ τοῦτο ὑπομένομεν. Ἀλλ’ ἐπειδή περ οἱ θέλοντες ἀντιλέγειν μόνον τοῖς ὀρθῶς λεγομένοις, μᾶλλον δὲ παρὰ Θεοῦ πεποιημένοις, παραφέρουσι καὶ ῥητὸν εὐαγγελικόν, ὡς ὅτι οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα, ἀναγκαίως αὐτῶν καὶ ταύτην τὴν ἀλογίαν, οὐ γὰρ ἂν εἴποιμεν ζήτησιν, ἐλέγξωμεν. Πρῶτον μὲν γὰρ καὶ τὰς Γραφάς, κατὰ τὰς ἰδίας ἀμαθίας, ἀστήρικτοι ὄντες, βιάζονται. Ἔχει δὲ τὸ θεῖον οὕτω λόγιον· Τινῶν γὰρ πάλιν τούτοις ὁμοίως ἐνδοιαστῶς ἐχόντων περὶ βρωμάτων, αὐτὸς ὁ Κύριος λύων αὐτῶν τὴν ἄγνοιαν, ἤγουν τὴν ἀπάτην δημοσιεύων, φησί, μὴ τὰ εἰσερχόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα. Εἶτα ἐπάγει καὶ πόθεν ἐξερχόμενα; Καὶ φησὶ τὰ ἀπὸ τῆς καρδίας, ἐκεῖ γὰρ εἶναι τοὺς πονηροὺς θησαυροὺς τῶν βεβήλων λογισμῶν καὶ τῶν ἄλλων ἁμαρτημάτων γινώσκει. Συντομώτερον δὲ ὁ ἀπόστολος αὐτὸ δεδιδαγμένος, φησί· Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Φαίη δ’ ἄν τις καὶ νῦν εὐλόγως, φυσική τις ἔκκρισις ἡμᾶς οὐ παρίστησι πρὸς τιμωρίαν. Τάχα δὲ καὶ παῖδες ἰατρῶν, ἵνα κἄν ἐκ τῶν ἔωθεν δυσωπηθῶσιν, ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ ζώῳ δέδονταί τινες ἀναγκαῖαι διέξοδοι πρὸς τὸ τῶν ἐν ἡμῖν ἑκάστῳ μελῶν τρεφομένων χυμῶν τὸ περιττὸν ἀποπέμπειν, οἷον κεφαλῆς περιττώματα, τρίχες, καὶ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα, καὶ γαστρὸς διαχωρήματα. Καὶ τοίνυν τῶν σπερματικῶν πόρων ἐκεῖνο περίττωμα. Ποία τοίνυν ἐστὶ πρὸς Θεοῦ, ὦ πρεσβύτα θεοφιλέστατε, ἁμαρτία, αὐτοῦ τοῦ πλάσαντος τὸ ζῶον Δεσπότου θελήσαντος καὶ ποιήσαντος ταῦτα τὰ μέλη, τοιαύτας ἔχειν διεξόδους; Ἐπειδὴ δὲ δεῖ προλαμβάνειν τὰ τῶν πονηρῶν ἐναντιώματα, εἴποιεν γὰρ ἄν, οὐκοῦν οὐκ ἔστιν ἁμαρτία οὐδέ ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ τοῦ δημιουργοῦ διαπέπλασται, πρὸς τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύσωμεν, φάσκοντες· Ποίαν λέγεις χρῆσιν; τὴν ἔννομον, ἣν ὁ Θεὸς ἐπέτρεψε, λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν; ἣν ὁ ἀπόστολος ἀπεδέξατο, εἰπών· Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος; ἢ τὴν δημώδη μέν, λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελουμένην; Ἐπεὶ καὶ τῶν ἄλλων τῶν ἐν τῷ βίῳ γινομένων εὑρήσομεν τὰς διαφορὰς κατά τι γινομένας· οἷον φονεύειν οὐκ ἔξεστιν, ἀλλ’ ἐν πολέμῳ ἀναιρεῖν τοὺς ἀντιπάλους, καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον. Οὕτω γοῦν καὶ τιμῶν μεγάλων οἱ κατὰ πόλεμον ἀριστεύσαντες ἀξιοῦνται καὶ στῆλαι τούτων ἐγείρονται, κηρύττουσαι τὰ κατορθώματα. Ὥστε τὸ αὐτό, κατά τι μὲν καὶ κατὰ καιρόν, οὐκ ἔξεστι, κατά τι δὲ καὶ εὐκαίρως, ἀφίεταί τε καὶ συγκεχώρηται. Ὁ αὐτὸς οὖν λόγος καὶ περὶ τῆς μίξεως. Μακάριος ὃς ἐν νεότητι ζυγὸν ἔχων ἐλεύθερον, τῇ φύσει πρὸς παιδοποιΐαν κέχρηνται∙ εἰ δὲ πρὸς ἀσέλγειαν, πόρνους καὶ μοιχούς, ἡ παρὰ τῷ Ἀποστόλῳ τιμωρία ἐκδέξεται. Δύο γὰρ οὐσῶν ὁδῶν ἐν τῷ βίῳ περὶ τούτων, μιᾶς μὲν μετριωτέρας καὶ βιωματικῆς, τοῦ γάμου λέγω, τῆς δὲ ἑτέρας, ἀγγελικῆς καὶ ἀνυπερβλήτου, τῆς παρθενίας. Εἰ μέν τις τὴν κοσμικήν, ἤτοι τὸν γάμον ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψεται· λήψεται γάρ, ἐπείπερ φέρει καὶ αὐτὸς καρπόν, τὸν τριάκοντα. Εἰ δὲ τὴν ἁγνήν τις καὶ ὑπερκόσμιον ἀσπάσοιτο, εἰ καὶ τραχεῖα παρὰ τὴν πρώτην καὶ δυσκατόρθωτος ἡ ὁδός, ὅμως ἔχει χαρίσματα θαυμασιώτερα, τὸν γὰρ τέλειον καρπόν, τὴν ἑκατοντάδα ἐβλάστησεν. Ὥστε τὰ ἀκάθαρτα αὐτῶν καὶ πονηρὰ ζητήματα, λύσεις ἰδίας ἔσχηκε καὶ παρὰ τῶν θείων Γραφῶν πάλαι προλυθείσας. Ὑποστήριζε τοίνυν, ὦ πάτερ, τὰς ὑπὸ σαὐτὸν ἀγέλας ἐκ τῶν ἀποστολικῶν παρακαλῶν, ἐκ τῶν εὐαγγελικῶν ψυχαγωγῶν, ἐκ τῶν ψαλμῶν συμβουλεύων· Ζῆσόν με, λέγων, κατὰ τὸ λόγιόν σου· λόγιον δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς καρδίας λατρεύειν αὐτῷ. Τοῦτο γὰρ εἰδὼς ὁ αὐτὸς προφήτης, ὥσπερ ἑαυτὸ μεταφράζων, λέγει· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός; ἵνα μὴ ῥυπώδεις λογισμοί με ταράξωσι. Πάλιν Δαβίδ· Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με, ἵνα, κἄν ποτε λογισμοί με θορυβήτωσαν, ἰσχυρά τις δύναμις παρὰ σοῦ στηρίξῃ με, ὥσπερ κρηπὶς τυγχάνουσα. Αὐτὸς τοίνυν ταῦτα καὶ τὰ τοιαῦτα συμβουλεύων, λέγε πρὸς τοὺς βράδιον τῇ ἀληθείᾳ πειθομένους· Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ θαρρῶν Κυρίῳ ὅτι πείσεις ἀποσχέσθαι τῆς τοιαύτης κακίας, ψάλλε· Καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Γένοιτο δὲ τοὺς μὲν κακοήθως ζητοῦντας, παύσασθαι τῆς τοιαύτης ματαιοπονίας, τοὺς δὲ