litbaza книги онлайнРазная литератураСочинения. Том 3 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 63 64 65 66 67 68 69 70 71 ... 145
Перейти на страницу:
γυναῖκες

ἤϊσαν, αἳ μνηστῆρσιν ἐμι<σ>γέσκοντο πάροιθεν,

ἀλλήλοισι γέλω[τά] τε καὶ εὐφροσύνην παρέχουσαι.

τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·

πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,

ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,

ἢ ἔτ’ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι

ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει

[ἀγαζομένου κακὰ ἔργα].

3.3.9. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσ<σ>ι βεβῶσα

ἄνδρ’ ἀγνοιήσασ’ ὑλάει μέμονέν τε μάχεσθαι,

ὥς ῥα τοῦ ἔνδον ὑλάκτει <ἀγαζομένου κακὰ ἔργα·>

στῆθος δὲ πλήξας κραδίην ἠν[ε]ίπαπε μύθῳ·

˝τέτλαθι δή, κραδίη˙ καὶ κύντερον ἄλλο ποτ’ ἔτλης

ἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψ

ἰφθίμους ἑτάρους, σὺ δ’ ἐτόλμας, ὄφρα σε μῆτις

ἐξάγαγ’ ἐξ ἄντροιο οἰόμενον θανέεσθαι.˝

ὣς ἔφατ’ ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ.”

3.3.10. εἰ μὴ σαφῶς ἐν τούτοις ῞Ομηρος ἐκδιηγεῖται μάχην θυμοῦ πρὸς λογισμὸν ἐν ἀνδρὶ φρονίμῳ καὶ νίκην μὲν τοῦ λογισμοῦ, τοῦ θυμοῦ δ’ εὐπείθειαν πρὸς αὐτόν, οὐδ’ ἄλλ’ οὐδὲν ἄν τις ἡμῖν συγχωρήσειε μανθάνειν τοῦ ποιητοῦ.

3.3.11. τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν ἀχθέντων οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις ὅ τι χρήσαιτο. τὰς γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν ᾿Οδυσσεὺς ὑπὸ μὲν τοῦ θυμοῦ βιαίως εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ τοῦ λογισμοῦ κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος.

3.3.12. ἐπεὶ δ’ οὐκ ἠδύνατο ῥᾳδίως πείθειν ὁ λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρόν, σφοδρότερον αὐτῷ προσφέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος ἀντισπῶν βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι πρὸς αὑτόν˙ “καρτέρει κατὰ τὸ παρόν, ὦ γενναιοτάτη καρδία, καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπος, ὁρῶσα τοὺς ἑταίρους ὑπ’ αὐτοῦ διαφθειρομένους.”

3.3.13. ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ Πολιτείας, ἀκαιρότατα δ’ ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν θυμόν.

3.3.14. ᾔδει μὲν γὰρ ὡς ἀνόσιόν τι καὶ δεινὸν ἔργον ἐργάζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ τοῦτ’ ὤκνει τε καὶ ἀνεβάλλετο καὶ οὐκ εὐθὺς ὁρμήσασα ἔπραξε τοὖργον.

3.3.15. αὖθις δ’ αὐτὴν ὁ θυμὸς ὥσπερ τις ἵππος δυσπειθὴς νικήσας τὸν ἡνίοχον ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ καὶ ἔπειτα πάλιν ὁ λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶτ’ αὖθις ἀνθεῖλκεν ὁ θυμός, εἶτ’ αὖθις ὁ λογισμός.

3.3.16. ὥστε πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη, ὡς συνεχώρησε τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν ὁ Εὐριπίδης αὐτήν˙

“καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,

θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.”

3.3.17. μανθάνει μὲν δήπου τὸ μέγεθος ὧν μέλλει δράσειν κακῶν ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δ’ εἶναί φησιν αὐτοῦ τὸν θυμὸν καὶ διὰ τοῦθ’ ὑπ’ ἐκείνου πρὸς τοὖργον ἀπάγεσθαι βιαίως ἔμπαλιν ᾿Οδυσσεῖ τῷ λογισμῷ τὸν θυμὸν ἐπισχόντι.

3.3.18. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς ὁ θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ˙ ῾Ελλήνων δὲ καὶ πεπαιδευμένων, οἷόν περ αὖ πάλιν ὁ ποιητὴς ὑπέθετο τὸν ᾿Οδυσσέα, κρείττων ὁ λογισμὸς τοῦ θυμοῦ.

3.3.19. πολλάκις μὲν οὖν ὁ λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς κρείττων ἐστίν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι, καὶ τοῦτο μὲν τοῖς εἰς τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει˙

3.3.20. πολλάκις δ’ ὁ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον ὡς ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός, ὁρᾶται δ’ ἔν τε πολλοῖς τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς, ἔτι δὲ θηρίων οὐκ ὀλίγοις καὶ ἀνθρώπων τοῖς θηριώδεσιν˙

3.3.21. ἔστιν ὅτε δὲ οὐδέτερον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν ὡς ἐφέλκεσθαι παραχρῆμα θάτερον, ἀλλ’ ἐναντιοῦταί τε πρὸς ἄλληλα καὶ διαμάχεται καὶ νικᾷ τῷ χρόνῳ θάτερον, ἐπ’ ᾿Οδυσσέως μὲν ὁ λογισμός— ἐπὶ Μηδείας δ’ ὁ θυμός—, ὡς δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς ἢ εἰ μὴ μόρια, πάντως γε δυνάμεις τινές.

3.3.22. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων οὔτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς ὅμως οὐκ ὀκνεῖ τῶν ᾿Οδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν ἐναργῶς καταβαλ<λ>όντων τὴν δόξαν αὐτοῦ.

3.3.23. πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιούτοις ἀνδράσι μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματ’ αὐτῶν ὡς μαρτυρούντων μνημονεύουσιν;

3.3.24. ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν συνίστασθαι μαρτυρούντων ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν.

3.3.25. ὥσπερ γὰρ ἐξ ῾Ομήρου καὶ ῾Ησιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτως ἐξ ᾿Ορφέως καὶ ᾿Εμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλ<λ>ων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα˙

“αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.”

3.3.26. ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμόν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν.

3.3.27. οὐδὲν γάρ, ὡς οἴεται, τῶν ἀλόγων ζῴων οὔτε τὸ θυμοειδὲς οὔτε τὸ ἐπιθυμητικὸν οὔτε τὸ λογιστικὸν ἔχει ἀλλ’ ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον γράμμα, παρὰ πᾶσαν τὴν ἐνάργειαν ἀφαιροῦνται τῶν εἰρημένων ἁπάντων αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί.

3.3.28. Τυρταῖος δέ γε, καθάπερ οὖν καὶ ῞Ομηρος καὶ ῾Ησίοδος καὶ ἁπλῶς εἰπεῖν ἅπαντες οἱ ποιηταί, σφοδρότατον ἔχειν φησὶ τοὺς λέοντας τὸν θυμόν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν ᾖ θυμοειδέστατος, εἰκάζουσι λέοντι˙ καὶ χωρὶς δὲ τῶν ποιητῶν ἅπαντες ἄνθρωποι τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν,

3.3.29. [οὕτως] οὐδὲ τοῖς ἀθληταῖς παύονται καθ’ ἑκάστην ἡμέραν οὕτως ἐγκελευόμενοι. καὶ τοὐναντίον ἔοικεν ἅπαν ἢ βούλεται συμπίπτειν τῷ Χρυσίππῳ.

3.3.30. τῶν γὰρ ἀπὸ τῆς φύσεως αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν ἑκάστοτε καὶ ῥητορικῶς μᾶλλον ἢ φιλοσόφως ἐν πλήθει μαρτύρων τὸ νικᾶν θέμενος ὑπ’ αὐτῶν ὧν ἐπικαλεῖται προ[παρα]δίδοται.

3.4.1. Καὶ γὰρ οὖν ὅταν εἴπῃ διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τἀνδρός, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς λεγομένοις ὡς γνωρίζειν ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλ’ ἐκείνους μὲν ἅπαντας ἐπειδὰν σκώπτωσιν οὐκ ἔχειν ἐγκέφαλόν φασι, τοὺς ἀτόλμους δὲ καὶ δειλοὺς ἀκαρδίους ὀνομάζουσιν.

3.4.2. ἐξελέγχεται τοίνυν κἀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν ἐπικαλεῖται

1 ... 63 64 65 66 67 68 69 70 71 ... 145
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?