litbaza книги онлайнРазная литератураСочинения. Том 4 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 79 80 81 82 83 84 85 86 87 ... 128
Перейти на страницу:
ἀρτηρίας ἀναγκαίως εἰς τὸ στόµα τὸν ἔξωθεν ἀέρα, µικρὸν δ’ ὕστερον ἐκθλίβει συστελλόµενος ἐν ταῖς ἐκπνοαῖς.

8.8.7. τουτὶ µὲν τὸ ἔργον ἐν τῷ δευτέρῳ Περὶ µυῶν κινήσεως ἐδείχθη προαιρετικόν· τὸ δὲ ἕτερον, ὃ καλεῖται σφυγµός, ὑπό τε τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται, τῇ µὲν διαστολῇ διὰ τῶν εἰς τὸ δέρµα καθηκόντων στοµάτων ἑλκουσῶν τῶν ἀρτηριῶν εἰς τὸ σῶµα τὸν ἔξωθεν ἀέρα τριῶν ἕνεκα χρειῶν, ἐµψύξεως, ῥιπίσεως, γενέσεως πνεύµατος ψυχικοῦ, τῇ συστολῇ δ’ ἐκθλιβουσῶν ὅσον αἰθαλῶδες ἢ καπνῶδες ἐγενήθη κατ’ αὐτὰς τῶν χυµῶν.

8.8.8. ἀποδέδεικται δὲ περὶ µὲν ἀναπνοῆς ἐν τῷ Περὶ χρείας ἀναπνοῆς ὑποµνήµατι, περὶ δὲ σφυγµῶν ἐν τῷ Περὶ χρείας σφυγµῶ<ν>.

8.8.9. ὅτι δ’ ὁ θώραξ διαστελλόµενος ἕλκει τὸν ἔξωθεν ἀέρα, κατὰ τὰ περὶ θώρακος καὶ πνεύµονος κινήσεως ὑποµνήµατα δέδεικται.

8.8.10. τίνες δ’ εἰσὶν οἱ διαστέλλοντες αὐτὰ µῦς ἢ τίνες οἱ <συσ>τέλλοντες, ἐν τοῖς Περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἐδείχθη.

8.8.11. τὰ δ’ ἕκαστον τούτων τῶν µυῶν νεῦρα κινοῦντα πάντ’ ἐκ τοῦ νωτιαίου πέφυκεν οὐ κατ’ ἐµὲ µόνον, ἀλλὰ καὶ κατὰ πάντας τοὺς ἀνατοµικούς, αὐτὸς δὲ ὁ νωτιαῖος ἐξ ἐγκεφάλου, ὥστ’ <ἐξ> ἐκείνου διὰ µέσου τοῦ νωτιαίου τὰ νεῦρα τὴν καθ’ ὁρµὴν κίνησιν ἐπιφέρει τοῖς τοῦ θώρακος µυσίν, ὑφ’ ὧν διαστελλόµενος ἕλκει τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύµονα, συστελλόµενος δ’ ἐκθλίβει διὰ τῶν αὐτῶν.

8.8.12. ῞Hµαρτεν οὖν ὁ Πλάτων µὴ βουληθεὶς ἀκολουθῆσαι τῷ ῾Ιπποκράτει λέγοντι κατὰ τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον “καὶ ταῦτα ποιήσει σοι πάντα πάσην ἡµέρην καὶ νύκτα καὶ χειµῶνος καὶ θέρεος µέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦµα ἕλκειν εἰς ἑαυτὸν καὶ πάλιν µεθιέναι.”

8.8.13. ἕλκει µὲν οὖν εἰς ἑαυτὸν ὁ ἄνθρωπος τὸν ἔξωθεν ἀέρα διὰ τοῦ στόµατος εἰς τὸν πνεύµονα, διὰ δὲ τοῦ δέρµατος εἰς τὰς ἀρτηρίας, ἀντεκπέµπει δὲ δι’ ὧν ἔλαβεν αὖθις.

8.8.14. ἡ µὲν οὖν ἑτέρα τῶν ἐνεργειῶν ἀναπνοὴ καλεῖται, διαπνοὴ δ’ ἡ διὰ τοῦ δέρµατος, ἃς ἀµφοτέρας εἰς ἓν συναγαγὼν ὁ Πλάτων οὔτε συνηµµένας ἀλλήλαις οὔθ’ ὑπὸ µιᾶς δυνάµεως γιγνοµένας, ὡς ἐπιδέδεικται δι’ ὧν εἶπον ἀρτίως ὑποµνηµά των, τὸν περὶ τῆς ἀναπνοῆς λόγον ἐν Τιµαίῳ συνέθηκεν ἔχοντα κατὰ λέξιν ὧδε·

8.8.15. “πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωµεν πάθος, αἷς χρώµενον αἰτίαις τοιοῦτον γέγονεν οἷον τὰ νῦν ἐστιν.

8.8.16. ὧδ’ οὖν· ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φεροµένων δύναιτ’ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦµα φέρεται παρ’ ἡµῶν ἔξω, τὸ µετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενὸν ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ· τὸ δὲ ὠθούµενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόµενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθε τὸ πνεῦµα εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν συνέπεται τῷ πνεύµατι, καὶ τοῦτο ἅµα πᾶν οἷον τροχοῦ περιαγοµένου γίγνεται διὰ τὸ κενὸν µηδὲν εἶναι.

8.8.17. διὸ δὴ τὸ τῶν στηθῶν καὶ τοῦ πνεύµονος ἔξω µεθιὲν τὸ πνεῦµα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶµα ἀέρος εἴσω διὰ µανῶν τῶν σαρκῶν δυοµένου καὶ περιελαυνοµένου γίγνεται πλῆρες· αὖθις δ’ ἀποτρεπό µενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώµατος ἔξω ἰὼν ἔσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ στόµατος καὶ τὴν τῶν µυκτήρων δίοδον.”

8.8.18. Tὴν τοῦ τροχοῦ περιαγωγὴν οὐχ ἁπλῆν δεῖ νοεῖν, ἀλλ’ ἐξ ἐναντίων κινήσεων συγκειµένην, ὅταν µὲν ἐπὶ τὸ δέρµα τὸ ἔµφυτον ὁρµήσῃ θερµόν, ὠθουµένου τε καὶ περιελαυνοµένου τοῦ ἐκτὸς ἀέρος εἰς τὸ σῶµα διὰ τοῦ στόµατος, ὅταν δ’ αὖ πάλιν ὁρµήσῃ διὰ τοῦ στόµατος ἔξω φέρεσθαι, περιωθουµένου τοῦ περιέ χοντος ἡµᾶς ἀέρος εἰς τὸ σῶµα διὰ τοῦ δέρµατος, ὡς ἐνέργειαν µὲν εἶναι [διὰ] τῆς φύσεως ἡµῶν τὴν ἐκπνοὴν καὶ διαπνοήν, πάθος δὲ τὴν εἰσπνοήν, οὐ µόνον τὴν διὰ τοῦ στόµατος, ἀλλὰ καὶ τὴν διὰ τοῦ δέρµατος.

8.8.19. ἐν οὐδετέρᾳ δ’ αὐτῶν ὁ Πλάτων προσχρῆται τῇ προαιρέσει καίτοι φανερῶς ἐν ἡµῖν ὄντος καὶ τοῦ θᾶττον καὶ βραδύτερον ἔλαττόν τε καὶ πλέον καὶ πυκνότερον εἰσπνεῦσαί τε καὶ ἐκπνεῦσαι.

8.8.20. ἔτι γοῦν ὁ λόγος τοῦ Πλάτωνος ἐλέγχεται καὶ ὅτι µετὰ τὴν συστολὴν τῶν ἀρτηριῶν ἐχρῆν εὐθέως εἰσπνοὴν γίγνεσθαι, µετὰ δὲ τὴν ἐκπνοὴν εὐθέως διαστολὴν τῶν ἀρτηριῶν.

8.8.21. φαίνεται δ’ οὐχ οὕτω συµβαῖνον, ἀλλ’ ἐὰν θελήσωµεν ἐπισχεῖν πλέονι χρόνῳ τὴν ἀναπνοήν, εὐθέως αἱ ἀρτηρίαι µετὰ τῆς καρδίας κινοῦνται.

8.8.22. καὶ µέντοι καὶ διαστέλλονται µὲν εἰσπνεόντων ἐνίοτε, συστέλλονται δ’ ἐκπνεόντων καὶ κατὰ µιᾶς ἀναπνοῆς χρόνον ἑπτάκις ἢ ὀκτάκις ἢ καὶ δεκάκις ἡ καρδία µετὰ τῶν ἀρτηριῶν φαίνεται διαστελλοµένη τε καὶ συστελλοµένη. ἀλλὰ καὶ αὐτὸς ὁ τῆς περιώσεως λόγος ἄτοπος· ὑπὸ γὰρ τῆς ἐκπνοῆς περιελαυνόµενον τὸν ἀέρα φέρεσθαι πάλιν ἔσω διὰ τοῦ δέρµατος οὐκ ἀναγ καῖον. ἑποµένης γὰρ τῆς ἐκπνοῆς τῇ συστολῇ τῶν ἀναπνευστικῶν ἐκείνῃ τῇ συστολῇ ἀκολουθῶν ὁ περικεχυµένος ἡµῖν ἀὴρ χώραν παρέχει τῷ ἐκπνεοµένῳ. ὅτι δὲ καὶ τἆλλα ὅσα τὴν ὁλκὴν ἀναιρῶν εἶπεν ὁ Πλάτων ἀτόπως ἐπικεχείρηται, κατὰ τὴν ἐξήγησιν αὐτῶν εἰρήσεται.

8.9.1. Νυνὶ γὰρ ἀρκεῖ µόνον δεδηλῶσθαι περὶ ὧν ὁµολογεῖ τε καὶ διαφέρεται τῷ ῾Ιπποκράτει.

8.9.2. προσθῶµεν οὖν αὐτῷ καὶ τἆλλα. φαίνεται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς λόγῳ συνακολουθῶν ὁ Πλάτων τῷ ῾Ιπποκράτει βουλοµένῳ τὴν µὲν εἰσπνοὴν ἐµψύξεως ἕνεκα γίγνεσθαι τῆς ἐµφύτου θερµασίας, τὴν δὲ ἐκπνοὴν ἀποχύσεως καὶ διαπνοῆς τῶν λιγνυωδῶν περιττωµάτων.

8.9.3. ἐν ᾗ δὲ ταῦτα λέγει ῥήσει καὶ περὶ τοῦ φέρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύµονα διῆλθεν ἐχούσῃ κατὰ λέξιν οὕτως·

8.9.4. “τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυµοῦ ἐγέρσει προ[σ]γιγνώσκοντες ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔµελλεν οἴδησις γενέσθαι τῶν θυµουµένων, ἐπικουρίαν αὐτῇ µηχανώµενοι τὴν τοῦ πνεύµονος ἰδέαν ἐνεφύτευσαν, πρῶτον µὲν µαλακὴν καὶ ἄναιµον, εἶτα σήραγγας ἐντὸς ἔχουσαν οἷον σπόγγου κατατετρηµένας, ἵνα τὸ πνεῦµα καὶ τὸ πόµα δεχοµένη ψύχουσα ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ καύµατι παρέχοι.”

8.9.5. εἰ µὲν οὖν ἡγεῖται Πλάτων ἅπαν τὸ πόµα καταπίνειν ἡµᾶς εἰ<ς> τὸν πνεύµονα, δίκαιός ἐστι καταγιγνώσκεσθαι προ-φανέστατον πρᾶγµα µὴ γιγνώσκων· εἰ δὲ µέρος τι τοῦ πόµατος ἡγεῖτο διὰ τῆς τραχείας ἀρτηρίας παρηθούµενον εἰς τὸν πνεύµονα καταφέρεσθαι, τῶν ἐνδεχοµένων τι λέγει παραπλησίως τοῖς ἄλλοις δογµατικοῖς, περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους ἰατροί τε καὶ φιλόσοφοι.

8.9.6. οὐ ταὐτὸν δ’ ἐστὶν ἢ ψεῦδός τι λέγειν ἢ καταγέλαστον, ἐπεί τοι καὶ αὐτὸν ᾿Ερασίστρατον ἐδείξαµεν ἔν τε τῷ Περὶ χρείας ἀναπνοῆς καὶ σφυγµῶν χρείας τε ἅµα καὶ γενέσεως, ἔτι δὲ καταπόσεώς τε καὶ πέψεως ἐσφαλµένον· ἀλλ’ οὐ κατεγελάσαµεν αὐτοῦ διότι µὴ πᾶν τὸ ψεῦδος εὐθύς ἐστι καὶ καταγέλαστον, ἐπεί τοι καὶ περὶ φλεγµονῆς γενέσεως καὶ πυρετοῦ διαγνώσεως ἔν τε τοῖς περὶ

1 ... 79 80 81 82 83 84 85 86 87 ... 128
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?