Шрифт:
Интервал:
Закладка:
4.6.27. “διὸ καὶ τοιαύτας ἐστὶν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι καὶ ἐᾶν αὐτούς, εἴτε ἄμεινον εἴτε μή, καὶ μηθὲν λέγειν αὐτοῖς, καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς.”
4.6.28. καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα τὴν θυμοειδῆ δύναμιν ἑτέραν τινὰ τῆς λογιζομένης ἐνδείκνυται καὶ τὴν ὁρμὴν τοῦ ζῴου ποτὲ μὲν ὑπ’ ἐκείνης ἄρχεσθαι διδάσκει, ποτὲ δ’ ὑπὸ τῆς ἐπιθυμητικῆς, ὅταν γ’ ἐν πάθει καθεστήκῃ, καθάπερ ὅταν ἔξω πάθους ὑπὸ τῆς λογικῆς.
4.6.29. ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, κάθαπερ ἔχει καὶ τάδε· “οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστάς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ’ οὐδ’ ὅλως ὑπομονητικοὺς ἀκοῦσαί τινος τοιούτου”.
4.6.30. καὶ γὰρ καὶ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρ-τυρεῖ, καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε· “οὕτως τε μακρὰν ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι ἢ προσέχειν τινὶ τοιούτῳ, ὥστε μηδὲ τὰ τοιαῦτα ἄπο τρόπου ἔχει<ν> γ’ αὐτοῖς λέγεσθαι·
˝Κύπρις γὰρ οὐδὲ νουθετουμένη χαλᾷ·
ἂν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ.˝
˝νουθετούμενος δ’ ῎Ερως
μᾶλλον πιέζει˝”.
4.6.31. καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ πα-λαιῷ μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως· ἔχει δ’ οὕτως· “ἔτι δ’ ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώμονα τοῖς γινομένοις ἐν τῷ ἐρᾶν ἀποκλίνουσι τὸν λόγον, καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι ἐπιορκεῖν.”
4.6.32. καὶ ἔτι τὰ τούτων ἑξῆς ἔτι μᾶλλον· “ἐξείη —φασίν— αὑτοῖς τὸ ἐπιὸν ποιεῖν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ.” ἐνταῦθα μέν γε ναὶ μὰ τὸν Δία σαφῶς εἶπεν “ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ” καθάπερ ἔμπροσθεν ἔφη[ν] “τῷ θυμῷ”.
4.6.33. λόγῳ δ’ οὔτ’ ἐν τούτοις οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν ἑξῆς ἀκο-λουθεῖν φήσει τοὺς ἐν πάθει καθεστηκότας, ἀλλ’ ἀπεστράφθαι διὰ παντὸς αὐτὸν καὶ φεύγειν καὶ μὴ προσίεσθαι καὶ πάνθ’ ὅσα τοιαῦτα.
4.6.34. καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ φησι
“τὸν νοῦν ἔχων ὑποχείριον
εἰς τὸν πίθον δέδωκα,”
φανερῶς κἀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κἀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’ ἑαυτοῖς εἶναι μηδ’ ἐν ἑαυτοῖς λέγῃ ταυτί·
4.6.35. “οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι τοῖς ἐπὶ τῶν δρόμων προεκφερομένοις παρα-πλησίως κατὰ τὸ πλεονάζον τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμήν, τῶν δὲ παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως <ὡς> οἵ γε κρατοῦντες τῆς κινήσεως καθ’ ἑαυτοὺς ἂν κινεῖσθαι λέγοι-ντο, ἀλλὰ κατ’ ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν.”
4.6.36. ὁμολογεῖ κἀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς ἐμπαθέσιν ὁρμάς, ὀρθότατα γιγνώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν ἀλλ’ ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν.
4.6.37. οὐ γὰρ διὰ τοῦτο λέγομεν αὐτοὺς ἑαυτῶν ἔξω καθε-στηκέναι καὶ μὴ ἐν αὑτοῖς εἶναι, διότι τὸ βιαζόμενον αὐτοὺς ὁρμᾶν κατὰ τὸ πάθος ἔξωθέν ἐστιν, ἀλλ’ ὅτι παρὰ φύσιν ἔχου-σιν, εἴγε τὸ λογικὸν τῆς ψυχῆς ᾧ κρατεῖν καὶ ἄρχειν τῶν ἄλλων ἦν κατὰ φύσιν, οὐ κρατεῖ νῦν ἀλλὰ κρατεῖται καὶ ἄρχεται πρὸς τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων·
4.6.38. ὅπερ οἶμαι καὶ διὰ τῶν τοιούτων παραδειγμάτων ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδῃ γεγραμμένον ῾Ηρακλέους πρὸς ῎Αδμητον διάλο-γον· ἔχει δ’ ὧδε·
“τί δὲ ἂν προκόπτοις, εἰ θέλεις στένειν ἀεί;”
ταυτὶ μὲν ῾Ηρακλῆς λέγει, ὁ δ’ ῎Αδμητος ἀποκρίνεται
“ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.”
4.6.39. δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως οὐ τῆς λο-γικῆς ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν καὶ ἄγει τὸν ἄνθρωπον εἰς ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει.
4.6.40. παρατίθεται δὲ καὶ τὰ τοῦ ᾿Αχιλλέως πρὸς τὸν Πρία-μον εἰρημένα·
“ἄνσχεο μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
οὐ γάρ τι πρήξεις ἀκα[σ]χήμενος υἷος ἑῆος
οὐδέ μιν ἀνστήσεις· πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.”
4.6.41. ταῦτα μέν φησι λέγειν αὐτὸν “παρ’ αὑτῷ διαλεγόμενον,” οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν, ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσι καὶ μὴ κρατεῖν ἑαυτοῦ νικώμενον ὑπὸ τῶν παθῶν.
4.6.42. καὶ γὰρ οὖν κἀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’ οὔ, καὶ πάνθ’ ὅσα τοιαῦτα τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιᾷ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος.
4.6.43. ὁμοίως δ’ εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ Περὶ τῶν παθῶν βιβλίον· “τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται.”
4.6.44. καὶ πάλιν, “οὕτω γὰρ ἐξιστάμεθα καὶ ἔξω γινόμεθα ἑαυτῶν καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστε ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶ τοῦτο[ν] διαράμενοι βάλλομεν ὡς δή τι περα[ι]νοῦντες δι’ αὐτῶν. εἰ δ’ ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως.”
4.6.45. καὶ ἐφεξῆς “πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν καὶ τὰς θύρας τύπτομεν οὐ ταχὺ αὐτῶν ἀνοιγομένων πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους καὶ ἐπιλέγοντες καθ’ ἕκαστα τούτων ἀτοπώτατα.”
4.6.46. ὡσαύτως δὲ κἀν τοῖς ἑξῆς φησιν “ἐννοήσειε δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογισμένων.”
4.6.47. ὅλως δ’ εἴ τις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν ὅσα κατὰ τὸ περὶ παθῶν εἴρηται βιβλίον αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξῃ, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου.
4.6.48. μεστὸν γάρ ἐστιν αὐτῶ<ν> τὸ γράμμα, τῶν τε κρίσεων ἐξίστασθαι λέγοντι καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἢ τὴν ἡδονὴν ἤ τι τοιοῦτον μανιωδῶς τε κινεῖσθαι καὶ οὐκ ἐν ἑαυτῷ οὐδὲ παρ’ ἑαυτῷ εἶναι τετυφλῶσθαί τε τὴν διάνοιαν ἀλογίστως τε φέρεσθαι καὶ πάνθ’ ὅσα τοιαῦτα.
4.7.1. τὰς μὲν δὴ τοιαύτας ῥήσεις αὐτοῦ τινι κατὰ σχολὴν ἐκλέγειν ἐπιτρέπω, δεδειγμένου