litbaza книги онлайнРазная литератураСочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 93 94 95 96 97 98 99 100 101 ... 182
Перейти на страницу:
ὥστε τῇ µύσει τῶν ἐσχάτων στοµάτων κρατούµενον ἐντὸς αὐτῶν ἴσχεσθαι τὸ αἷµα· καὶ διὰ τοῦτο καίτοι παρακειµένων ἀλλήλοις τοῦ στόµατος τοῦ τε τῆς φλεβὸς καὶ τῆς ἀρτηρίας, ἐν τοῖς ἰδίοις ὅροις µένειν τὸ αἷµα µηδαµόθι τοῖς τοῦ πνεύµατος ἐπεµβαῖνον ἀγγείοις. µέχρι µὲν δὴ τοῦδε νόµῳ φύσεως διοικεῖσθαι τὸ ζῶον· ἐπεὶ δέ τις αἰτία βίαιος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τὸ αἷµα µεταχθῆναι, αὐτὸ νοσεῖν ἀναγκαῖον ἤδη. αἰτίας δὲ καὶ ἄλλας τινὰς καὶ οὐδεµιᾶς ἐλάττω τὸ πλῆθος εἶναι τοῦ αἵµατος, ὑφ’ οὗ διατείνεσθαι µὲν τὸν χιτῶνα τῆς φλεβὸς, ἀναστοµοῦσθαι δὲ τὰ πρότερον µεµυκότα πέρατα, µεταχεῖσθαι δὲ εἰς τὰς ἀρτηρίας τὸ αἷµα, κᾀντεῦθεν τῷ παρὰ καρδίας φεροµένῳ πνεύµατι προσκόπτον καὶ ἐνιστάµενον, ἀλλοιοῦντι τὴν ἐκείνου κίνησιν, ἡνίκ’ ἂν ἐγγὺς ᾖ καὶ κατ’ εὐθὺ τῆς ἀρχῆς καὶ τοῦτ’ εἶναι τὸν πυρετόν· ὠθούµενόν τε ὑπ’ αὐτοῦ πρόσω σφηνοῦσθαι κατὰ τὰ πέρατα τῶν ἀρτηριῶν καὶ τοῦτ’ εἶναι τὴν φλεγµονήν. οὕτω µὲν ἐπὶ πλήθει φλεγµονὴν ἐργάζεται τῷ λόγῳ τῷδε, ἐπὶ τραύµασι δὲ φλεγµονὴν αἰτιᾶται µὲν, κᾀνταῦθα τὴν παρέµπτωσιν ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τοῦ αἵµατος, αὐτῆς δὲ τῆς παρεµπτώσεως αἰτίαν εἶναί φησι τὴν πρὸς τὸ κενούµενον ἀκολουθίαν. ὅταν γὰρ τῶν ἐν τῷ τετρωµένῳ µέρει διαιρεθεισῶν ἀρτηριῶν ἐκχυθῇ, κατὰ τὴν τρῶσιν ἅπαν τὸ πνεῦµα καὶ κίνδυνος ᾖ κενὸν γενέσθαι τόπον, ἕπεσθαι κατὰ τὰς συναναστοµώσεις τὸ αἷµα, τοῦ κενουµένου πνεύµατος τὴν βάσιν ἀναπληροῦντος· ἀνεωγότος µὲν οὖν τοῦ πνεύµατος ἐκχεῖσθαι, κλεισθέντος δὲ καὶ µύσαντος ἔνδον ὠθούµενον ὑπὸ τοῦ παρὰ καρδίαν ἐπιπεµποµένου πνεύµατος ἀθροίζεσθαι πάλιν ἅπαν ἐν τοῖς περὶ τὸ τραῦµα τόποις, καὶ τὴν φλεγµονὴν οὕτως ἐργάζεσθαι. ἄγε δὴ, συγχωρήσοµεν γὰρ αὐτὸν κατά γε τὸ παρὸν ἀληθεύειν ἅπαντα περί τε πυρετοὺς καὶ φλεγµονὰς, καίτοι γ’ ὅτι µηδὲν αὐτῶν ἀληθές ἐστιν ἐν ἑτέροις ἀπεδείξαµεν, ἐφεξῆς ἡµᾶς διδαξάτω τὰ ἰάµατα. φησὶ γοῦν αὐτὸς ἔν τε ἄλλοις πολλοῖς, κᾀν τῷ τρίτῳ περὶ πυρετῶν κατὰ λέξιν οὕτω· περὶ µὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγµονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφηµάτων· καὶ γίνονται ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι τῶν φλεγµονῶν διὰ πληθώραν. διδοµένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεως καὶ ἀναδόσεως τὰς καθ’ αὑτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουµένων τῶν ἀγγείων τῆς τροφῆς, ἐπὶ πλέον τε ἰσχυροτέρας συµβήσεται τὰς φλεγµονὰς γίνεσθαι. ταῦτα µὲν ὑπὲρ τῶν περὶ πλήθει χωρὶς τραύµατος γιγνοµένων φλεγµονῶν· ὑπὲρ δὲ τῶν ἐπὶ τραύµασιν ἐν πρώτῳ πάλιν περὶ πυρετῶν ὧδέ πώς φησιν. ἀκόλουθοι δὲ καὶ θεραπεῖαι τούτοις εἰς τὸ ἀφλέγµαντα πάντα γίνεσθαι τὰ τραύµατα· καὶ τῶν φαρµάκων τὰ µὲν περιχριόµενα ἐπὶ τοὺς ὑγιεῖς τόπους ἀποστύφοντα καὶ µύοντα κωλύει τὴν συνίωσιν τοῦ ἄνωθεν κεχυµένου αἵµατος ἐπὶ τοὺς διῃρηµένους τόπους γίνεσθαι. ἐν δὲ τοῖς ἀπαθέσι τόποις πολλῶν ἀνεστοµωµένων ἀρτηριῶν τε καὶ φλεβῶν εἰς τοὺς αὐτοὺς τόπους µετάληψις γίνεται εἰς τὰς φλέβας τοῦ παρεµπεπτωκότος αἵµατος εἰς τὰς ἀρτηρίας. εἶτα ἐφεξῆς πάλιν ἀκόλουθον τούτοις καὶ τὸ µηδὲν προσφέρειν τοῖς τετραυµατισµένοις ὑπὸ τοὺς τῆς φλεγµονῆς καιρούς. κενούµεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεµπεπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. τούτου δὲ συµβαίνοντος ἧττον αἱ φλεγµοναὶ ἔσονται. οὐκοῦν ὅτι µὲν χρὴ κενῶσαι τὸ πλῆθος καὶ ὅτι δέξασθαι πάλιν εἰς ἑαυτὰς αἱ φλέβες οὐκ ἂν δύναιντο τὸ αἷµα µεσταὶ τυγχάνουσαι καὶ διατεταµέναι, συµφωνεῖται τοῦτό γε καὶ αὐτῷ τῷ ᾿Ερασιστράτῳ. τὸ δὲ ὅτῳ χρὴ τρόπῳ κενῶσαι αὐτὰς τὸ ἀµφισβητούµενόν ἐστιν.

4. ᾿Εγὼ µὲν οὖν ᾤµην, ἐπειδὴ ἅπαξ τὸ κενούµενον ὡµολόγηται, ῥᾷστόν τε ἤδη καὶ ἑτοιµότατόν ἐστιν τεµεῖν τὴν φλέβα· καὶ γὰρ ἂν τάχιστα οὕτω καὶ αὐτὰς µόνας τὰς φλεγµονὰς ἐξεκενώσαµεν, ὡς αἵ γε ἀσιτίαι πρὸς τῷ χρόνου δεῖσθαι µακροῦ καὶ ὅλην τὴν ἕξιν κενοῦσιν ὁµοίως· τὸ δὲ οὐ χρή. τί γὰρ ἄν τις κενοίη τὸ µὴ δεόµενον κενώσεως ἢ τί τὰς σάρκας ἐκτήκοι, παρὸν ἀποχεῖν τοῦ αἵµατος; ἵνα τἄλλα ὅσα ταῖς µακραῖς ἀσιτίαις ἐξ ἀνάγκης ἕπεται κακὰ παραλείπω, τήν τε δύναµιν κάµνουσαν καὶ τοὺς χυµοὺς ἐπὶ τὸ χολῶδες καὶ πικρὸν τρεποµένους καὶ καρδιωγµοὺς πολλοὺς καὶ ἄσην καὶ διαχώρηµα ἰσχόµενον, καὶ πάνθ’ ἁπλῶς τὰ περιττώµατα δριµύτερα γιγνόµενα, ὧν οὐδὲν ὁ ᾿Ερασίστρατος ἰδὼν, ὥσπερ οἱ τυφλοὶ, λείας ὁδοῦ καὶ πλατείας καὶ εὐθείας ἐγγὺς οὔσης πολλάκις στενὴν καὶ τραχεῖαν καὶ µακρὰν ἑλόµενοι περιέρχονται· καὶ αὐτὸς οὕτω παρακειµένην ὁδὸν σύντοµον ἱκανῶς καὶ ἄλυπον παριδὼν ἐπὶ µοχθηρὰν καὶ µακρὰν ἐλήλυθεν, τοῦτο µόνον θεασάµενος, εἰ ἐφ’ ὃ βούλεται ἄγει αὐτὸν ἡ ὁδὸς, οὐκ ἔτι δὲ εἰ ταχέως καὶ ἀλύπως. ἄγει µὲν γὰρ ἐπὶ τὴν τοῦ πλήθους κένωσιν καὶ ἡ ἀσιτία, σύµφηµι τοῦτο, ἀλλ’ ἐν χρόνῳ τε µακρῷ σὺν τῷ λυπῆσαι πολλά. καὶ ὅµως τηλικοῦτον βοήθηµα παραλιπὼν ὁ σοφὸς ᾿Ερασίστρατος, ὃν ἀξιοῦσί τινες ῾Ιπποκράτει παραβάλλειν, οὐκ αἰδεῖται µηδὲν πιθανόν τι καὶ εὔλογον, ἀλλ’ ἀποµνηµονεύσας ὥσπερ τινὸς τῶν φαυλοτάτων τε καὶ οὐδενὸς ἀξίων. ἀλλ’ οὐχ ῾Ιπποκράτης, ὦ ᾿Ερασίστρατε, µηδέν τι χείρων ἰατρός σου περὶ φλεβοτοµίας οὕτως ἐπεγίνωσκεν· ἀλλ’ ἃ σὺ θαυµάζεις λόγῳ, ταῦτ’ ἔργῳ ποιῶν εὑρίσκεται. θαυµάζεις µὲν γὰρ τὴν φύσιν, ὡς τεχνικήν τε ἅµα καὶ προνοητικὴν τοῦ ζώου, µιµῇ δ’ αὐτὴν οὐδαµοῦ· ἢ διὰ τί πολλάκις ἰδὼν αἵµατος κενώσει τὴν φύσιν ἰασαµένην πολλὰ νοσήµατα, τοῦτο οὐδ’ ἐφ’ ἑνὸς ἔπραξας οὐδὲ πώποτε; τί δὲ σιγᾷς τὰ τῆς φύσεως ἔργα, ἣν ἐπαινεῖς; διὰ τί παρὰ µὲν ῾Ιπποκράτει πολλὰ τοιαῦτα εὑρίσκων γεγραµµένα, Γυναικὶ αἷµα ἐµεούσῃ τῶν καταµηνίων ῥαγέντων λύσις· ἀπὸ χολῆς µελαίνης εἰς ὅµοιον αἱµοῤῥοΐδες· αἱµοῤῥαγίαι λαῦροι τὰ πολλὰ ῥύονται ἐκ ῥινῶν· παρὰ σοὶ δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ἄχρι λόγου µόνου ἐπαινουµένη ἡ φύσις, ἔργον δ’ οὐδὲν οὐδαµοῦ φύσεως γεγραµµένον; ἤρκει µοι τὰ τῆς φύσεως µόνης ἔργα µαθεῖν· ἱκανὸς ἂν ἦν ἐκ τούτου ὁρµώµενος εὑρίσκειν τὸ δέον. ἆρά µοι συγχωρήσουσιν οἱ θαυµάζοντές σε τὸ παριστάµενον εἰπεῖν, ἢ παντάπασιν ἀνόητός µοι δοκεῖς εἶναι ἢ µικρὰ τοῖς τῆς φύσεως ἔργοις ὡµιληκέναι. τὸ γὰρ ἢ µηδ’ ὅλως γινώσκειν αὐτὰ ἢ µὴ ζηλοῦν γινώσκοντα θατέρῳ τοῖν δυοῖν ἔνοχόν ἐστιν· ἢ γὰρ ἐν οἴκῳ τινὶ καθειργµένος ἔγραφες ταῦτα, µηδένα µηδεπώποτε θεασάµενος ἄῤῥωστον· ὅθεν εἰκότως ἀγνοεῖς τὰ τῆς φύσεως ἔργα, ἐθαύµασας µὲν ἀεὶ οὐκέτ’ ἐµιµήσω δεύτερον ἐσχάτως ἀνόητος. εἶτ’ εἰ τοίνυν γράφειν ἐπιχειρεῖς, τὸν νόµον τοῦ γράφειν ὑπερβάς. ἐχρῆν σε πρῶτον γράψαι µοι τὰ τῆς φύσεως ἔργα, δεύτερον δ’ ἐξηγήσασθαι, τινα µὲν ὁλοκλήρως καὶ ἀπηρτισµένως τοῖς οἰκείοις λόγοις κινουµένη δρᾷ, τίνα δ’ ἐλλιπῶς ὑπὸ τῶν κατὰ τὰς νόσους αἰτιῶν κωλυοµένη. ὁδὸς γὰρ αὕτη πρὸς εὕρεσιν ἰαµάτων, ἵνα ἐκµαθὼν τὰ καλῶς ὑπ’ αὐτῆς ἀποτελούµενα τούτοις ἐπικουρεῖν δύνωµαι, τὸ λεῖπον προστιθείς· ἢ µηδ’ ὅλως κινουµένης, καὶ γὰρ καὶ τοῦτό

1 ... 93 94 95 96 97 98 99 100 101 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?