πολλῶν λειπόντων καὶ ἤτοι τελέως ἀπολωλότων ἢ ἐκ µέρους ἀφῃρηµένων. ὅσα µὲν δὴ τῶν τοιούτων ἐνεργείας ἐµποδίζει κατὰ τὸν ἑαυτῶν λόγον, ἐν τῷ τῶν νοσηµάτων γένει τετάξεται· τὰ δ’ ἤτοι καταψύχοντά τι µόριον ἕτερον ἐνεργείας ἀπεργαστικὸν ἢ τροφὴν ἐλλιπῶς ἐπάρδοντα νοσηµάτων αἴτια· τινὰ δὲ ἄµφω συλλαβόντα ἔχει καὶ τὴν ὡς αἰτίου χώραν καὶ τὴν ὡς νοσήµατος, οἷον καὶ γαργαρεὼν, ὁπόταν ἕως βάσεως ἐκτµηθεὶς καὶ τὴν φωνὴν παραβλάπτῃ καὶ ψύχῃ τὰ κατὰ τὸν πνεύµονά τε καὶ τὸν θώρακα. ἐπειδὴ γὰρ ἔµαθες ἐν τοῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν λογισµοῖς, ὡς ἁπάντων τῶν τοῦ ζώου µορίων τὰ µὲν εἰς ἐνέργειάν τινα συντελεῖ τῷ παντὶ ζώῳ χρησίµην, τὰ δ’ αὐτὰ µὲν οὐδὲν ἐνεργεῖ, χρείαν δέ τινα τοῖς ἐνεργοῦσι παρέχεται, δῆλον ὡς καὶ τὰς βλάβας αὐτῶν, τὰς µὲν εἰς ἐνέργειαν ἄντικρυς διαφερούσας νοσήµατα ἐρεῖς πρώτως εἶναι τῶν τοῦ ζώου µορίων, τὰς δὲ εἰς χρείαν τινὰ νοσηµάτων αἰτίας. ὥσθ’ ὅσα µόρια διττὰς ἐνεργείας ἢ διττὰς χρείας ἀποτελεῖ, κατὰ µίαν ἐνίοτε βλάβην διττὸν ἕξει λόγον, ἢ νοσήµατος, ἢ αἰτίας. εἰ δέ τι µόριον ἅµα ἄµφω ποιεῖ, χρείαν καὶ ἐνέργειαν, ὥσπερ ἐνίοις εἶναι δοκεῖ καὶ ὁ γαργαρεὼν, ἡ τούτου τοῦ µέρους ἀπώλεια καθ’ ἕτερον µὲν λόγον ἔσται νόσηµα, καθ’ ἕτερον δὲ νοσήµατος αἰτία. δῆλον δὲ, ὡς τῷ λοιπῷ τῷ µένοντι καὶ σωζοµένῳ τὸ νόσηµά ἐστιν, οὐκ αὐτῷ τῷ µηκέτι ὄντι. τῆς γὰρ τοῦ στόµατος εὐρυχωρίας κατ’ ἐκεῖνο τὸ µέρος, οὗ νῦν ἐστι τὸ πάθος, µόριον εἶναι φήσεις τὸν κίονά τε καὶ γαργαρεῶνα προσαγορευόµενον. ὅταν οὖν οὗτος ἀπόληται, λείπει τι τῷ χωρίῳ, καὶ οὕτω τὸ ὅλον ἓν νόσηµά τι γίνεται, µένοντος τοῦ κατ’ ἀρχὰς ὁµολογηθέντος, τοῦ πᾶσαν ἐνέργειαν ὑπὸ νοσήµατος βλάπτεσθαι. ἢ τοίνυν, ὡς οὐκ ἔστι µία τις ἐνέργεια τοῦ ζώου καὶ ἡ φωνὴ, καὶ ἡ εἰσπνοὴ, καὶ ἡ ἐκπνοὴ, δεικτέον ἐστὶν, ἢ, εἴπερ τοῦθ’ οὕτως ἔχει, δῆλον, ὡς ἡ τοῦ κίονος ἀπώλεια νόσον ἐναπεργάζεται τῷ οὐρανίσκῳ. κατὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ ἡ τοῦ ὀδόντος ἀπώλεια νόσηµά ἐστιν τοῦ στόµατος, εἰ µὲν τῶν πρὸς τὴν µάσσησιν ἐπιτηδείων εἴη, κατ’ ἐκεῖνο τὸ µέρος τῆς µασσήσεως βλαβέντος, εἰ δὲ τῶν τοµέων ὀνοµαζοµένων, εἴς τε τὰς ἐδωδὰς καὶ τὰς διαλέξεις ἐµποδίζοντος. οὕτω δὲ καὶ εἰ τῆς γλώσσης ἀποτµηθείη τὸ ἥµισυ, τῷ λειποµένῳ µέρει παρὰ φύσιν ἐστὶ τὸ κεκολοβῶσθαι. κατὰ ταὐτὰ δὲ καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ πᾶσι τοῖς οὕτω παθοῦσι. καὶ εἰ µὴ νόσηµά τις αὐτὸ καλεῖν, ἀλλὰ πάθος ἢ πάθηµα βούλοιτο, περὶ ὀνόµατος, οὐ περὶ πράγµατος ἀµφισβητήσει. δῆλον δὲ, ὡς τῇ µὲν γλώττη, καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ ὅλως ἅπασι τοῖς τοιούτοις κεκολοβωµένοις ὀργάνοις ἐστί τις µείωσις τοῦ µεγέθους ἐν ἅπασι τοῖς εἰρηµένοις νοσήµασιν· αὐτῷ δὲ τῷ ζώῳ µείωσις µὲν οὐκ ἐξ ἀνάγκης ἔσται σαφὴς, ὡς φαίνεσθαι κολοβὸν, ἀριθµὸς δέ τις ἀφαιρεθήσεται µορίων, εἴγε δὴ καὶ ἀρτηρίαι, καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρµα ἐνίοτε, καὶ πιµελὴ, καὶ ὑµένες, καὶ σὰρξ ἀφαιρεῖται κατὰ τὰς τοιαύτας διαθέσεις. ἐπὶ µέντοι τοῦ γαργαρεῶνος καὶ τῶν κιρσωδῶν ἀγγείων ἐκτµηθέντων καὶ αὐτῶν τῶν ὀργάνων ἀφαιρεῖταί τις ἀριθµὸς µορίων. καὶ δὴ καὶ τετάξεται τὰ µὲν τοιαῦτα πάντα ὑπὸ τὸν ἀριθµὸν τῶν µορίων ὑπαλλαττοµένων· ὅσων δὲ ὀργάνων ἀφαιρεῖται µέν τι, οὐκ ἐξαιρεῖται δὲ τὰ µέρη, ταῦτα ἐν ἀµφοτέροις οἷον τετάξεται τοῖς γένεσι. καὶ γὰρ ἀριθµὸς ἐνδεῖ τῷ ζώῳ µορίων ἁπλῶν, καὶ µέγεθος ὀργάνου συνθέτου· κεκολόβωται γὰρ τὸ ὅλον. καὶ µὲν δὴ καὶ ὡς ἀµφοῖν τοῖν γενοῖν, τοῦ τε κατ’ ἀριθµὸν καὶ τοῦ κατὰ µέγεθος, ἀνωτέρω τάττειν ἑτέραν ἐγχωρεῖ κατηγορίαν τὴν τοῦ ποσοῦ, παντί που δῆλον, εἴγε δὴ τοῦ ποσοῦ τὸ µὲν διωρισµένον ἐστὶν, ὃ δὴ καὶ ποσὸν ἰδικῶς ὀνοµάζεται, τὸ δὲ συνεχὲς, ὃ δὴ καὶ πηλίκον προσαγορεύεται. ἀλλ’ ἐν τῷ παρόντι σαφέστερον ἔδοξέ µοι διαιρεῖν αὐτὰ οὕτω, κατὰ µὲν τὸν ἀριθµὸν τάξαντι τὴν ἑτέραν διαφορὰν τοῦ ποσοῦ, κατὰ δὲ τὸ µέγεθος τὴν ἑτέραν.
9. ᾿Αλλ’ ἐπειδὴ καὶ τὰ κατὰ τοῦτο τὸ γένος εἴρηται νοσήµατα, περὶ τῶν κατὰ τὸ µέγεθος ἢ τὸ πηλίκον τῶν µορίων, ἢ ὅπως ἄν τις ὀνοµάζειν ἐθέλοι, διέλθωµεν. ἔστι δὲ οὐ ταὐτὸν τοῦτο τῷ προειρηµένῳ. µένοντος γὰρ τοῦ κατὰ φύσιν σχήµατος τῷ µορίῳ, διαφθειροµένου δὲ τοῦ µεγέθους, ὅταν ἐνέργειά τις βλάπτηται, διὰ τοῦτο νόσηµα ἔσται τοῦ µορίου τὸ συµβεβηκὸς, οἷον εἴ τῳ τηλικαύτη γένοιτο ἡ γλῶττα κατὰ τὴν πρώτην εὐθὺς διάπλασιν, ὡς ἤτοι µηδεµίαν ἔχειν ἀναστροφὴν ἐν τῷ στόµατι διὰ τὸ µέγεθος, ἢ διὰ σµικρότητα µὴ ψαύειν ἁπάντων αὐτοῦ τῶν µερῶν. ἐπὶ δὲ τῶν ἤδη τετελειωµένων αἱ µὲν παρὰ φύσιν ἐπαυξήσεις τῶν µορίων οὐ πάνυ τι φαίνονται συνεχῶς γιγνόµεναι, µειοῦνται µέντοι πολλάκις, καὶ καλεῖται τὸ νόσηµα πρὸς µὲν ἐνίων ἀτροφία, πρὸς ἄλλων δὲ φθίσις τοῦ µέρους. αἱ δὲ ἐπαυξήσεις τῶν µορίων ἔν τε τοῖς ὑπερσαρκοῦσιν ἕλκεσι γίγνονται κᾀν τῷ καλουµένῳ πριαπισµῷ. Νικοµάχῳ δὲ τῷ Σµυρναίῳ πᾶν ἀµέτρως ηὐξήθη τὸ σῶµα, καὶ οὐδὲ κινεῖν ἔτι δυνατὸς ἦν ἑαυτόν· ἀλλὰ τοῦτον µὲν ὁ ᾿Ασκληπιὸς ἰάσατο. γλῶσσαν δέ τινος ἐπιπλεῖστον αὐξηθεῖσαν ἐθεασάµεθα χωρὶς ἁπάσης ὀδύνης, ὥστε µήτ’ οἴδηµα δοκεῖν εἶναι, µήτε σκίῤῥον, µήτε φλεγµονήν· οὔτε γὰρ ἐκοιλαίνετο ὑπὸ πιεζόντων, οὔτ’ ἀναίσθητος ἦν, οὔτ’ ὠδυνᾶτο, ἀλλ’ αὐτὸ τοῦτο µόνον αὔξησίς τις ἄµετρος ὑπῆρχεν, οὐδὲν τῆς οὐσίας αὐτῆς τοῦ µορίου βεβλαµµένης. οὕτω δὲ καὶ ὄρχεις καὶ µαστοὶ τοῖς µὲν ἀµφότεροι, τοῖς δὲ ἀµέτρως ὁ ἕτερος ηὐξήθη. καὶ ἡ καλουµένη δὲ χοιρὰς τούτου τοῦ γένους ἐστὶ, δυσχρηστίαν οὐ µικρὰν ἐν ταῖς ἐνερ-γείαις, ὅταν ἀµέτρως αὐξηθῆ, παρεχοµένη. καὶ µὲν δὴ καὶ αἱ τῶν κανθῶν ἀµετρίαι τούτου τοῦ γένους εἰσίν·ὀνοµάζεται δὲ ἡ µὲν ἐπὶ πλέον αὔξησις ἐγκανθὶς, ἡ µείωσις δὲ ῥυάς. τοιαῦται µὲν δή τινες καὶ τούτου τοῦ γένους τῶν νοσηµάτων αἱ διαφοραί.
10. Τῆς δὲ συνθέσεως τῆς κατὰ φύσιν ὑπαλλαττοµένης, γίνεται νοσήµατα, παρὰ µὲν τὴν θέσιν ἐν ταῖς ἐξαρθρήσεσί τε καὶ παραρθρήσεσι κἀν ταῖς ἐντεροκήλαις τε καὶ ἐπιπλοκήλαις ὀνοµαζοµέναις, παρὰ δὲ τὴν πρὸς τὰ παρακείµενα µόρια µὴ κατὰ φύσιν ὁµιλίαν σύνδεσµός που χαλασθεὶς, ἢ συνταθεὶς, ἢ ἀποῤῥαγεὶς ἐµποδίζει τὴν ἐν ἐκείνῳ τῷ µορίῳ κίνησιν τῆς διαρθρώσεως. ἐν τούτῳ τῷ γένει καὶ οἱ τῆς γλώττης εἰσὶν ἄµετροι δεσµοὶ, καὶ οἱ τῶν αἰδοίων, ἐφ’ οἷς ἡ µὲν εἰς τὸ διαλέγεσθαί τε καὶ µασσᾶσθαι ἱκανῶς ἐµποδίζεται, τὸ δὲ αἰδοῖον ἐν τῷ κατασπείρειν εἰς τὸ θῆλυ πόῤῥω καὶ κατὰ εὐθὺ προπέµπειν ἀδυνατεῖ τὸ σπέρµα, διεστραµµένου τοῦ πόρου. καὶ µὲν δὴ καὶ αἱ συµφύσεις αἱ παρὰ φύσιν ἢ χειλῶν ἑλκωθέντων, ἢ βλεφάρων, ἢ δακτύλων, ἢ ἕδρας, ἤ τινος ἑτέρου τοιούτου ταύτης εἰσὶν τῆς