τῶν ἐνεργειῶν αἱ βλάβαι νοσήµατα νοµίζονται, κατὰ λόγον οὗτοι καὶ τοὺς σπασµοὺς, καὶ τὰς ἀναισθησίας, καὶ τὰς νάρκας, καὶ τὰ ἄλλα τὰ τοιαῦτα νοσήµατα καλοῦσιν. ἀλλ’ ἡµῖν ἐν ἀρχῇ διῄρηται περὶ τῶν ὀνοµάτων, ὥστε γνωρίζειν ἐπὶ τῶν τοιούτων ἁπάντων, οὐκ ἐν τοῖς πράγµασιν αὐτοῖς εἶναι τὴν διαφωνίαν, ἀλλὰ ἐν τοῖς ὀνόµασιν. ἐκείνους µέντοι µέµψαιτ’ ἄν τις µόνους, ὅσοι µὴ διαφυλάττουσιν ἐν ἅπασι τὴν σφετέραν ὑπόθεσιν, ἀλλ’ οἴονται σοφόν τι πράττειν, καίτοι γε πληµµελοῦντες. ἔστι γὰρ αὐτῶν ἀκοῦσαι διοριζοµένων ἐνίοτε καὶ φασκόντων, εἰ µὲν ἐπὶ φλεγµονῇ γίγνοιτο σπασµὸς, ἐπιγέννηµά τε καὶ σύµπτωµα εἶναι τῆς φλεγµονῆς αὐτὸν, εἰ δ’ ἐπὶ δυσκασίᾳ µόνῃ, νόσηµα. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ πυρετοῦ ποιοῦσιν, ἐπειδὰν µὲν ἐπιγίγνηταί τινος µέρους αἰσθητὴ διάθεσις, σύµπτωµα νοµίζοντες, εἰ δ’ ἄλλως, νόσηµά τε καὶ πάθος προσαγορεύοντες. τούτους µὲν οὖν µεµπτέον, οὐκ ἀναµένοντας τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ αὐτοὺς ἑαυτοῖς περιπίπτοντας. ὅσοι δ’ ἤτοι τὰς βλάβας τῶν ἐνεργειῶν ὑποθέµενοι προσαγορεύειν νοσήµατα διὰ παντὸς οὕτω ποιοῦσιν, ἢ καί τι τοιοῦτον ἄλλο παρορῶσιν, ἐν ὀνόµασιν ἐσφάλθαι χρὴ νοµίζειν αὐτοὺς, οὐδὲν δὲ εἰς τὰ πράγµατα πληµµελεῖν. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ ἁπάντων τῶν ἰατρικῶν ὀνοµάτων ἑτέρωθι, καὶ ὅστις ὀρθῶς αὐτοῖς βούλεται χρῆσθαι, τὴν πραγµατείαν ἐκείνην ἀναλεγέσθω. νῦν δὲ (περὶ γὰρ αὐτῶν τῶν πραγµάτων πρόκειται σκοπεῖσθαι) τῇ προειρηµένῃ συνθήκῃ τῶν ὀνοµάτων ἑπόµενοι τῶν ἐφεξῆς ἐχώµεθα. περὶ µὲν δὴ τῶν χωρὶς ὕλης ἐπίρρῠτου θερµῶν καὶ ψυχρῶν διαθέσεων εἴρηται. κατὰ δὲ τὸν αὐτὸν τρόπον τά θ’ ὑγρὰ καὶ ξηρὰ νοσήµατα γενήσεται, τῆς ὅλης φύσεως ἀλλοιουµένης τῶν σωµάτων, οὐκ ἔξωθεν οὐσίαν τινὰ εἰς ἑαυτὰ δεχοµένων. αἱ µὲν οὖν µικραὶ παραλλαγαὶ δυσφώρατοι, τὰς µεγάλας δ’ ἔστιν ἐναργῶς ἰδεῖν ἐπὶ τῶν νεκρουµένων µάλιστα µορίων. ἔνια µὲν γὰρ αὐτῶν οἷον τεταριχευµένα φαίνεται καὶ πάνυ ξηρὰ, καὶ τοῦτο µὲν σπανιώτερον· ἔνια δὲ οὕτω βρυώδη τε καὶ πλαδαρὰ καὶ θεωµένοις φαίνεται καὶ ἁπτοµένοις, ὥστ’, εἰ καὶ µόρια αὐτῶν ἐθέλοις µεταχειρίσασθαι, διαῤῥεῖ παραχρῆµα, καὶ τῶν δακτύλων ἐκπίπτει καθάπερ ὕδωρ. οὕτω καὶ τῶν ὀστῶν τῶν σαπρῶν τὰ µὲν οἷον ψάµµος φαίνεται, τοῖς ὑπὸ χρόνου διεφθαρµένοις ξύλοις ἐοικότα, τὰ δὲ οἷον βρυώδη, ὧν ἡ τῆς δυσκρασίας ἀµετρία, δι’ ὑγρότητα ἢ ξηρότητα γενοµένη, τὸ σύµπαν ὀστοῦν ἐνέκρωσεν. αἱ δ’ ἄλλαι πᾶσαι δυσκρασίαι τῶν µορίων αἱ βραχεῖαι, λανθάνουσαι τοὺς πολλοὺς, ἀτονίαι πρὸς αὐτῶν ὀνοµάζονται. φλεγµονῆς µὲν γὰρ ἢ ἕλκους ἤ τινος ἄλλου τοιούτου κατὰ τὴν κοιλίαν ὑπάρχοντος, οὐδεµίαν ἑτέραν ἐπιζητοῦσι τοῦ µὴ πέττειν αἰτίαν. εἰ δὲ µηδὲν εἴη τῶν τοιούτων, ἀτονίαν εἶναι φασὶ τῆς κοιλίας, ὥσπερ ἕτερόν τι λέγοντες αὐτοῦ τοῦ φανερῶς γιγνοµένου, τοῦ µὴ πέττεσθαι καλῶς τὰ σιτία. τί γὰρ ἄλλο τὴν ἀτονίαν αὐτοὺς λέγειν ἄν τις ὑπολάβοι πλὴν τῆς κατὰ τὴν ἐνέργειαν ἀῤῥωστίας; ἀλλ’ οὐτοῦτ’ ἔστι τὸ ζητούµενον, ἀλλὰ τίς ἡ ταύτης τῆς ἀτονίας αἰτία. διὰ τί γὰρ ἀῤῥωστεῖ περὶ τὸ ἴδιον ἔργον ἡ γαστὴρ, µήτε φλεγµαίνουσα, µή τεσκιῤῥουµένη, µήθ’ ἡλκωµένη, µήτ’ ἄλλο µηδὲ νἔχουσα τοιοῦτον;οὐ γὰρ δή γεχωρὶς αἰτίας τινὸς ἐστέρη ταιτοῦ πέττειν καλῶς. πάντως οὖν ἢ πόρων ἀµετρίαν ἢ δυσκρασίαν αἰτιατέον· ᾧ καὶ δῆλον, ὡς οὐδὲν τῶν πρώτων νοσηµάτων, ὅσα τῶν ὁµοιοµερῶν ἐστιν αὐτῶν ἴδια, λογικῶς θεραπεῦσαι δυνήσονται χωρὶς τοῦ περὶ τῶν πρώτων τι ἐπεσκέφθαι στοιχείων. ἀλλὰ πρὸς µὲν τούτους ἐν ἑτέροις εἴρηται τὰ εἰκότα· τὸ δέ γε νῦν εἶναι χρὴ γινώσκειν, ὡς καὶ γαστρὸς ἀτονίαν, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ µυὸς, καὶ παντὸς ἁπλῶς ὀργάνου ζωτικοῦ τε καὶ ψυχικοῦ ἢ διά τινα πόρων ἀµετρίαν ἢ δυσκρασίαν ἀναγκαῖον ὁµολογεῖν γίγνεσθαι. πῶς δὲ χρὴ τὰς τοιαύτας αὐτῶν διαθέσεις γνωρίζειν, οὐ τοῦ νῦν ἐνεστῶτός ἐστι λόγου· πρόκειται γὰρ οὐ διαγνώσεις εἰπεῖν, ἀλλ’ αὐτὰ τὰ πρῶτα καταριθµήσασθαι νοσήµατα. καί µοι δοκεῖ τὸ µὲν τῶν ὁµοιοµερῶν εἰρῆσθαι πάντα.
6. Λέγειν δὲ ἑπόµενον ἂν εἴη τὰ τῶν ὀργανικῶν. ἐν τούτοις οὖν ὅτι µὲν ἕν τι πάντως ἐστὶ µόριον αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα πάντα χρείαν τινὰ τούτῳ παρέξοντα γέγονεν, ἑτέρωθι δέδεικται. βλαβήσεται δὲ ἡ ἐνέργεια τοῦ παντὸς ὀργάνου µάλιστα µὲν καὶ πρώτως αὐτοῦ τοῦ τῆς ἐνεργείας αἰτίου σώµατος νοσήσαντος, ἤδη δὲ καὶ τῶν ἄλλων ἁπάντων αἱ µείζους διαθέσεις ἐµποδίζουσι τὴν ἐνέργειαν. ὅσαι µὲν οὖν οὐ καθ’ ἑαυτὰς, ἀλλὰ τῷ βλάπτειν δὴ τὸ πρῶτον αὐτῆς ὄργανον ἐµποδίζουσιν, αἰτίαι νοσηµάτων εἰσὶν, οὐκ αὐταὶ νοσήµατα εἰσίν. χωρὶς δὲ τοῦ βλάπτειν τι τὸ πρῶτον τῆς ἐνεργείας µόριον εἰ τὴν ἐνέργειαν ἐµποδίζειν δύναιντο, νοσήµατα ἤδη τὰς τοιαύτας διαθέσεις κλητέον. ἔσονται δὲ, ὡς ἐλέγοµεν, ἤτοι τῆς κατὰ φύσιν ὑπηλλαγµένης διαπλάσεως, ἢ µὴ σωζοµένου τοῦ δέοντος ἀριθµοῦ τῶν µορίων, ἢ τὸ µὴ προσῆκον ἑκάστου φυλάττοντος µέγεθος ἢ ὡς οὐ χρὴ συγκειµένων αὐτῶν. ἐπειδὴ γὰρ ἀπεδείχθη µηδὲν τούτων εἰκῆ γεγονέναι πρὸς τῆς φύσεως, ἀλλὰ πάνθ’ ἕνεκα τοῦ βέλτιον ἢ ἀσφαλέστερον ἐνεργεῖν τὸ σύµπαν ὄργανον, ἀνάγκη πᾶσα καὶ τὰς βλάβας αὐτῶν, ὅσαι µὲν ἤτοι κωλύουσιν ὅλως ἐνεργεῖν ἢ ἐµποδίζουσιν αὐτὰ, νοσήµατα νοµίζεσθαι, τὰς δ’ εἰς τὴν βλάβην τοῦ πρώτου τῆς ἐνεργείας µορίου διαφερούσας αἰτίας νοσηµάτων, ὡς ἀρτίως εἴρηται, προσαγορεύεσθαι.
7. Διὰ τοῦτ’ οὖν οἵ τε βλαισοὶ καὶ ῥαιβοὶ καὶ οἱ λείας ἔχοντες τὰς βάσεις χεῖρον ἐνεργοῦσι τοῖς σκέλεσιν ἁµαρτίᾳ τοῦ προσήκοντος σχήµατος. οὕτω δὲ καὶ ὅσοι κάταγµα σχόντες οὐκ ὀρθῶς διεπλάσθησαν, οὐδ’ αὐτοὶ καλῶς ἐνεργοῦσι τῷ κώλῳ. κακῶς δὲ καὶ ὅσοι διὰ µέγεθος ἀρθρίτιδος ἐξεστράφησαν, ἢ, τῶν ὀφρύων περιθραυσθεισῶν τῶν κατὰ τὰς διαρθρώσεις, ἑτοίµως ὑπερβαῖνον καὶ ἐκπῖπτον ἔσχον τὸ ἄρθρον, ἢ, πώρου κατ’ αὐτὸ πλείονος ἐπιτραφέντος ἐν ταῖς τοιαύταις διαθέσεσι, δυσκίνητον ὑπὸ στενοχωρίας τὴν ὅλην ἔσχον διάρθρωσιν. αὗται µὲν οὖν ἐπίκτητοι κακίαι σχηµάτων. σύµφυτοι δὲ κυουµένων ἔτι κατὰ τὴν πρώτην διάπλασιν ἐµποδισθεῖσαν ἐν ἅπαντι µορίῳ τοῦ σώµατος γίγνονται, νοσῶδες ἐκείνῳ τῷ µορίῳ τὸ ζῶον ἐργαζόµεναι. χρὴ γὰρ καὶ τὸ τῆς καρδίας σχῆµα, καὶ τὸ τοῦ πνεύµονος, καὶ τὸ τῆς γαστρὸς, ἐγκεφάλου τε καὶ γλώσσης, καὶ σπληνὸς, καὶ νεφρῶν, καὶ τῶν ἄλλων ἁπάντων φυλάττεσθαι· γενοµένης γάρ τινος βλάβης ἀµφ’ αὐτὰ, χεῖρον ἀνάγκη καὶ τὸ οἰκεῖον ἔργον ἀποτελεῖσθαι τοῦ σύµπαντος ὀργάνου. καὶ µὴν καὶ τὸ τῶν κοιλοτήτων ἁπασῶν τῶν κατὰ τὰ µόρια µέγεθός τε καὶ πλῆθος εἰ µὴ φυλάττοιτο, βλάπτοιτο ἂν ἐξ ἀνάγκης καὶ διὰ ταῦθ’ ἡ ἐνέργεια. πολλὰ δὲ τὰ τοιαῦτα νοσήµατα, τὰ µὲν συµφύσει τινὶ, τὰ δὲ ἐµφράξει γλίσχρων ὑγρῶν καὶ παχέων συνιστάµενα, τὰ δ’ αὖ αὐαινοµένων τῶν σωµάτων, ἢ στενο-χωρουµένων ὑπό τινος τῶν περικειµένων, ἐµπίπτοντος αὐτοῖς καὶ θλίβοντος. ἐνίοτε δὲ καὶ αὐτῶν τῶν τοὺς τοιούτους πόρους ἐχόντων σωµάτων ἡ οὐσία σκιῤῥουµένη τε καὶ φλεγµαίνουσα, καὶ σφακελίζουσα, καὶ διαπυϊσκοµένη, καὶ οἰδισκοµένη, καὶ ἄλλως ὁπωσοῦν ἐπίκτητον µέγεθος προσλαµβάνουσα, κᾄπειτα τὸν