Шрифт:
Интервал:
Закладка:
[78d2-79a4] καὶ πᾶν δὴ τοῦτο τοτὲ µὲν εἰς τὰ ἐγκύρτια συρρεῖν µαλακῶς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, τοτὲ δὲ ἀναρρεῖν µὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγµα, ὡς ὄντος τοῦ σώµατος µανοῦ, δύεσθαι εἴσω δι’ αὐτοῦ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς τοῦ πυρὸς ἀκτῖνας διαδεδεµένας ἀκολουθεῖν ἐφ’ ἑκάτερα ἰόντος τοῦ ἀέρος, καὶ τοῦτο, ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῷον, µὴ διαπαύεσθαι γιγνόµενον: τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰς ἐπωνυµίας θέµενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγοµεν θέσθαι τοὔνοµα. πᾶν δὲ δὴ τό τ’ ἔργον καὶ τὸ πάθος τοῦθ’ ἡµῶν τῷ σώµατι γέγονεν ἀρδοµένῳ καὶ ἀναψυχοµένῳ τρέφεσθαι καὶ ζῆν: ὁπόταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνηµµένον ἕπηται, διαιωρούµενον δὲ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ σµικρὰ διαιροῦν, διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον, οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν αὐτά, ῥεῖν ὥσπερ αὐλῶνος διὰ τοῦ σώµατος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύµατα.
῾Υποµνήσωµεν ἡµᾶς αὐτούς, ὅτι τὸ<ν> µὲν ὅλον κύρτον, οὗ τὸ δέ<ρµα> πέρας ὃ συνεχές ἐστι τῷ ἔξωθεν ἀέρι, βούλεται νοεῖν ἡµᾶς ἐν ἑαυτῷ ἔχειν οἷον ἐγκύρτια δύο χώρας ἀέρος τὴν µὲν ἐν τῇ γαστρί, τὴν δ’ ἐν τῷ θώρακι, τὸ δὲ µεταξὺ τούτων, ὅπερ ἐστὶ τὸ σῶµα, διατεταµένας ἔχειν ἀκτῖνας πυρός, ἃς εὔλογόν ἐστι νοεῖν ἡµᾶς διὰ τῶν ἀρτηριῶν καὶ φλεβῶν τετάσθαι καὶ εἶναι ταύτας αὐταῖς ὁδοὺς τῆς ἐφ’ ἑκάτερα φορᾶς ἔσωθέν τε ἔξω καὶ αὖθις ἔξωθεν [τε] ἔσω· δύο γὰρ εἶναι κινήσεις ἐναντίας ἀλλήλαις φησὶ τῷ παντὶ πλοκάνῳ ποτὲ µὲν ἀπὸ τῶν ἐγκυρτίων ἄχρι τοῦ περιέχοντος ἡµᾶς ἀέρος φεροµένῳ, ποτὲ δὲ ἀπ’ αὐτοῦ πρὸς τὰ ἐγκύρτια· τίνα δὲ τρόπον αἱ κινήσεις αὗται γίνονται καὶ τίνα τὴν αἰτίαν ἔχουσι τοῦ µὴ παύεσθαι ἄχρι περ ἂν ζῇ τὸ σῶµα, διὰ τῶν ἐφεξῆς ἐρεῖ, ἀλλὰ νῦν γε τὸν προκείµενον λόγον συγκεφαλ<αι>ούµενος τὴν ἐφ’ ἑκάτερα κίνησιν ἀναπνοήν τε καὶ ἀνάδοσιν τροφῆς ἐργάζεσθαί φησιν. ἐγὼ µὲν οὖν τὸ συγκείµενον ὅλον ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκπνοῆς ἀναπνοὴν ὠνόµασα τοῖς ἰατροῖς ἑπόµενος σχεδὸν ἅπασιν· ὄντων γὰρ τριῶν πραγµάτων, ἑνὸς µὲν τῆς εἴσω φορᾶς, δευτέρου δὲ τῆς ἔξω καὶ τρίτου <τοῦ> ἐξ ἀµφοῖν συγκειµένου, τὴν µὲν ἔσω φορὰν τοῦ πνεύµατος εἰσπνοὴν ὀνοµάζουσι, τὴν δὲ ἔξω φορὰν ἐκπνοήν, τὸ δὲ ἐξ ἀµφοῖν σύνθετον ἀναπνοήν, ὁ δὲ Πλάτων τὴν εἰσπνοὴν ἀναπνοὴν ὠνόµασεν, ἣν γίνεσθαί φησιν εἴς τε τὴν ἀρτηρίαν τὴν τραχεῖαν δηλονότι καὶ τὴν γαστέρα· διαδεχοµένης δὲ τὴν εἴσω φορὰν τοῦ πνεύµατος τῆς ἔξω κατὰ τὴν µεταξὺ χώραν τῶν τε ἐγκυρτίων καὶ τοῦ µεγάλου κύρτου τέµνεσθαι τὰ σιτία καὶ τὰ ποτὰ κατὰ τὴν ἔσω κίνησίν τε καὶ φορὰν τοῦ παντὸς πλοκάνου, συναναφέρεσθαι δὲ εἰς τὸ σῶµα τῇ τε θερµασίᾳ καὶ τῷ πνεύµατι καταθραυσθέντα. τοῦτο µὲν ἡ καλουµένη πρὸς τῶν ἰατρῶν ἀνάδοσίς ἐστι φεροµένης τῆς τροφῆς διὰ τῶν φλεβῶν τε καὶ τῶν ἀρτηριῶν ἐπὶ πάντα τὰ µόρια τοῦ σώµατος· τίς δὲ ἡ τῆσδε τῆς ἐφ’ ἑκάτερα φορᾶς ἐστιν αἰτία τῷ τε πνεύµατι καὶ τῇ θερµασίᾳ, µετὰ ταῦτα διέρχεται.
[79a5-c7] Πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωµεν πάθος, αἷς χρώµενον αἰτίαις τοιοῦτον γέγονεν οἷόνπερ τὰ νῦν ἐστιν. ὧδ’ οὖν. ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φεροµένων δύναιτ’ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦµα φέρεται παρ’ ἡµῶν ἔξω, τὸ µετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ: τὸ δ’ ὠθούµενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόµενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθεν τὸ πνεῦµα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν συνέπεται τῷ πνεύµατι, καὶ τοῦτο ἅµα πᾶν οἷον τροχοῦ περιαγοµένου γίγνεται διὰ τὸ κενὸν µηδὲν εἶναι. διὸ δὴ τὸ τῶν στηθῶν καὶ τὸ τοῦ πλεύµονος ἔξω µεθιὲν τὸ πνεῦµα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶµα ἀέρος, εἴσω διὰ µανῶν τῶν σαρκῶν δυοµένου καὶ περιελαυνοµένου, γίγνεται πλῆρες: αὖθις δὲ ἀποτρεπόµενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώµατος ἔξω ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ στόµατος καὶ τὴν τῶν µυκτήρων δίοδον.
Οὐδὲ κατὰ ταύτην τὴν ῥῆσιν εἶπεν ἤδη τὴν πρώτην αἰτίαν τῆς ἀναπνοῆς. ἀµέλει συµπληρώσας αὐτὴν ἄρχεται τῆς µετ’ αὐτὴν ὧδε·‘τὴν δὲ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε’. τί οὖν ἐστιν ὃ νῦν κατὰ τὴν προκειµένην εἶπε; τὸ κατὰ τὴν περίωσιν ὀνοµαζοµένην δόγµα, καθ’ ἣν βούλεται γίνεσθαι τήν τε ἀναπνοὴν καὶ τὴν διαπνοήν·καλοῦµεν γὰρ οὕτως ἡµεῖς τὸ µὲν ἀναπνοήν, ὡς εἴρηται, τὸ συγκείµενον ἐκ τῆς εἰσπνοῆς τε καὶ τῆς ἐκπνοῆς, ὅταν διὰ τοῦ στόµατος ἄµφω γίνηται ταῦτα, τὸ δὲ διαπνοήν, ὅταν καθ’ ὅλον τὸ σῶµα. ἀµφότερα δὲ ταῦτα βούλεται κατὰ τὴν περίωσιν γίγνεσθαι τρόπῳ τῷδε·ὅταν µὲν διὰ τοῦ στόµατος ἐκπνέωµεν, συµβαίνειν τὸν ἐκ τῶν <ἐγ>κυρτίων ἀέρα φερόµενον ἔξω περιωθεῖν τὸν ἔξωθεν ἀέρα διὰ τοῦ δέρµατος µανοῦ, τὸν δὲ φέρεσθαι πρὸς τὸ βάθος τοῦ σώµατος ἀναπληροῦντα τὴν χώραν τοῦ κατὰ τὴν ἐκπνοὴν ἀέρος ἐκτὸς φεροµένου·ὅταν δ’ αὖ πάλιν ἐπὶ τὴν διὰ τοῦ δέρµατος ἐκτὸς φορὰν ὁρµήσῃ τό τε πνεῦµα καὶ ἡ θερµασία, περιωθούµενον αὖθις τὸν ἔξωθεν ἀέρα φέρεσθαι διὰ τοῦ στόµατος ἔσω τοῦ σώµατος, ὅπερ, ὡς ἔφην, εἰσπνοή γε κυριώτερον ὑπὸ τῶν ἰατρῶν οὐκ ἀναπνοὴ καλεῖται. γίνεσθαι δέ φησιν ὁ Πλάτων τὴν περίωσιν ταύτην διὰ τὴν ἀνάγκην τοῦ κενοῦ, τουτέστι τοῦ µηδεµίαν χώραν γενέσθαι κενήν· καὶ διὰ τοῦτο <τοῦ> κενουµένου τὸ συνεχὲς ἕπεται τὴν χώραν αὐτοῦ πληροῦν, ὅπερ ᾿Ερασίστρατος ὀνοµάζειν εἴωθε τὴν πρὸς τὸ κενούµενον ἀκολουθίαν.
[79c7-e9] Τὴν δ’ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε. πᾶν ζῷον αὑτοῦ τἀντὸς περὶ τὸ αἷµα καὶ τὰς φλέβας θερµότατα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός: ὃ δὴ καὶ προσῃκάζοµεν τῷ τοῦ κύρτου πλέγµατι,