litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 190 191 192 193 194 195 196 197 198 ... 216
Перейти на страницу:
τὴν τῶν πραγµάτων ἐπιστήµην, ἴδωµεν δὲ µᾶλλον ἃ λέγει περὶ τῶν πραγµάτων αὐτῶν ἔνθα φησὶ τὴν ζωὴν ἡµῶν ἐν πυρὶ καὶ πνεύµατι κατ’ ἀνάγκην εἶναι. τεττάρων γὰρ ὄντων στοιχείων, ἐξ ὧν ἡ γένεσις τοῖς γενητοῖς ἐστι, γῆς <καὶ> πυρὸς ὕδατός τε καὶ ἀέρος, ὅτι τούτων τὰ µὲν ὑλικώτερα γῆ τε καὶ ὕδωρ ἐστί, τὰ δὲ δραστικώτερα καὶ µάλιστ’ ἐν τοῖς ζῴοις πῦρ τε καὶ πνεῦµα, σχεδὸν ἅπασιν ὡµολόγηται· τὸ δ’ ὑπὸ τούτων διοικούµενον σῶµα πολλὰς ἔχειν ἀναγκαῖόν ἐστιν οὐ µόνον κενώσεις, ἀλλὰ καὶ τὰς ἀδήλους αἰσθήσει διαπνοάς τε καὶ ἀπορροάς· χρῄζει τοίνυν διὰ ταῦτα τροφῆς ἀναπληρούσης τὸ διαφορούµενον τῆς οὐσίας αὑτοῦ, καὶ ταύτης ἕνεκα οἱ θεοὶ τὰ φυτὰ κατεσκεύασαν, ἃ δὴ <καὶ> πρόσθεν ἐδείκνυµεν εὐλόγως ὑπ’ αὐτοῦ ζῷα κεκλῆσθαι. προϋποκειµένου γὰρ τοῦ τὴν ψυχὴν ἀρχὴν εἶναι κινήσεως, ὁµολογουµένου δὲ καὶ τοῦ τὰ φυτὰ τὴν ἀρχὴν κινήσεως ἔχειν ἐν ἑαυτοῖς, ἔµψυχα προσηκόντως ὀνοµασθήσεται· τὸ δὲ ἔµψυχον σῶµα πάντες ἄνθρωποι καλοῦσι ζῷον. εἰ δὲ καὶ ᾿Αριστοτέλης βούλοιτο µὴ µόνον τῷ ἔµψυχον εἶναι τὸ σῶµα ζῷον ὀνοµάζεσθαι προσηκόντως, ἀλλὰ χρῆναι προστίθεσθαι τούτῳ <τὸ> αἰσθητικόν, οὐδὲ τούτου στερεῖται τὰ φυτά. δέδεικται γὰρ ἡµῖν ἐν τοῖς τῶν φυσικῶν δυνάµεων ὑποµνήµασι γνωριστικὴν δύναµιν ἔχειν αὐτὰ τῶν τ’ οἰκείων οὐσιῶν, ὑφ’ ὧν τρέφεται, τῶν τ’ ἀλλοτρίων, ὑφ’ ὧν βλάπτεται, καὶ διὰ τοῦτο τὰς µὲν οἰκείας ἕλκειν, τὰς δ’ ἀλλοτρίας ἀποστρέφεσθαι καὶ ἀπωθεῖσθαι, καὶ διὰ τοῦτ’ οὖν ὁ Πλάτων εἶπεν αἰσθήσεως γένους ἰδίου µετέχειν τὰ φυτά· τὸ γὰρ οἰκεῖόν τε καὶ ἀλλότριον γνωρίζει. Ταῦτα µὲν εἰς τὴν τοῦ Πλάτωνος ῥῆσιν αὐτάρκως εἴρηται διὰ βραχέων, ἀπολείπεται δὲ ἀναµνῆσαι τοὺς µίαν οὐσίαν λέγοντας εἶναι τῆς ψυχῆς ἡµῶν δυνάµεις ἔχουσαν τρεῖς, λογιστικήν τε καὶ θυµοειδῆ καὶ τρίτην τὴν, ὅτι καὶ ἄλλοτε πολλάκις, ὡς ἐδείχθη, καὶ νῦν οὐχ ἥκιστα διὰ τῆς προκειµένης ῥήσεως ὁ Πλάτων εἶδος ἔφη ψυχῆς εἶναι τὸ ἐπιθυµητικόν, οὐχ ἑτέραν µὲν ἔχον ἐν φυτοῖς, ἑτέραν δὲ ἐν ἡµῖν φύσιν, ἀλλὰ τὴν αὐτήν, ᾠκίσθαι τε κατὰ τὸ ἧπαρ, οὐ κατὰ τὸν αὐτὸν δηλονότι τόπον, ἐν ᾧ τό τε θυµοειδὲς καὶ τὸ λογιστικόν, ὅπερ ἦν <ἂν> εὔλογον, εἰ µιᾶς οὐσίας αἱ τρεῖς ἦσαν δυνάµεις, καθάπερ φασὶν οἱ τὴν καρδίαν ὑποθέµενοι τοιαύτην εἶναι. κατὰ λόγον µὲν γὰρ ἐκεῖνοι µίαν οὐσίαν τιθέµενοι τῆς ψυχῆς δυνάµεις τρεῖς αὐτῆς εἶναί φασι τὰς γενικωτάτας, ὁ δὲ Πλάτων οὐ τὴν αὐτὴν οὐσίαν τὸ λογιστικὸν τῆς ψυχῆς τῷ ἀλόγῳ καὶ ἐπιθυµητικῷ φησιν ὑπάρχειν, ἀλλ’ ἕτερον ἐκείνου, καὶ τοῦτο καὶ τῷ θυµοειδεῖ πολλάκις διαµάχεσθαι, καὶ µέντοι καὶ σύµµαχον ἔχειν ποτὲ τὸ θυµοειδὲς κατὰ τοῦ ἐπιθυµ<ητ>ικοῦ, <ἐν ἄλλῳ µέρει τοῦ> σώµατος ᾠκισµένον. αὐτὸς οὖν καὶ τὴν εἰκόνα τῆς ὅλης ἡµῶν ψυχῆς εἰς τὰ µυθευόµενα τῶν ζῴων ἀνήνεγκεν, οἵαν οἱ ποιηταὶ λέγουσι τῆς Χιµαίρας καὶ ῀Σκύλλης καὶ Κερβέρου· οὐδενὶ γὰρ εἰκάσθαι τῶν νῦν ὄντων ἐν τῷ κόσµῳ τὴν ψυχὴν ἡµῶν εὗρεν ἑτέρῳ κυριωτέρῳ. ὁµοία µέν γε καὶ ἡ κατὰ τὸν ἡνίοχόν τε καὶ τοὺς ἵππους εἰκών, ἀλλὰ τῆς ἐν τῇ Πολιτείᾳ λελεγµένης εἰκόνος ἀπολείπεται, καθ’ ἣν τοῖς συνθέτοις ζῴοις, ὡς ἡ Χίµαιρα µυθεύεται, τὴν ὅλην ψυχὴν ἡµῶν ἐοικέναι φησί. παρεθέµην δ’ ἔµπροσθεν αὐτοῦ τὴν λέξιν, ἐν ᾗ ταῦτα λέγεται. σχετλιαζέτωσαν οὖν, ὡς ἔθος αὐτοῖς ἐστι, γελῶντές τε ἅµα καὶ βωµολοχευόµενοι καὶ διασύροντες ἡµῶν τὸν λόγον ὡς ληρούντων, εἰ <δυνάµεις ἔχειν ἡµᾶσ> τρεῖς λέγοµεν ἃς ἀπέδειξα, κατὰ µὲν τὸν ἐγκέφαλον τὴν ἀρχὴν εἶναι τῶν νεύρων τε καὶ προαιρετικῶν κινήσεων, ἔτι τε πρὸς τούτοις αἰσθήσεων πέντε κατὰ δὲ τὸ ἧπαρ αἵµατός τε καὶ φλεβῶν καὶ τοῦ τρέφεσθαι τὸ σῶµα καὶ τοῦ γνωρίζειν τήν τ’ οἰκείαν οὐσίαν εἰς τοῦτο <καὶ τὴν ἀλλοτρίαν>, κατὰ δὲ τὴν καρδίαν ἀρτηριῶν καὶ τῆς ἐµφύτου θερµασίας καὶ σφυγµῶν καὶ θυµοῦ. Πλάτων δὲ ὀνοµάζει τὰς ἀρχὰς ταύτας εἴδη ψυχῶν, οὐ µιᾶς οὐσίας δυνάµεις µόνον. ὄντος οὖν τοῦ καὶ τὰς οὐσίας αὐτῶν διαφε-ρούσας εἶναι καὶ τὴν ἐν τοῖς εἰρηµένοις σπλάγχνοις οἴκησιν, ἐξέστω τῷ βουλοµένῳ δυνάµεις [ἔχειν ἡµᾶς τρεῖς] ὀνοµάζειν οὐ ψυχάς· οὐδὲ γὰρ οὔτ’ εἰς ἰατρικὴν οὔτ’ εἰς φιλοσοφίαν βλαβησόµεθα, διοικεῖσθαι τὸ ζῷον ὑπὸ τριῶν ἀρχῶν εἰπόντες, ὧν τὴν µὲν ἐν ἐγκεφάλῳ ἱδρῦσθαι, τὴν δὲ ἐν καρδίᾳ, τὴν δὲ ἐν ἥπατι. Καὶ περὶ µὲν τούτων ἅλις, ὃ δ’ ἐπὶ τέλει τῆς ῥήσεως ἔγραψεν ἴδωµεν ὅπως εἴρηται περί τε τῶν φυτῶν καὶ τοῦ τρίτου τῆς ψυχῆς εἴδους. στραφέντι, γάρ φησιν, αὐτῷ ἐν ἑαυτῷ περὶ αὑτό, τὴν µὲν ἔξωθεν ἀπωσαµένῳ κίνησιν, τῇ δὲ οἰκείᾳ χρησαµένῳ, τῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις. δοκεῖ γὰρ ἐναντία τούτοις λέγειν ἐφεξῆς, ἔνθα φησὶ µόνιµόν τε καὶ κατερριζωµένον πεπηγέναι διὰ τὸ τῆς ὑφ’ ἑαυτοῦ κινήσεως ἐστερῆσθαι. χρὴ δὲ ἀκοῦσαι κατὰ µὲν τὸν πρότερον λόγον οἰκείαν αὐτοῦ κίνησιν, ὥσπερ οὖν καὶ ἔστι, καθ’ ἣν [καὶ] ἐκ βραχυτάτου σπέρµατος ἀρχόµενον ἄνω µὲν τὸ αἰωρηθὲν αὐτοῦ, κάτω δὲ ἀποτείνει τὰς ῥίζας, ἕλκει δὲ τὴν ἐκ τῆς γῆς τροφήν, ἀναφέρει δὲ µέχρι τῶν ἐσχάτων βλαστηµάτων, αὔξησίν τε ἔχει µέχρι πλείστου πάντων τῶν µορίων, ἀκίνητον δὲ εἶναι κατὰ τὴν ὀνοµαζοµένην ὑπό τινων µεταβατικὴν κίνησιν, ἥτις ἀµειβόντων τοὺς τόπους καὶ µεθισταµένων ἐξ ἄλλης χώρας εἰς ἄλλην γίνεται. κατὰ ταύτην γὰρ αὐτὸ µόνιµόν τε καὶ κατερριζωµένον ἔφη.

Αὕτη µὲν ἡ ἐξήγησίς µοι γέγονε κατὰ τὴν τῶν ᾿Αττικιανῶν ἀντιγράφων ἔκδοσιν, ἐν ἑτέροις δὲ εὑρὼν γεγραµµένον διὰ τὸ τῆς ἐξ αὑτοῦ κινήσεως, ἐνενόησα λείπειν τὸ ω στοιχεῖον γράψαντος τοῦ Πλάτωνος διὰ τὸ τῆς ἔξω ἑαυτοῦ, ἵνα τὴν µεταβατικὴν κίνησιν ἀποφήσῃ τῶν φυτῶν µόνην.

[77c6-9] ταῦτα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοῖς ἥττοσιν ἡµῖν τροφήν, τὸ σῶµα αὐτὸ ἡµῶν διωχέτευσαν τέµνοντες οἷον ἐν κήποις ὀχετούς, ἵνα ὥσπερ ἐκ νάµατος ἐπιόντος ἄρδοιτο.

῞Ενεκα τοῦ τρέφεσθαι τὰ σώµατα ἡµῶν παρεσκευάσθαι φησὶν ὑπὸ τῶν θεῶν τὰ φυτά, καταπινόντων ἡµῶν εἰς τὴν γαστέρα δηλονότι καρποὺς αὐτῶν καὶ µόρια καὶ τῶν καταποθέντων εἰς λεπτὰ καταθραυοµένων, ὅπως ἀναδοθῇ <διὰ τῶν> φλεβῶν ὁµοίῳ <τρόπῳ> τῷ κατὰ τοὺς ἐν κήποις ὀχετούς, διὰ µὲν αὐτῶν τῶν ὀχετῶν φεροµένου τοῦ ὕδατος, ἐξ αὐτῶν δὲ διαδόσεως εἰς τὰ πλησίον µέρη τῶν κήπων γενοµένης· καὶ τοσοῦτόν γε <τὸ> διάστηµα µεταξὺ τῶν ὀχετῶν οἱ κηπουροὶ ποιοῦσιν, ὡς ἱκανὸν εἶναι διὰ παντὸς αὐτοῦ χωρῆσαι <τὸ ὕδωρ> τὸ κατὰ διάδοσιν µέλλον ἐκ τῶν ὀχετῶν ἄρδειν τὰ µεταξύ.

[77c9-d3] καὶ πρῶτον µὲν ὀχετοὺς κρυφαίους ὑπὸ τὴν σύµφυσιν τοῦ δέρµατος καὶ τῆς σαρκὸς δύο φλέβας ἔτεµον νωτιαίας, <δίδυµον> ὡς τὸ σῶµα ἐτύγχανεν δεξιοῖς τε καὶ ἀριστεροῖς ὄν,

᾿Εκ τοῦ κατὰ τοὺς κήπους παραδείγµατος

1 ... 190 191 192 193 194 195 196 197 198 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?