litbaza книги онлайнРазная литератураСочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 33 34 35 36 37 38 39 40 41 ... 182
Перейти на страницу:
ὄργανον καθαρτικόν, ὅτι ψυχρὸν καὶ ὑγρόν ἐστι καὶ οἷον ἡµίπεπτός τις τροφή. δεῖται τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον ἀλλ’ ἐν τῷ σώµατι µένον ἀλλοιοῦσθαι. τὸ δ’ ἐξ ἐγκεφάλου καταρρέον περίττωµα τάχα µὲν ἂν οὐδὲ φλέγµα τις ὀρθῶς ἀλλὰ βλένναν τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνοµάζεται, καλοίη. εἰ δὲ µή, ἀλλ’ ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις προὐνοήσατο, καὶ τοῦτ’ ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται. καὶ γὰρ οὖν καὶ τὸ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα συνιστάµενον φλέγµα ὅπως ἂν ἐκκενωθῇ καὶ αὐτὸ τάχιστά τε καὶ κάλλιστα, τὸ παρεσκευασµένον τῇ φύσει µηχάνηµα δι’ ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν ὑποµνηµάτων. ὅσον οὖν ἐµφέρεται ταῖς φλεψὶ φλέγµα χρήσιµον ὑπάρχον τοῖς ζῴοις, οὐδεµιᾶς δεῖται κενώσεως. προσέχειν δὲ χρὴ κἀνταῦθα τὸν νοῦν καὶ γιγνώσκειν, ὥσπερ τῶν χολῶν ἑκατέρας τὸ µέν τι χρήσιµόν ἐστι καὶ κατὰ φύσιν τοῖς ζῴοις, τὸ δ’ ἄχρηστόν τε καὶ παρὰ φύσιν, οὕτω καὶ τοῦ φλέγµατος, ὅσον µὲν ἂν ᾖ γλυκύ, χρηστὸν εἶναι τοῦτο τῷ ζῴῳ καὶ κατὰ φύσιν, ὅσον δ’ ὀξὺ καὶ ἁλµυρὸν ἐγένετο, τὸ µὲν ὀξὺ τελέως ἠπεπτῆσθαι, τὸ δ’ ἁλµυρὸν διασεσῆφθαι. τελείαν δ’ ἀπεψίαν φλέγµατος ἀκούειν χρὴ τὴν τῆς δευτέρας πέψεως δηλονότι τῆς ἐν φλεψίν· οὐ γὰρ δὴ τῆς γε πρώτης τῆς κατὰ τὴν κοιλίαν· ἢ οὐδ’ ἂν ἐγεγένητο τὴν ἀρχὴν χυµός, εἰ καὶ ταύτην διεπεφεύγει. ταῦτ’ ἀρκεῖν µοι δοκεῖ περὶ γενέσεώς τε καὶ διαφθορᾶς χυµῶν ὑποµνήµατ’ εἶναι τῶν ῾Ιπποκράτει τε καὶ Πλάτωνι καὶ ᾿Αριστοτέλει καὶ Πραξαγόρᾳ καὶ Διοκλεῖ καὶ πολλοῖς ἄλλοις τῶν παλαιῶν εἰρηµένων· οὐ γὰρ ἐδικαίωσα πάντα µεταφέρειν εἰς τόνδε τὸν λόγον τὰ τελέως ἐκείνοις γεγραµµένα. τοσοῦτον δὲ µόνον ὑπὲρ ἑκάστου εἶπον, ὅσον ἐξορµήσει τε τοὺς ἐντυγχάνοντας, εἰ µὴ παντάπασιν εἶεν σκαιοί, τοῖς τῶν παλαιῶν ὁµιλῆσαι γράµµασι καὶ τὴν εἰς τὸ ῥᾷον αὐτοῖς συνεῖναι βοήθειαν παρέξει. γέγραπται δέ που καὶ δι’ ἑτέρου λόγου περὶ τῶν κατὰ Πραξαγόραν τὸν Νικάρχου χυµῶν. εἰ γὰρ καὶ ὅτι µάλιστα δέκα ποιεῖ χωρὶς τοῦ αἵµατος, ἑνδέκατος γὰρ ἂν εἴη χυµὸς αὐτὸ τὸ αἷµα, τῆς ῾Ιπποκράτους οὐκ ἀποχωρεῖ διδασκαλίας. ἀλλ’ εἰς εἴδη τινὰ καὶ διαφορὰς τέµνει τοὺς ὑπ’ ἐκείνου πρώτου πάντων ἅµα ταῖς οἰκείαις ἀποδείξεσιν εἰρηµένους χυµούς. ἐπαινεῖν µὲν οὖν χρὴ τούς τ’ ἐξηγησαµένους τὰ καλῶς εἰρηµένα καὶ τοὺς εἴ τι παραλέλειπται προστιθέντας· οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ἄρξασθαί τε καὶ τελειῶσαι· µέµφεσθαι δὲ τοὺς οὕτως ἀταλαιπώρους, ὡς µηδὲν ὑποµένειν µαθεῖν τῶν ὀρθῶς εἰρηµένων, καὶ τοὺς εἰς τοσοῦτον φιλοτίµους, ὥστ’ ἐπιθυµίᾳ νεωτέρων δογµάτων ἀεὶ πανουργεῖν τι καὶ σοφίζεσθαι, τὰ µὲν ἑκόντας παραλιπόντας, ὥσπερ ᾿Ερασίστρατος ἐπὶ τῶν χυµῶν ἐποίησε, τὰ δὲ πανούργως ἀντιλέγοντας, ὥσπερ αὐτός θ’ οὗτος καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων. ἀλλ’ οὗτος µὲν ὁ λόγος ἐνταυθοῖ τελευτάτω, τὸ δ’ ὑπόλοιπον ἅπαν ἐν τῷ τρίτῳ προσθήσω.

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ

1. ῞Οτι µὲν οὖν ἡ θρέψις ἀλλοιουµένου τε καὶ ὁµοιουµένου γίγνεται τοῦ τρέφοντος τῷ τρεφοµένῳ καὶ ὡς ἐν ἑκάστῳ τῶν τοῦ ζῴου µορίων ἐστί τις δύναµις, ἣν ἀπὸ τῆς ἐνεργείας ἀλλοιωτικὴν µὲν κατὰ γένος, ὁµοιωτικὴν δὲ καὶ θρεπτικὴν κατ’ εἶδος ὀνοµάζοµεν, ἐν τῷ πρόσθεν δεδήλωται λόγῳ. τὴν δ’ εὐπορίαν τῆς ὕλης, ἣν τροφὴν ἑαυτῷ ποιεῖται τὸ τρεφόµενον, ἐξ ἑτέρας τινὸς ἔχειν ἐδείκνυτο δυνάµεως ἐπισπᾶσθαι πεφυκυίας τὸν οἰκεῖον χυµόν, εἶναι δ’ οἰκεῖον ἑκάστῳ τῶν µορίων χυµόν, ὃς ἂν ἐπιτήδειος εἰς τὴν ἐξοµοίωσιν ᾖ, καὶ τὴν ἕλκουσαν αὐτὸν δύναµιν ἀπὸ τῆς ἐνεργείας ἑλκτικήν τέ τινα καὶ ἐπισπαστικὴν ὀνοµάζεσθαι. δέδεικται δὲ καί, ὡς πρὸ µὲν τῆς ὁµοιώσεως ἡ πρόσφυσίς ἐστιν, ἐκείνης δ’ ἔµπροσθεν ἡ πρόσθεσις γίγνεται, τέλος, ὡς ἂν εἴποι τις, οὖσα τῆς κατὰ τὴν ἐπισπαστικὴν δύναµιν ἐνεργείας. αὐτὸ µὲν γὰρ τὸ παράγεσθαι τὴν τροφὴν ἐκ τῶν φλεβῶν εἰς ἕκαστον τῶν µορίων τῆς ἑλκτικῆς ἐνεργούσης γίγνεται δυνάµεως, τὸ δ’ ἤδη παρῆχθαί τε καὶ προστίθεσθαι τῷ µορίῳ τὸ τέλος ἐστὶν αὐτό, δι’ ὃ καὶ τῆς τοιαύτης ἐνεργείας ἐδεήθηµεν· ἵνα γὰρ προστεθῇ, διὰ τοῦθ’ ἕλκεται. χρόνου δ’ ἐντεῦθεν ἤδη πλείονος εἰς τὴν θρέψιν τοῦ ζῴου δεῖ· ἑλχθῆναι µὲν γὰρ καὶ διὰ ταχέων τι δύναται, προσφῦναι δὲ καὶ ἀλλοιωθῆναι καὶ τελέως ὁµοιωθῆναι τῷ τρεφοµένῳ καὶ µέρος αὐτοῦ γενέσθαι παραχρῆµα µὲν οὐχ οἷόν τε, χρόνῳ δ’ ἂν πλείονι συµβαίνοι καλῶς. ἀλλ’ εἰ µὴ µένοι κατὰ τὸ µέρος ὁ προστεθεὶς οὗτος χυµός, εἰς ἕτερον δέ τι µεθίσταιτο καὶ παραρρέοι διὰ παντὸς ἀµείβων τε καὶ ὑπαλλάττων τὰ χωρία, κατ’ οὐδὲν αὐτῶν οὔτε πρόσφυσις οὔτ’ ἐξοµοίωσις ἔσται. δεῖ δὲ κἀνταῦθά τινος τῇ φύσει δυνάµεως ἑτέρας εἰς πολυχρόνιον µονὴν τοῦ προστεθέντος τῷ µορίῳ χυµοῦ καὶ ταύτης οὐκ ἔξωθέν ποθεν ἐπιρρεούσης ἀλλ’ ἐν αὐτῷ τῷ θρεψοµένῳ κατῳκισµένης, ἣν ἀπὸ τῆς ἐνεργείας πάλιν οἱ πρὸ ἡµῶν ἠναγκάσθησαν ὀνοµάσαι καθεκτικήν. ὁ µὲν δὴ λόγος ἤδη σαφῶς ἐνεδείξατο τὴν ἀνάγκην τῆς γενέσεως τῆς τοιαύτης δυνάµεως καὶ ὅστις ἀκολουθίας σύνεσιν ἔχει, πέπεισται βεβαίως ἐξ ὧν εἴποµεν, ὡς ὑποκειµένου τε καὶ προαποδεδειγµένου τοῦ τεχνικὴν εἶναι τὴν φύσιν καὶ τοῦ ζῴου κηδεµονικὴν ἀναγκαῖον ὑπάρχειν αὐτῇ καὶ τὴν τοιαύτην δύναµιν.

2. ᾿Αλλ’ ἡµεῖς οὐ τούτῳ µόνῳ τῷ γένει τῆς ἀποδείξεως εἰθισµένοι χρῆσθαι, προστιθέντες δ’ αὐτῷ καὶ τὰς ἐκ τῶν ἐναργῶς φαινοµένων ἀναγκαζούσας τε καὶ βιαζοµένας πίστεις ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόµεθα καὶ δείξοµεν ἐπὶ µέν τινων µορίων τοῦ σώµατος οὕτως ἐναργῆ τὴν καθεκτικὴν δύναµιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον µὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κἀνταῦθα φωραθῆναι δυναµένην. ἀρξώµεθ’ οὖν τῆς διδασκαλίας ἀπ’ αὐτοῦ τοῦ τέως πρῶτον µεθόδῳ τινὶ προχειρίσασθαι µόρι’ ἄττα τοῦ σώµατος, ἐφ’ ὧν ἀκριβῶς ἔστι βασανίσαι τε καὶ ζητῆσαι τὴν καθεκτικὴν δύναµιν ὁποία ποτ’ ἐστίν. ἆρ’ οὖν ἄµεινον ἄν τις ἑτέρωθεν ἢ ἀπὸ τῶν µεγίστων τε καὶ κοιλοτάτων ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐµοὶ µὲν οὖν οὐκ ἂν δοκεῖ βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς ἐνεργείας διὰ τὸ µέγεθος· ὡς τά γε σµικρὰ τάχ’ ἄν, εἰ καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναµιν, ἀλλ’ οὐκ αἰσθήσει γ’ ἑτοίµην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς. ἀλλ’ ἔστιν ἐν τοῖς µάλιστα κοιλότατα καὶ µέγιστα τῶν τοῦ ζῴου µορίων ἥ τε γαστὴρ καὶ <αἱ> µῆτραί τε καὶ ὑστέραι καλούµεναι. τί οὖν κωλύει ταῦτα πρῶτα προχειρισαµένους ἐπισκέψασθαι τὰς ἐνεργείας αὐτῶν, ὅσαι µὲν καὶ πρὸ τῆς ἀνατοµῆς δῆλαι, τὴν ἐξέτασιν ἐφ’ ἡµῶν αὐτῶν ποιουµένους, ὅσαι δ’ ἀµυδρότεραι, τὰ παραπλήσια διαιροῦντας ἀνθρώπῳ ζῷα, οὐχ ὡς οὐκ ἂν ἱκανῶς τό γε καθόλου περὶ τῆς ζητουµένης δυνάµεως καὶ τῶν ἀνοµοίων ἐνδειξοµένων, ἀλλ’ ὡς ἵν’ ἅµα τῷ κοινῷ καὶ τὸ ἴδιον ἐφ’ ἡµῶν αὐτῶν ἐγνωκότες εἴς τε τὰς διαγνώσεις τῶν

1 ... 33 34 35 36 37 38 39 40 41 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?