litbaza книги онлайнРазная литератураСочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 36 37 38 39 40 41 42 43 44 ... 182
Перейти на страницу:
τῶν οἰκείων ποιοτήτων ἡ γαστήρ, ἀποστρέφεται δὲ τὰς ἀλλοτρίας. ἀλλ’ εἴπερ ἐφίεταί τε καὶ ἕλκει καὶ ἀπολαύει κατέχουσα καὶ περιστελλοµένη, εἴη ἄν τι καὶ πέρας αὐτῇ τῆς ἀπολαύσεως κἀπὶ τῷδ’ ὁ καιρὸς ἤδη τῆς ἐκκριτικῆς δυνάµεως ἐνεργούσης.

7. ᾿Αλλ’ εἰ καὶ κατέχει καὶ ἀπολαύει, καταχρῆται πρὸς ὃ πέφυκε. πέφυκε δὲ τοῦ προσήκοντος ἑαυτῇ κατὰ ποιότητα καὶ οἰκείου µεταλαµβάνειν· ὥσθ’ ἕλκει τῶν σιτίων ὅσον χρηστότατον ἀτµωδῶς τε καὶ κατὰ βραχὺ καὶ τοῦτο τοῖς ἑαυτῆς χιτῶσιν ἐναποτίθεταί τε καὶ προστίθησιν. ὅταν δ’ ἱκανῶς ἐµπλησθῇ, καθάπερ ἄχθος τι τὴν λοιπὴν ἀποτίθεται τροφὴν ἐσχηκυῖάν τι χρηστὸν ἤδη καὶ αὐτὴν ἐκ τῆς πρὸς τὴν γαστέρα κοινωνίας· οὐδὲ γὰρ ἐνδέχεται δύο σώµατα δρᾶν καὶ πάσχειν ἐπιτήδεια συνελθόντα µὴ οὐκ ἤτοι πάσχειν θ’ ἅµα καὶ δρᾶν ἢ θάτερον µὲν δρᾶν, θάτερον δὲ πάσχειν. ἐὰν µὲν γὰρ ἰσάζῃ ταῖς δυνάµεσιν, ἐξ ἴσου δράσει τε καὶ πείσεται, ἂν δ’ ὑπερέχῃ πολὺ καὶ κρατῇ θάτερον, ἐνεργήσει περὶ τὸ πάσχον· ὥστε δράσει µέγα µέν τι καὶ αἰσθητόν, αὐτὸ δ’ ἤτοι σµικρόν τι καὶ οὐκ αἰσθητὸν ἢ παντάπασιν οὐδὲν πείσεται. ἀλλ’ ἐν τούτῳ δὴ καὶ µάλιστα διήνεγκε φαρµάκου δηλητηρίου τροφή· τὸ µὲν γὰρ κρατεῖ τῆς ἐν τῷ σώµατι δυνάµεως, ἡ δὲ κρατεῖται. οὔκουν ἐνδέχεται τροφὴν µὲν εἶναί τι τῷ ζῴῳ προσήκουσαν, οὐ µὴν καὶ κρατεῖσθαί γ’ ὁµοίως πρὸς τῶν ἐν τῷ ζῴῳ ποιοτήτων· τὸ κρατεῖσθαι δ’ ἦν ἀλλοιοῦσθαι. ἀλλ’ ἐπεὶ τὰ µὲν ἰσχυρότερα ταῖς δυνάµεσίν ἐστι µόρια, τὰ δ’ ἀσθενέστερα, κρατήσει µὲν πάντα τῆς οἰκείας τῷ ζῴῳ τροφῆς, οὐχ ὁµοίως δὲ πάντα· κρατήσει δ’ ἄρα καὶ ἡ γαστὴρ καὶ ἀλλοιώσει µὲν τὴν τροφήν, οὐ µὴν ὁµοίως ἥπατι καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ. πόσον οὖν ἐστιν, ὃ ἀλλοιοῖ, καὶ δὴ θεασώµεθα· πλέον µὲν ἢ κατὰ τὸ στόµα, µεῖον δ’ ἢ κατὰ τὸ ἧπάρ τε καὶ τὰς φλέβας. αὕτη µὲν γὰρ ἡ ἀλλοίωσις εἰς αἵµατος οὐσίαν ἄγει τὴν τροφήν, ἡ δ’ ἐν τῷ στόµατι µεθίστησι µὲν αὐτὴν ἐναργῶς εἰς ἕτερον εἶδος, οὐ µὴν εἰς τέλος γε µετακοσµεῖ. µάθοις δ’ ἂν ἐπὶ τῶν ἐγκαταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων καὶ καταµεινάντων δι’ ὅλης νυκτός· οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος οὔτε κρέας ἐστὶ τὸ κρέας, ἀλλ’ ὄζει µὲν τοιοῦτον, οἷόνπερ καὶ τοῦ ζῴου τὸ στόµα, διαλέλυται δὲ καὶ διατέτηκε καὶ τὰς ἐν τῷ ζῴῳ τῆς σαρκὸς ἀποµέµακται ποιότητας. ἔνεστι δέ σοι θεάσασθαι τὸ µέγεθος τῆς ἐν τῷ στόµατι τῶν σιτίων ἀλλοιώσεως, εἰ πυροὺς µασησάµενος ἐπιθείης ἀπέπτοις δοθιῆσιν· ὄψει γὰρ αὐτοὺς τάχιστα µεταβάλλοντάς τε καὶ συµπέττοντας, οὐδὲν τοιοῦτον, ὅταν ὕδατι φυραθῶσιν, ἐργάσασθαι δυναµένους. καὶ µὴ θαυµάσῃς· τὸ γάρ τοι φλέγµα τουτὶ τὸ κατὰ τὸ στόµα καὶ λειχήνων ἐστὶν ἄκος καὶ σκορπίους ἀναιρεῖ παραχρῆµα καὶ πολλὰ τῶν ἰοβόλων θηρίων τὰ µὲν εὐθέως ἀποκτείνει, τὰ δ’ ἐς ὕστερον· ἅπαντα γοῦν βλάπτει µεγάλως. ἀλλὰ τὰ µεµα-σηµένα σιτία πρῶτον µὲν τούτῳ τῷ φλέγµατι βέβρεκταί τε καὶ πεφύραται, δεύτερον δὲ καὶ τῷ χρωτὶ τοῦ στόµατος ἅπαντα πεπλησίακεν, ὥστε πλείονα µεταβολὴν εἴληφε τῶν ἐν ταῖς κεναῖς χώραις τῶν ὀδόντων ἐσφηνωµένων. ἀλλ’ ὅσον τὰ µεµασηµένα τούτων ἐπὶ πλέον ἠλλοίωται, τοσοῦτον ἐκείνων τὰ καταποθέντα. µὴ γὰρ οὐδὲ παραβλητὸν ᾖ τὸ τῆς ὑπερβολῆς, εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιµεν φλέγµα καὶ χολὴν καὶ πνεῦµα καὶ θερµασίαν καὶ ὅλην τὴν οὐσίαν τῆς γαστρός. εἰ δὲ καὶ συνεπινοήσαις αὐτῇ τὰ παρακείµενα σπλάγχνα καθάπερ τινὶ λέβητι µεγάλῳ πυρὸς ἑστίας πολλάς, ἐκ δεξιῶν µὲν τὸ ἧπαρ, ἐξ ἀριστερῶν δὲ τὸν σπλῆνα, τὴν καρδίαν δ’ ἐκ τῶν ἄνω, σὺν αὐτῇ δὲ καὶ τὰς φρένας αἰωρουµένας τε καὶ διὰ παντὸς κινουµένας, ἐφ’ ἅπασι δὲ τούτοις σκέπον τὸ ἐπίπλοον, ἐξαίσιόν τινα πεισθήσῃ τὴν ἀλλοίωσιν γίγνεσθαι τῶν εἰς τὴν γαστέρα καταποθέντων σιτίων. πῶς δ’ ἂν ἠδύνατο ῥᾳδίως αἱµατοῦσθαι µὴ προπαρασκευασθέντα τῇ τοιαύτῃ µεταβολῇ; δέδεικται γὰρ οὖν καὶ πρόσθεν, ὡς οὐδὲν εἰς τὴν ἐναντίαν ἀθρόως µεθίσταται ποιότητα. πῶς οὖν ὁ ἄρτος αἷµα γίγνεται, πῶς δὲ τὸ τεῦτλον ἢ ὁ κύαµος ἤ τι τῶν ἄλλων, εἰ µὴ πρότερόν τιν’ ἑτέραν ἀλλοίωσιν ἐδέξατο; πῶς δ’ ἡ κόπρος [εὐθὺς] ἐν τοῖς λεπτοῖς ἐντέροις ἀθρόως γεννηθήσεται; τί γὰρ ἐν τούτοις σφοδρότερον εἰς ἀλλοίωσίν ἐστι τῶν κατὰ τὴν γαστέρα; πότερα τῶν χιτώνων τὸ πλῆθος ἢ τῶν γειτνιώντων σπλάγχνων ἡ περίθεσις ἢ τῆς µονῆς ὁ χρόνος ἢ σύµφυτός τις ἐν τοῖς ὀργάνοις θερµασία; καὶ µὴν κατ’ οὐδὲν τούτων πλεονεκτεῖ τὰ ἔντερα τῆς γαστρός. τί ποτ’ οὖν ἐν µὲν τῇ γαστρὶ νυκτὸς ὅλης πολλάκις µείναντα τὸν ἄρτον ἔτι φυλάττεσθαι βούλονται τὰς ἀρχαίας διασῴζοντα ποιότητας, ἐπειδὰν δ’ ἅπαξ ἐµπέσῃ τοῖς ἐντέροις, εὐθὺς γίγνεσθαι κόπρον; εἰ µὲν γὰρ ὁ τοσοῦτος χρόνος ἀδύνατος ἀλλοιοῦν, οὐδ’ ὁ βραχὺς ἱκανός· εἰ δ’ οὗτος αὐτάρκης, πῶς οὐ πολὺ µᾶλλον ὁ µακρός; ἆρ’ οὖν ἀλλοιοῦται µὲν ἡ τροφὴ κατὰ τὴν κοιλίαν, ἄλλην δέ τιν’ ἀλλοίωσιν καὶ οὐχ οἵαν ἐκ τῆς φύσεως ἴσχει τοῦ µεταβάλλοντος ὀργάνου; ἢ ταύτην µέν, οὐ µὴν τήν γ’ οἰκείαν τῷ τοῦ ζῴου σώµατι; µακρῷ τοῦτ’ ἀδυνατώτερόν ἐστι. καὶ µὴν οὐκ ἄλλο γ’ ἦν ἡ πέψις ἢ ἀλλοίωσις εἰς τὴν οἰκείαν τοῦ τρεφοµένου ποιότητα. εἴπερ οὖν ἡ πέψις τοῦτ’ ἔστι καὶ ἡ τροφὴ κατὰ τὴν γαστέρα δέδεικται δεχοµένη ποιότητα τῷ µέλλοντι πρὸς αὐτῆς θρέψεσθαι ζῴῳ προσήκουσαν, ἱκανῶς ἀποδέδεικται τὸ πέττεσθαι κατὰ τὴν γαστέρα τὴν τροφήν. καὶ γελοῖος µὲν ᾿Ασκληπιάδης οὔτ’ ἐν ταῖς ἐρυγαῖς λέγων ἐµφαίνεσθαί ποτε τὴν ποιότητα τῶν πεφθέντων σιτίων οὔτ’ ἐν τοῖς ἐµέτοις οὔτ’ ἐν ταῖς ἀνατοµαῖς· αὐτὸ γὰρ δὴ τὸ τοῦ σώµατος ἐξόζειν αὐτὰ τῆς κοιλίας ἐστὶ τὸ πεπέφθαι. ὁ δ’ οὕτως ἐστὶν εὐήθης, ὥστ’, ἐπειδὴ τῶν παλαιῶν ἀκούει λεγόντων ἐπὶ τὸ χρηστὸν ἐν τῇ γαστρὶ µεταβάλλειν τὰ σιτία, δοκιµάζει ζητεῖν οὐ τὸ κατὰ δύναµιν ἀλλὰ τὸ κατὰ γεῦσιν χρηστόν, ὥσπερ ἢ τοῦ µήλου µηλωδεστέρου—χρὴ γὰρ οὕτως αὐτῷ διαλέγεσθαι—γιγνοµένου κατὰ τὴν κοιλίαν ἢ τοῦ µέλιτος µελιτωδεστέρου. πολὺ δ’ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ ᾿Ερασίστρατος ἢ µὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόµενος ἑαυτόν. ἑψήσει µὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερµασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία µὴ δυναµένης ἢ δυναµένης µὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔµφυτον δὲ θερµασίαν, ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθ’ ἕψειν οὐκ ὀπτᾶν εἰρηµένην. ἐχρῆν δ’ αὐτόν, εἴπερ περὶ πραγµάτων ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι µάλιστα µὲν καὶ πρῶτον, ὡς οὐδὲ µεταβάλλει τὴν ἀρχὴν οὐδ’ ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία, δεύτερον δ’, εἴπερ µὴ

1 ... 36 37 38 39 40 41 42 43 44 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?