Шрифт:
Интервал:
Закладка:
8. ᾿Επὶ µὲν οὖν τῆς πέψεως, εἰ καὶ τἆλλα πάντα παρέλιπε, τὸ γοῦν ὅτι διαφέρει τῆς ἐκτὸς ἑψήσεως ἡ ἐν τοῖς ζῴοις πέψις, ἐπειράθη δεικνύναι, περὶ δὲ τῆς καταπόσεως οὐδ’ ἄχρι τοσούτου. τί γάρ φησιν; ‘ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι’. καὶ µὴν δύο χιτῶνας ἡ γαστὴρ ἔχει πάντως ἕνεκά του γεγονότας καὶ διήκουσιν οὗτοι µέχρι τοῦ στόµατος, ὁ µὲν ἔνδον, οἷός ἐστι κατὰ τὴν γαστέρα, τοιοῦτος διαµένων, ὁ δ’ ἕτερος ἐπὶ τὸ σαρκωδέστερον ἐν τῷ στοµάχῳ τρεπόµενος. ὅτι µὲν οὖν ἐναντίας ἀλλήλαις τὰς ἐπιβολὰς τῶν ἰνῶν ἔχουσιν οἱ χιτῶνες οὗτοι, τὸ φαινόµενον αὐτὸ µαρτυρεῖ. τίνος δ’ ἕνεκα τοιοῦτοι γεγόνασιν, ᾿Ερασίστρατος µὲν οὐδ’ ἐπεχείρησεν εἰπεῖν, ἡµεῖς δ’ ἐροῦµεν. ὁ µὲν ἔνδον εὐθείας ἔχει τὰς ἶνας, ὁλκῆς γὰρ ἕνεκα γέγονεν· ὁ δ’ ἔξωθεν ἐγκαρσίας ὑπὲρ τοῦ κατὰ κύκλον περιστέλλεσθαι· ἑκάστῳ γὰρ τῶν κινουµένων ὀργάνων ἐν τοῖς σώµασι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν. ἐπ’ αὐτῶν δὲ πρῶτον τῶν µυῶν, εἰ βούλει, βασάνισον τὸν λόγον, ἐφ’ ὧν καὶ αἱ ἶνες ἐναργέσταται καὶ αἱ κινήσεις αὐτῶν ὁρῶνται διὰ σφοδρότητα. µετὰ δὲ τοὺς µῦς ἐπὶ τὰ φυσικὰ τῶν ὀργάνων ἴθι καὶ πάντ’ ὄψει κατὰ τὰς ἶνας κινούµενα καὶ διὰ τοῦθ’ ἑκάστῳ µὲν τῶν ἐντέρων στρογγύλαι καθ’ ἑκάτε-ρον τῶν χιτώνων αἱ ἶνές εἰσι· περιστέλλονται γὰρ µόνον, ἕλκουσι δ’ οὐδέν. ἡ γαστὴρ δὲ τῶν ἰνῶν τὰς µὲν εὐθείας ἔχει χάριν ὁλκῆς, τὰς δ’ ἐγκαρσίας ἕνεκα περιστολῆς· ὥσπερ γὰρ ἐν τοῖς µυσὶν ἑκάστης τῶν ἰνῶν τεινοµένης τε καὶ πρὸς τὴν ἀρχὴν ἑλκοµένης αἱ κινήσεις γίγνονται, κατὰ τὸν αὐτὸν λόγον κἀν τῇ γαστρί· τῶν µὲν οὖν ἐγκαρσίων ἰνῶν τεινοµένων ἔλαττον ἀνάγκη γίγνεσθαι τὸ εὖρος τῆς περιεχοµένης ὑπ’ αὐτῶν κοιλότητος, τῶν δ’ εὐθειῶν ἑλκοµένων τε καὶ εἰς ἑαυτὰς συναγοµένων οὐκ ἐνδέχεται µὴ οὐ συναιρεῖσθαι τὸ µῆκος. ἀλλὰ µὴν ἐναργῶς γε φαίνεται καταπινόντων συναιρούµενον καὶ τοσοῦτον ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόµαχος κατασπᾶται, καὶ ὅταν γε συµπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνεργείας ἀφεθῇ τῆς τάσεως ὁ στόµαχος, ἐναργῶς πάλιν φαίνεται καταφερόµενος ὁ λάρυγξ· ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἶνας ἔχων ὁ καὶ τὸν στόµαχον ὑπαλείφων καὶ τὸ στόµα τοῖς ἐντὸς µέρεσιν ἐπεκτείνεται τοῦ λάρυγγος, ὥστ’ οὐκ ἐνδέχεται κατασπώµενον αὐτὸν ὑπὸ τῆς κοιλίας µὴ οὐ συνεπισπᾶσθαι καὶ τὸν λάρυγγα. ὅτι δ’ αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τά τ’ ἄλλα µόρια καὶ ἡ γαστήρ, οὐ συναιροῦσι τὸ µῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρ’ αὐτοῦ λαβεῖν ἔστιν ὁµολογούµενον ᾿Ερασιστράτου· περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον. ἀλλ’ εἰ περιστέλλεται µέν, οὐδὲν δὲ τοῦ µήκους ἀφαιρεῖται τῆς κοιλίας, οὐκ ἔστι τῆς περισταλτικῆς κινήσεως ἴδιον τὸ κατασπᾶν κάτω τὸν στόµαχον. ὅπερ γὰρ αὐτὸς ὁ ᾿Ερασίστρατος εἶπε, τοῦτο µόνον αὐτὸ συµβήσεται τὸ τῶν ἄνω συστελλοµένων διαστέλλεσθαι τὰ κάτω. τοῦτο δ’ ὅτι, κἂν εἰς νεκροῦ τὸν στόµαχον ὕδατος ἐγχέῃς, φαίνεται γιγνόµενον, οὐδεὶς ἀγνοεῖ. ταῖς γὰρ τῶν ὑλῶν διὰ στενοῦ σώµατος ὁδοιπορίαις ἀκόλουθόν ἐστι τὸ σύµπτωµα· θαυµαστὸν γάρ, εἰ διερχοµένου τινὸς αὐτὸν ὄγκου µὴ διασταλήσεται. οὐκοῦν τὸ µὲν τῶν ἄνω συστελλοµένων διαστέλλεσθαι τὰ κάτω κοινόν ἐστι καὶ τοῖς νεκροῖς σώµασι, δι’ ὧν ὁπωσοῦν τι διεξέρχεται, καὶ τοῖς ζῶσιν, εἴτε περιστέλλοιτο τοῖς διερχοµένοις εἴθ’ ἕλκοιτο· τὸ δὲ τῆς τοῦ µήκους συναιρέσεως ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργάνων, ἵν’ ἐπισπάσωνταί τι. ἀλλὰ µὴν ἐδείχθη κατασπώµενος ὁ στόµαχος, οὐ γὰρ ἂν εἷλκε τὸν λάρυγγα· δῆλον οὖν, ὡς ἡ γαστὴρ ἕλκει τὰ σιτία διὰ τοῦ στοµάχου. καὶ ἡ κατὰ τὸν ἔµετον δὲ τῶν ἐµουµένων ἄχρι τοῦ στόµατος φορὰ πάντως µέν που καὶ αὐτὴ τὰ µὲν ὑπὸ τῶν ἀναφεροµένων διατεινόµενα µέρη τοῦ στοµάχου διεστῶτα κέκτηται, τῶν πρόσω δ’ ὅ τι ἂν ἑκάστοτ’ ἐπιλαµβάνηται, τοῦτ’ ἀρχόµενον διαστέλλεται, τὸ δ’ ὄπισθεν καταλείπει δηλονότι συστελλόµενον, ὥσθ’ ὁµοίαν εἶναι πάντη τὴν διάθεσιν τοῦ στοµάχου κατά γε τοῦτο τῇ τῶν καταπινόντων· ἀλλὰ τῆς ὁλκῆς µὴ παρούσης τὸ µῆκος ὅλον ἴσον ἐν τοῖς τοιούτοις συµπτώµασι διαφυλάττεται. διὰ τοῦτο δὲ καὶ καταπίνειν ῥᾷόν ἐστιν ἢ ἐµεῖν, ὅτι καταπίνεται µὲν ἀµφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ µὲν ἐντὸς ἕλκοντος, τοῦ δ’ ἐκτὸς περιστελλοµένου τε καὶ συνεπωθοῦντος, ἐµεῖται δὲ θατέρου µόνου τοῦ ἔξωθεν ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόµα. οὐ γὰρ δὴ ὥσπερ ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν αὐτὸν τρόπον κἀν τοῖς ἐµέτοις ἐπιθυµεῖ τι τῶν κατὰ τὸ στόµα µορίων τοῦ γιγνοµένου παθήµατος, ἀλλ’ ἄµφω τῆς γαστρὸς αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγοµένης µὲν καὶ προσιεµένης τὰ χρήσιµά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβοµένης τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς µὲν ἱκανῶς ὀρεγοµένοις τῶν οἰκείων ἐδεσµάτων τῇ γαστρὶ τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης πρὶν ἢ µασηθῆναι, τοῖς δ’ ἤτοι φάρµακόν τι κατ’ ἀνάγκην πίνουσιν ἢ σιτίον ἐν χώρᾳ φαρµάκου προσφεροµένοις ἀνιαρὰ καὶ µόγις ἡ κατάποσις αὐτῶν ἐπιτελεῖται. δῆλος οὖν ἐστιν ἐκ τῶν εἰρηµένων ὁ µὲν ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἔχων ἶνας τῆς ἐκ τοῦ στόµατος εἰς αὐτὴν ὁλκῆς ἕνεκα γεγονὼς καὶ διὰ τοῦτ’ ἐν ταῖς καταπόσεσι µόναις ἐνεργῶν, ὁ δ’ ἔξωθεν ὁ τὰς ἐγκαρσίας [ἶνας] ἔχων ἕνεκα µὲν τοῦ περιστέλλεσθαι τοῖς ἐνυπάρχουσι καὶ προωθεῖν αὐτὰ τοιοῦτος ἀποτελεσθείς, ἐνεργῶν δ’ οὐδὲν ἧττον ἐν τοῖς ἐµέτοις ἢ ταῖς καταπόσεσιν. ἐναργέστατα δὲ µαρτυρεῖ τῷ λεγοµένῳ καὶ τὸ κατὰ τὰς