Шрифт:
Интервал:
Закладка:
13. Οὐ µὴν οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τήν θ’ ὁλκὴν γίγνεσθαι καὶ τὴν ἀπόκρισιν ἐν διαφέρουσι χρόνοις οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόµαχος οὐ µόνον ἐδέσµατα καὶ πόµατα παράγων εἰς αὐτήν, ἀλλὰ κἀν ταῖς ναυτίαις τὴν ἐναντίαν ὑπηρεσίαν ὑπηρετῶν ἐναργῶς φαίνεται, καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁ αὐχὴν εἷς ὢν ἅµα µὲν πληροῖ δι’ αὑτοῦ τὴν κύστιν, ἅµα δ’ ἐκκενοῖ, καὶ τῶν µητρῶν ὁ στόµαχος ὡσαύτως ὁδός ἐστιν εἴσω µὲν τοῦ σπέρµατος, ἔξω δὲ τοῦ κυήµατος. ἀλλὰ κἀνταῦθα πάλιν ἡ µὲν ἐκκριτικὴ δύναµις ἐναργής, οὐ µὴν ὁµοίως γ’ αὐτῇ σαφὴς τοῖς πολλοῖς ἡ ἑλκτική· ἀλλ’ ῾Ιπποκράτης µὲν ἀρρώστου µήτρας αἰτιώµενος αὐχένα φησί· ‘οὐ γὰρ δύναται αὐτέης ὁ στόµαχος εἰρύσαι τὴν γονήν’. ᾿Ερασίστρατος δὲ καὶ ᾿Ασκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστ’ οὐ µόνον τὴν κοιλίαν καὶ τὰς µήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάµεως ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅµα τοῖς νεφροῖς. καίτοι γ’ ὅτι µηδ’ εἰπεῖν δυνατὸν ἕτερον αἴτιον ἢ οὔρων ἢ χολῆς διακρίσεως, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ. καὶ µήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν δι’ ἑνὸς καὶ ταὐτοῦ στοµάχου τήν θ’ ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουµένας µηκέτι θαυµάζωµεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώµατα. τούτου δ’ ἔτι µᾶλλον οὐ χρὴ θαυµάζειν, εἰ, δι’ ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρός, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς µακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν ὅµοιόν ἐστι δήπου τῷ µηκέτι πιστεύειν µηδ’ ὅτι τὰ καθαίροντα φάρµακα διὰ τῶν αὐτῶν στοµάτων ἐξ ὅλου τοῦ σώµατος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυµούς, δι’ ὧν ἔµπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλ’ ἕτερα µὲν ζητεῖν ἀναδόσεως, ἕτερα δὲ καθάρσεως στόµατα. καὶ µὴν εἴπερ ἓν καὶ ταὐτὸ στόµα διτταῖς ὑπηρετεῖ δυνάµεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουµέναις, ἔµπροσθεν µὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρµάκου, τί θαυµαστόν ἐστι διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ µέσῳ τεταγµέναις ἥπατός τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθ’, ὁπότε µὲν ἐν τούτοις ἄφθονος εἴη περιεχοµένη τροφή, διὰ τῶν εἰρηµένων εἰς ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δ’ εἴη κενὰ καὶ δεόµενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι; πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ µεταδιδόναι καὶ µία τις εἶναι σύρροια καὶ σύµπνοια πάντων, καθάπερ καὶ τοῦθ’ ὁ θειότατος ῾Ιπποκράτης εἶπεν. ἕλκει µὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον. ἰσχυρότερον δὲ καὶ ἀσθενέστερον ἕτερον ἑτέρου µόριον ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν ἢ ἰδίως τῷδέ τινι γίγνεται. φύσει µὲν καὶ κοινῇ πᾶσιν ἀνθρώποις θ’ ἅµα καὶ ζῴοις ἡ µὲν καρδία τοῦ ἥπατος, τὸ δ’ ἧπαρ τῶν ἐντέρων τε καὶ τῆς γαστρός, αἱ δ’ ἀρτηρίαι τῶν φλεβῶν ἑλκύσαι τε τὸ χρήσιµον ἑαυταῖς ἀποκρῖναί τε τὸ µὴ τοιοῦτον ἰσχυρότεραι. καθ’ ἕκαστον δ’ ἡµῶν ἰδίως ἐν µὲν τῷδε τῷ καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἡ γαστὴρ δ’ ἐν τῷδε. πολλῆς µὲν γὰρ ἐν τῇ κοιλίᾳ περιεχοµένης τροφῆς καὶ σφοδρῶς ὀρεγοµένου τε καὶ χρῄζοντος τοῦ ἥπατος, πάντως ἰσχυρότερον ἕλκει τὸ σπλάγχνον· ἔµπαλιν δὲ τοῦ µὲν ἥπατος ἐµπεπλησµένου τε καὶ διατεταµένου, τῆς γαστρὸς δ’ ὀρεγοµένης καὶ κενῆς ὑπαρχούσης ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην µεθίσταται. ὡς γάρ, εἰ κἂν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιµεν, εἰ µὲν ὁµοίως εἴηµεν δεόµενοι, περιγίγνεσθαι τὸν ἰσχυρότερον εἰκός, εἰ δ’ οὗτος µὲν ἐµπεπλησµένος εἴη καὶ διὰ τοῦτ’ ἀµελῶς κατέχων τὰ περιττὰ ἢ καί τινι µεταδοῦναι ποθῶν, ὁ δ’ ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυµα τοῦ µὴ πάντα λαβεῖν αὐτόν, οὕτω καὶ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ µὲν ἱκανῶς ὀρέγηται τροφῆς, ἐµπεπλησµένον δ’ ᾖ τὸ σπλάγχνον. καὶ τοῦ γε µὴ πεινῆν ἐνίοτε τὸ ζῷον ἡ περιουσία τῆς ἐν ἥπατι τροφῆς αἰτία· κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιµοτέραν ἡ γαστὴρ τροφὴν οὐδὲν δεῖται τῆς ἔξωθεν· εἰ δέ γέ ποτε δέοιτο µέν, ἀποροίη δέ, πληροῦται περιττωµάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα χολώδεις τε καὶ φλεγµατώδεις καὶ ὀρρώδεις, οὓς µόνους ἑλκούσῃ µεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὴ δέηται τροφῆς. ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ µόρια τροφήν, οὕτω καὶ ἀποτίθεταί ποτ’ εἰς ἄλληλα τὸ περιττὸν καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεµένων καὶ τῶν γε καλουµένων ῥευµάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν µορίων ἔχει τινὰ τόνον σύµφυτον, ᾧ διωθεῖται τὸ περιττόν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀρρωστότερον γένηται κατὰ δή τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συρρεῖν ἀνάγκη τὰ περιττώµατα. τὸ µὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δ’ αὖ πάλιν ἕκαστον εἰς ἕτερ’ ἄττα τῶν ἀσθενεστέρων, εἶτ’ αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα καὶ τοῦτ’ ἐπὶ πλεῖστον γίγνεται, µέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόµενον τὸ περίττωµα καθ’ ἕν τι µείνῃ τῶν ἀσθενεστάτων· ἐντεῦθεν γὰρ οὐκέτ’ εἰς ἄλλο δύναται µεταρρεῖν, ὡς ἂν µήτε δεχοµένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων µήτ’ ἀπώσασθαι δυναµένου τοῦ πεπονθότος. ἀλλὰ περὶ µὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡµῶν ἐπιδεικνύντων ἱκανὰ κἀξ ἐκείνων ἔσται λαβεῖν µαρτύρια τῶν ἐν τῷδε τῷ λόγῳ παντὶ δεδειγµένων ὀρθῶς. ὃ δ’ ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωµεν, ὡς οὐδὲν θαυµαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, δι’ ὧν ἔµπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεδίδοτο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυµνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵµατος [ἀθρόου] διὰ τῶν ἐντέρων γίγνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ ῾Ιπποκράτης ἔλεγεν, οὐδὲν µὲν ἄλλο λυποῦσα, καθαίρουσα δ’ ὀξέως τὸ πᾶν σῶµα καὶ τὰς πλησµονὰς ἐκκενοῦσα, διὰ τῶν αὐτῶν δήπου φλεβῶν τῆς [ἔξω] φορᾶς τῶν περιττῶν ἐπιτελουµένης, δι’ ὧν ἔµπροσθεν ἡ ἀνάδοσις ἐγίγνετο. πολλάκις δ’ ἐν νόσοις ἡ φύσις διὰ µὲν τῶν αὐτῶν δήπου φλεβῶν τὸ πᾶν ἐκκαθαίρει ζῷον, οὐ µὴν αἱµατώδης γ’ ἡ κένωσις αὐτοῖς, ἀλλὰ κατὰ τὸν λυποῦντα γίγνεται χυµόν. οὕτω δὲ κἀν ταῖς χολέραις ἐκκενοῦται τὸ πᾶν σῶµα διὰ τῶν εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν. τὸ δ’ οἴεσθαι µίαν εἶναι ταῖς ὕλαις φορὰν τελέως ἀγνοοῦντός ἐστι τὰς φυσικὰς δυνάµεις τάς τ’ ἄλλας καὶ τὴν ἐκκριτικὴν ἐναντίαν οὖσαν τῇ ἑλκτικῇ· ταῖς γὰρ ἐναντίαις δυνάµεσιν ἐναντίας κινήσεις τε καὶ φορὰς τῶν ὑλῶν ἀναγκαῖον ἀκολουθεῖν. ἕκαστον γὰρ τῶν µορίων, ὅταν ἑλκύσῃ τὸν οἰκεῖον χυµόν, ἔπειτα κατάσχῃ καὶ