Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
Перейти на страницу:
τῇ ὑγείᾳ. διαφέρει δ’ ἀµφοῖν τὸ πάθος τε καὶ πάθηµα προσαγορευόµενον, ὥσπερ δὴ καὶ Πλάτων αὐτὸς διοριζόµενος ἔλεγε·πᾶν γὰρ ὅ τι περ ἂν πάσχῃ τις πάθος προσρητέον. ὅθεν, οἶµαι, καὶ τὰς τῶν αἰσθήσεων ἀλλοιώσεις παθήµατα προσαγορεύει, κατὰ µὲν τὴν ὄψιν τὰς ἀπὸ λευκοῦ καὶ µέλανος καὶ ξανθοῦ καὶ τῶν ἄλλων χρωµάτων, κατὰ δὲ τὴν ἁφὴν τὰς ἀπὸ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ σκληροῦ καὶ µαλακοῦ καὶ τῶν τοιούτων ἁπάντων. οὕτω δὲ καὶ καθ’ ἑκάστην τῶν ἄλλων αἰσθήσεων. ὀνοµάζει δὲ καὶ τὴν ἡδονὴν πάθηµα, καὶ ὅλως ἅπασαν κίνησιν ἡντιναοῦν τὴν ὑφ’ ἑτέρου γινοµένην ἐν ἑτέρῳ. ἡ µὲν γὰρ τοῦ ποιοῦντος κίνησις ἐνέργεια, πάθηµα δὲ καὶ πάθος ἡ τοῦ διατιθεµένου πως ὑπ’ αὐτοῦ. καὶ γὰρ καθόλου τὸ διατίθεσθαί πως ταυτὸν τῷ πάσχειν ἐστί. καὶ διήνεγκε τῆς διαθέσεως τὸ πάθηµα κινήσει· παυσαµένου γὰρ τοῦ ἀλλοιοῦντος, ἡ περὶ τὸ παθὸν ἀλλοίωσις ὑποµένουσα, διάθεσίς ἐστι τοῦ παθόντος. ὥστε ἐν αὐτῷ µὲν τῷ τρέπεσθαι καὶ µεταβάλλεσθαι καὶ ἀλλοιοῦσθαι καὶ κινεῖσθαι τὸ πάθος ἔχει τὴν γένεσιν, ἐν δὲ τῷ µένοντι καὶ σωζοµένῳ περὶ τὸ ὑποκείµενον σῶµα τὴν διάθεσιν. ἤδη δὲ µένουσαν διάθεσιν οἱ ῞Ελληνες ὀνοµάζουσι πάθος, ὥσπερ καὶ τὸ πεποιηκὸς, οὐκ ἔτι δὲ τὸ ποιοῦν, αἴτιον. καί τοί γε οὐδὲ τοῦτο ἁπλῶς αἴτιον οὔθ’ ἡ µένουσα διάθεσις ἁπλῶς ἐστι πάθος, ἀλλὰ καὶ αὐτὴ κατά γε τὸν ἀκριβῆ λόγον γεγονὸς µὲν πάθος ἐστὶν, ὂν δὲ οὐκέτι. ὅτι δ’ οὕτως σύνηθες ὀνοµάζειν τοῖς ῞Ελλησιν ἐν τῇ τῶν ἰατρικῶν ὀνοµάτων πραγµατείᾳ δέδεικται. καὶ χρὴ µεµνηµένους ὅπερ ἀεὶ λέγεται πρὸς ἡµῶν ὑπὲρ µὲν τῶν ὀνοµάτων ὅτι τάχιστα συντίθεσθαι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὰ πράγµατα σπεύδειν αὐτὰ, καὶ διατρίβειν τε καὶ χρονίζειν ἐν ἐκείνοις. ἀλλ’ οἱ πλεῖστοι τῶν πεπαιδεῦσθαι φασκόντων ἔµπαλιν δρῶσιν, ἅπαντα κατατρίβοντες τὸν ἑαυτῶν βίον εἰς τὴν περὶ τῶν ὀνοµάτων ἔριν, ὡς µηδέποτε δυνηθῆναι τοῦ τέλους τῆς τέχνης ἐφικέσθαι. τί δὴ οὖν χρὴ ποιεῖν τὸν ἀληθείας ἐραστήν; ἐπιδεικνύναι τὰ παραπλήσια ταῖς ἀλλήλων φύσεσι πράγµατα, καὶ διὰ τοῦτο παρορώµενα, κᾄπειτα τίθεσθαι κατὰ τούτων τὰ ὀνόµατα, µάλιστα µὲν, εἰ οἷός τε εἴη, τὰ συνηθέστατα τοῖς ῞Ελλησιν·εἰ δ’ ἀγνοοίη ταῦτα, ποιεῖν ἴδια, πρὸ πάντων δὲ καθ’ ἑκάστου πράγµατος ἓν ὄνοµα, ἵνα µήτε παρὰ τὴν ὁµωνυµίαν ἀσάφειά τις γένηται καὶ σοφίσµατα συνίστηται κατὰ τὸν λόγον, µήτε παραλείπηταί τι πρᾶγµα· τὸ δ’ εἴτ’ ὀρθῶς, εἴτε οὐκ ὀρθῶς, εἴτε κυρίως, εἴτ’ ἀκύρως κεῖται τοὔνοµα, κατὰ πολλὴν ἐπισκέπτεσθαι σχολὴν, ὅταν ἤδη τὰ πράγµατα µεµαθηκότες ὑπάρχωµεν. ἐν γὰρ τῇ τούτων γνώσει τὸ κατορθοῦν ἐστιν, οὐκ ἐν τοῖς ὀνόµασιν. ἡµεῖς µὲν οὖν, ὡς ἔφην, τὰ συνήθη τε τοῖς ῞Ελλησιν ὀνόµατα τιθέµεθα καὶ τὰ παρακείµενα ἀλλήλοις πράγµατα διοριζόµεθα, τοῖς δ’ ἄλλοις ὀνοµάζειν µὲν ὡς ἂν ἐθέλωσι συγχωροῦµεν, ἀδιόριστον δέ τι πρᾶγµα παραλιπεῖν οὐ συγχωροῦµεν. ἐν αὐτοῖς γοῦν τούτοις τοῖς νῦν προκειµένοις ἡµῖν, ἐπειδὴ τὸ µὲν ἐν τῷ τρέπεσθαι καὶ µεταβάλλεσθαι τὸ σῶµα καὶ ὁπωσοῦν ἀλλοιοῦσθαι γινόµενον ἕτερόν ἐστι τοῦ γεγονότος ἤδη καὶ µένοντος, αὐτοῦ δὲ τοῦ γεγονότος τὸ µὲν ἐνεργείας τῆς κατὰ φύσιν ἐστὶ ποιητικὸν, τὸ δὲ βλαπτικὸν, τὸ µὲν ἐν τῷ γίνεσθαι τὸ εἶναι κεκτηµένον ἐνέργειαν ἢ πάθος ὠνοµάσαµεν, τὸ δ’ ἐν τῷ διαµένειν ἐπί τινα χρόνον ὑγείαν ἢ νόσον. ἐνεργείας δὲ διώρισται πάθος, ὡς ποιοῦν ποιουµένου καὶ νόσος ὑγείας, ὡς τὸ µὲν παρὰ φύσιν ὂν, τὸ δὲ κατὰ φύσιν. αὖθις οὖν αὐτῶν εἰπόντες ὅλους τοὺς λόγους, ἐχώµεθα τῶν ἐφεξῆς. ὑγεία µὲν οὖν ἐστι διάθεσις κατὰ φύσιν ἐνεργείας ποιητική. διαφέρει δ’ οὐδὲν, ὡς ἔφαµεν, εἴτε κατασκευὴν, ἢ διάθεσιν εἴποιµεν, εἴτε ποιητικὴν ἐνεργείας, εἴτ’ αἰτίαν ἐνεργείας. ὡσαύτως δὲ καὶ εἰ τὸ κατὰ φύσιν ἀφέλοιµεν, οὐδὲν διοίσει. συσσηµαίνεται γὰρ ἐν τῷ λοιπῷ λόγῳ. οὕτω δὲ καὶ νόσος, ἡ παρὰ φύσιν κατασκευὴ τοῦ σώµατος, καὶ αἰτία τοῦ βεβλάφθαι τὴν ἐνέργειαν. ἢ συντοµώτερον οὕτως, νόσος ἐστὶ διάθεσις παρὰ φύσιν, ἐνεργείας ἐµποδιστική. πάθος δ’ ἐστὶν ἡ περὶ τὴν ὕλην ἀπὸ τοῦ δρῶντος κίνησις. αὕτη δὲ ἡ τοῦ δρῶντος κίνησις ἐνέργεια. τὸ δ’ ἐκ τῆς ἑαυτοῦ φύσεως εἰσφερόµενόν τινα τῷ γινοµένῳ µοῖραν τῆς γενέσεως αἴτιον αὐτοῦ λέγεται. πλείω δ’ ἐστὶ ταῦτα κατὰ γένος· ἥ τε γὰρ ὕλη καὶ ἡ χρεία καὶ ὁ σκοπὸς καὶ τὸ ὄργανον καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. ἀρχὴ τῆς κινήσεως. ἕκαστον γὰρ τούτων εἰσφέρεταί τινα τῷ γενοµένῳ συντέλειαν· τὰ δ’ οὐδὲν µὲν εἰσφερόµενα, µὴ χωριζόµενα δὲ τῶν εἰσφεροµένων, τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει. τούτων οὕτως ἐχόντων, ἐνδέχεταί τινα στίχον αἰτιῶν γενέσθαι πολλάκις ἀλλήλας διαδεχοµένων, ὡς εἰ καὶ ψηφίδων ἐφεξῆς ἀλλήλαις κειµένων πλειόνων κινήσειέ τις τὴν πρώτην, αὕτη δὲ τὴν δευτέραν, κᾀκείνη τὴν τρίτην, καὶ οὕτω κατὰ τὸ ἑξῆς ἑκάστη τὴν µεθ’ ἑαυτήν. ἐν γὰρ τοῖς τοιούτοις ἅπασιν, εἰ µή τις διορίζοιτο τοῦ κατὰ συµβεβηκὸς ποιεῖν λεγοµένου τὸ καθ’ ἑαυτὸ, πάµπολλά τε καὶ ἀτοπώτατα συµπεσεῖται τοῖς λόγοις ἁµαρτήµατα. σηµαίνει δὲ ταυτὸν τὸ µὲν καθ’ ἑαυτὸ τῷ πρώτως, κ¿ν εἴ τινες τῶν ἀττικιζόντων φυλάττοιντο τοὔνοµα, τὸ δὲ κατὰ συµβεβηκὸς τῷ δευτέρως. ὁ µὲν οὖν τὸν δάκτυλον προσενεγκὼν τῇ πρώτῃ ψηφῖδι πρώτως µὲν ταύτην ἐκίνησε, κατὰ συµβεβηκὸς δὲ καὶ δευτέρως τὴν ἐφεξῆς αὐτῇ, καὶ οὕτως ἤδη καὶ τὰς ἄλλας ἁπάσας. οὕτως δὲ καὶ ἡ πρώτη καθ’ ἑαυτὴν µὲν τὴν δευτέραν, κατὰ συµβεβηκὸς δὲ τὴν τρίτην καὶ τὰς ἄλλας τὰς ἐφεξῆς. καὶ ἡ δευτέρα δὲ κατὰ τὸν αὐτὸν λόγον πρώτως µὲν τὴν τρίτην, δευτέρως δὲ τὴν τετάρτην καὶ τὴν πέµπτην καὶ τὰς ἐφεξῆς. εἰ δὲ ἀκριβέστερον ἔτι διαιρεῖσθαι βούλοιο, πρὸς γὰρ τὴν τῶν πραγµάτων ἀκρίβειαν οὕτω χρησιµώτερον, ἑκάστη τῶν ψηφίδων πρώτως µὲν κινεῖ τὴν ἐφεξῆς, δευτέρως δὲ τὴν µετ’ ἐκείνην, καὶ τρίτως τὴν ἔτι µετ’ ἐκείνην, καὶ τετάρτως τὴν ἐφεξῆς αὐτῇ. τούτων οὕτως ἐχόντων καὶ διωρισµένων, ἐπειδὴ τὸ νόσηµα διάθεσίς τις ἦν παρὰ φύσιν τὴν ἐνέργειαν βλάπτουσα, τῆς νόσου δ’ αὐτῆς ἐνδέχεταί τινα προηγεῖσθαι διάθεσιν ἑτέραν, παρὰ φύσιν µὲν καὶ ταύτην, οὐ µὴν κατά γε τὸν ἑαυτῆς λόγον βλάπτουσαν τὴν ἐνέργειαν, ἀλλὰ διὰ µέσου τοῦ νοσήµατος, τὴν τοιαύτην διάθεσιν οὐ νόσηµα καλέσοµεν, ἀλλ’ αἰτίαν προηγουµένην νοσήµατος, ἀκριβῶς τε τὸν νοῦν ἐνταῦθα προσέξοµεν τοῖς κᾀκείνην τὴν διάθεσιν αἰτίαν εἶναι φάσκουσι τοῦ βλάπτεσθαι τὴν ἐνέργειαν. οὐδὲ γὰρ καθ’ ἑαυτὴν, οὐδὲ πρώτως, ἀλλὰ κατὰ συµβεβηκός τε καὶ δευτέρως ἐµποδίζεσθαί τε καὶ βλάπτεσθαι δι’ αὐτὴν ἐροῦµεν τὴν ἐνέργειαν, ὑπὸ δὲ τοῦ νοσήµατος αὐτοῦ πρώτως τε καὶ κατὰ τὸν ἑαυτοῦ λόγον. ὅθεν κᾀν τῷ λέγειν διάθεσιν σώµατος ἐµποδιστικὴν ἐνεργείας εἶναι τὸ νόσηµα τοῖς µὲν εὐθὺς ὑπακούουσιν, ὅτι πρώτως τε καὶ καθ’ ἑαυτὴν, αὐτάρκης ὁ λόγος· ὅσοι δ’
Перейти на страницу:
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!