litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 176 177 178 179 180 181 182 183 184 ... 216
Перейти на страницу:
κοιναὶ µὲν ἁπασῶν ἀναισθησίαι τινές εἰσιν, ἢ δυσαισθησίαι, (καλῶ δὲ δυσαισθησίας µὲν ἁπάσας τὰς µοχθηρὰς αἰσθήσεις) κατὰ µέρος δὲ ἑκάστης ἐν ὀφθαλµοῖς µὲν τυφλότητές τε καὶ ἀµβλυωπίαι καὶ παροράσεις τινές· ἐν ὠσὶ δὲ κωφότητές τε καὶ βαρυηκοΐαι καὶ παρακούσεις τινές. οὕτω δὲ καὶ κατὰ τὴν γλῶτταν καὶ τὰς ῥῖνας καὶ τὴν ἁφὴν, εἰ καὶ µηδὲν ἴδιον ὄνοµα κέκτηνται, ταῖς εἰρηµέναις ἀνάλογον ἔχουσιν. ἢ γὰρ οὐδ’ ὅλως αἰσθήσονται τῶν οἰκείων αἰσθητῶν, ἢ κακῶς. καὶ τὸ κακῶς τοῦτο διττὸν ἔσται, θάτερον µὲν ἀµυδρῶς, θάτερον δὲ παρατυπωτικῶς. ἴδιον δὲ ἐξαίρετον ἡ κατὰ τὴν ἁφὴν ἴδιον δὲ ἐξαίρετον ἡ κατὰ τὴν ἁφὴν ἐνέργεια παρὰ τὰς ἄλλας αἰσθήσεις κέκτηται σύµπτωµα τὴν ὀδύνην, ἐγγινοµένην µὲν καὶ ταῖς ἄλλαις αἰσθήσεσιν ἀπὸ τῶν ἔξωθεν οἰκείων αἰσθητῶν· ἐπὶ δέ γε ταύτης οὐκ ἀπὸ τῶν ἔξωθεν µόνον, ἀλλὰ καὶ πολὺ δὴ µᾶλλον ἀπὸ τῶν ἐν αὐτῷ τῷ σώµατι διαθέσεων, καὶ πολλάκις γε οὕτως ἰσχυρῶς, ὥστ’ ἀποκτεῖναί τινας σφᾶς αὐτοὺς ὑπὸ τοῦ πόνου βιασθέντας. ἐγγίνεται µὲν οὖν καὶ τοῖς ὀφθαλµοῖς ὀδυνηρόν τι πάθος ὑπὸ φωτὸς λαµπροῦ, καὶ τοῖς ὠσὶν ὑπὸ µεγάλου τινὸς ἢ τραχέος ψόφου. καὶ δὴ καὶ κατὰ τὰς γεύσεις καὶ τὰς ὀσµὰς ἕτερα τοιαῦτα παθήµατα συνίσταται λυπηρὰ, πρὸς τῶν ἰδίων αἰσθητῶν ἑκάστης τῶν αἰσθήσεων ὀδυνηρῶς διατιθεµένης. µέγισται δὲ ὀδύναι συµπίπτουσι τῇ τῆς ἁφῆς αἰσθήσει. καὶ γὰρ ὅσα διὰ φλεγµονὴν ὤτων, ἤ τινα ἄλλην ἐν αὐτοῖς διάθεσιν ἀλγοῦµεν ἰσχυρῶς, οὐ τῆς ἀκουστικῆς ἐστιν, ἀλλὰ τῆς ἁπτικῆς αἰσθήσεως ἴδια. κοινὴ γὰρ αὕτη πάντων αἰσθανοµένων ὀργάνων, αἱ δ’ ἄλλαι τέτταρες ἑκάστου κατὰ µόνας. οὕτω δὲ κᾀν τοῖς ὀφθαλµοῖς πολλάκις ὀδύναι γίγνονται σφοδραὶ, τῆς ἐν αὐτοῖς ἁπτικῆς αἰσθήσεως ἀνιωµένης. ὥσπερ δὲ καὶ κατὰ τοὺς ὀδόντας ἐστὶ καὶ τὸ κῶλον ἀλγήµατα. καὶ µὲν δὴ καὶ τὸ κνηστιᾷν ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συµπτωµάτων. µὴ τοίνυν ἔτι ζήτει καθ’ ἕκαστον µόριον ἴδιον ὄνοµα τοιοῦτον, οἷον κεφαλαλγίας τε καὶ καρδιαλγίας καὶ ὠταλγίας· οὐ γὰρ εὑρήσεις κείµενον· ἀλλ’ ἀρκεῖ λόγῳ πάνθ’ ἑρµηνεύειν τὰ τοιαῦτα, κύστεως ἀλγήµατα λέγοντα, ἀτὰρ καὶ νεφρῶν καὶ σπληνὸς καὶ γονάτων καὶ ποδὸς καὶ τῶν ἄλλων ὡσαύτως. τοιαῦτα µὲν δὴ καὶ τοσαῦτα τῶν αἰσθητικῶν ἐνεργειῶν τὰ συµπτώµατα. καὶ πρὸς τούτοις ἔτι δύο ἐξαίρετα, τὸ µὲν ἀγρυπνία, τὸ δὲ κῶµα, κατ’ αὐτὸ τὸ πρῶτον αἰσθητικὸν, ὃ δὴ καὶ κοινὸν ἁπασῶν ἐστι τῶν αἰσθήσεων, συνιστάµενα. τῶν δ’ αὖ κινητικῶν ἐνεργειῶν ἀκινησία µὲν καὶ δυσκινησία τὰ πρῶτα συµπτώµατα. δυσκινησίας δὲ τὸ µὲν ἀµυδρὰ καὶ ἄῤῥωστος κίνησις, τὸ δὲ µοχθηρά· καὶ τῆς µοχθηρᾶς ἡ µὲν τροµώδης, ἡ δὲ σπασµώδης, ἡ δὲ παλµώδης, ἡ δὲ κλονώδης. ἔνια δὲ τῶν εἰρηµένων συµπτωµάτων, ἐπειδὰν ἐν ὅλῳ τῷ σώµατι γένηται, διαφόρου τυγχάνει προσηγορίας, ὡς ἐµπροσθουρητικός τε καὶ ὀπισθότονος καὶ τέτανος. εἰ δὲ µὴ µόνον σπασµὸς εἴη τοῦ παντὸς σώµατος, ἀλλὰ καὶ τῶν ἡγεµονικῶν ἐνεργειῶν ἐπίσχεσις, ἐπιληψία τὸ τοιοῦτον προσα-γορεύεται, καθάπερ γε καὶ ἀποπληξία ἡ παντὸς τοῦ σώµατος παράλυσις ἅµα ταῖς ἡγεµονικαῖς ἐνεργείαις. αὗται µὲν αἱ τῶν κινητικῶν ἐνεργειῶν βλάβαι· εἰ δέ τις ἴδιον ἐξαίρετον ὄνοµα οὐ κέκτηται, οὐ χρὴ τούτου χάριν ἐξαπατηθέντας οἰηθῆναι παραλελεῖφθαί τι σύµπτωµα, καθάπερ οὐδὲ τὴν ἄπνοιάν τε καὶ δύσπνοιαν, ἢ τὴν ἰσχουρίαν τε καὶ δυσουρίαν, ἢ τὴν ἀφωνίαν τε καὶ κακοφωνίαν καὶ δυσφωνίαν, ἀλλὰ χρὴ τὰ τοιαῦτα πάντα αὐτὸν τὸν ἰατρὸν ἐξευρίσκειν καθ’ ἑκάστην ἐνέργειαν ψυχικὴν, ὥσπέρ γε καὶ τὰς καθ’ ἕκαστον αὐτῶν διαφορὰς, οἷον εἰ τύχοι τῆς δυσπνοίας ἑνὸς οὔσης συµπτώµατος ἔργου ψυχικοῦ, τῆς ἀναπνοῆς, αἱ πᾶσαι πόσαι γίνονται διαφοραὶ, καθάπερ ἐν τῷ περὶ δυσπνοίας ἐδείξαµεν· ἢ τῆς κακοφωνίας αἱ κατὰ µέρος πόσαι διαφοραὶ, καθάπερ ἐν τοῖς περὶ φωνῆς διῄρηται. πολλαχόθι δὲ καὶ ἀπορήσειεν ἄν τις ἐκ ποίου γένους ἐστὶ τὸ σύµπτωµα, καθάπερ ἐπὶ τοῦ σκορδινᾶσθαι καὶ χασµᾶσθαι καὶ πτάρνυσθαι καὶ βήττειν. ἀλλὰ περὶ µὲν τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῷ µετὰ ταῦτα λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συµπτώµασιν αἰτιῶν εἰρήσεται. ἐφεξῆς δ’ ἂν εἴη τὰς τῶν ἡγεµονικῶν ἐνεργειῶν βλάβας διελθεῖν, καὶ πρώτης γε τῆς φανταστικῆς. ἔστι δὲ καὶ ταύτης τὸ µὲν οἷον παράλυσίς τις, ὃ δὴ κάρος καὶ κατάληψις ὀνοµάζεται, τὸ δὲ οἷον µοχθηρά τις ἢ πληµµελὴς κίνησις, ὅπερ δὴ παραφροσύνη καλεῖται, τὸ δὲ οἷον ἐλλιπὴς καὶ ἄτονος, ὡς ἐν κώµασί τε καὶ ληθάργοις. καὶ µέν γε καὶ αὐτῆς τῆς διανοητικῆς ἐνεργείας ἡ µὲν οἷον παράλυσις, ἄνοια, ἡ δ’ οἷον ἐλλιπὴς κίνησις, µωρία τε καὶ µώρωσις, ἡ δ’ οἷον πληµµελὴς, παραφροσύνη καλεῖται. τὰ πολλὰ µὲν γὰρ ἐπ’ ἀµφοῖν ἅµα συνίσταται τὸ παραφρονεῖν, ἔν τε τῷ µὴ καλῶς φαντασιοῦσθαι κᾀν τῷ µὴ δεόντως λογίζεσθαι, ἔστι δ’ ὅτε καὶ κατὰ τὸ ἕτερον αὐτῶν µόνον, ὥσπερ γε καὶ Θεοφίλῳ τῷ ἰατρῷ νοσοῦντι τὰ µὲν ἄλλα σωφρόνως ὑπῆρχε διαλέγεσθαί τε καὶ γνωρίζειν ἀκριβῶς τοὺς παρόντας, αὐλητὰς δέ τινας κατειληφέναι τὴν γωνίαν τοῦ οἰκήµατος ἐν ᾧ κατέκειτο, καὶ διαπαντὸς αὐλεῖν τε ἅµα καὶ κτυπεῖν ἐνόµιζε καὶ τούτους βλέπειν ᾤετο, τοὺς µὲν ἑστῶτας αὐτόθι, τοὺς δὲ καθηµένους, οὕτω διηνεκῶς αὐλοῦντας, ὡς µήτε νύκτωρ ἀνιέναι τι, µήτε δι’ ὅλης ἡµέρας ἡσυχάζειν µὴ τὸ σµικρότατον· ἐκεκράγει δὲ διὰ παντὸς, ἐκβληθῆναι κελεύων αὐτοὺς τῆς οἰκίας. καὶ τοῦτ’ ἦν αὐτῷ τὸ τῆς παραφροσύνης εἶδος. καὶ ὡς ἐῤῥώσθη γε τελέως καὶ ἀπέφυγε τὸ νόσηµα, τά τε ἄλλα πάντα τὰ ὑπὸ τῶν εἰσιόντων ἑκάστου ῥηθέντα καὶ πραχθέντα διηγεῖτο καὶ τοῦ περὶ τοὺς αὐλητὰς ἐµέµνητο φαντάσµατος. ἐνίοις δὲ φάντασµα µὲν οὐδὲν φαίνεται. λογίζονται δ’ οὐκ ὀρθῶς, τοῦ διανοητικοῦ τῆς ψυχῆς αὐτοῖς πεπονθότος· ὥσπερ καὶ τῷ φρενιτικῷ τῷ κλείσαντι µὲν τὰς θύρας ἔνδοθεν, ἕκαστον δὲ τῶν σκευῶν προτείνοντι διὰ τῶν θυρίδων, εἶτα ἐρωτῶντι τοὺς παριόντας, εἰ κελεύοιεν ῥίπτειν. οὗτος γὰρ ἑκάστου µὲν τῶν σκευῶν ἀκριβῶς ἔλεγε τοὔνοµα, κᾀν τῷδε δῆλος ἦν οὔτ’ ἐν τῇ φαντασίᾳ τῇ περὶ αὐτὰ βεβλαµµένος οὔτ’ ἐν τῇ τῶν ὀνοµάτων µνήµῃ. τί δὴ βούλεται αὐτῷ τὸ πάντα ῥίπτειν ἀφ’ ὑψηλοῦ καὶ καταγνύναι; τοῦτ’ οὐκέθ’ οἷός τ’ ἦν συµβαλεῖν, ἀλλ’ ἐν αὐτῷ δὴ τῷ ἔργῳ τῷδε κατάδηλος ἐγίνετο παραπαίων. ὅτι δὲ καὶ περὶ τὸ µνηµονευτικὸν τῆς ψυχῆς γίνεται συµπτώµατα καὶ νοσοῦσιν ἔτι καὶ ἤδη πεπαυµένοις τῶν νοσηµάτων, τοῦτο µὲν καὶ παρὰ Θουκυδίδου µαθεῖν ἔνεστιν ἐνίους τῶν διασωθέντων ἐκ τοῦ λοιµοῦ µέχρι τοσούτου τῶν ἔµπροσθεν ἁπάντων ἐπιλαθέσθαι λέγοντος, ὡς µὴ µόνον τοὺς ἰδίους, ἀλλὰ καὶ σφᾶς αὑτοὺς ἀγνοῆσαι.

4. ᾿Αλλὰ γὰρ ἐπειδὴ καὶ τὰ περὶ τοῦ τῆς ψυχῆς ἡγεµονικοῦ εἴρηται συµπτώµατα, µεταβαίνειν καιρὸς ἤδη ἐπὶ θάτερον γένος τῶν ἐνεργειῶν, ἃς ὀνοµάζουσι φυσικάς. ἔσται δὴ κᾀνταῦθα καθ’ ἑκάστην αὐτῶν ἢ µὴ γινοµένην ἢ κακῶς γινοµένην συµπτώµατα· τούτου

1 ... 176 177 178 179 180 181 182 183 184 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?