ἂν ἤτοι σκαιότερον, ἢ ἐριστικώτερον ἀκούωσι, προσθετέον αὐτοῖς καὶ τὸ πρώτως, ἵν’ ᾖ τοιοῦτος ὁ λόγος· νόσηµά ἐστι διάθεσις σώµατος ἐνεργείας τινὸς ἐµποδιστικὴ πρώτως. ὅσαι τοίνυν αὐτῆς προηγοῦνται διαθέσεις, οὔπω νοσήµατα. κ¿ν εἰ συµπίπτοιεν δέ τινες αὐταῖς ἕτεραι διαθέσεις οἷον σκιαί τινες παρακολουθοῦσαι, καὶ ταύτας οὐ νοσήµατα καλέσοµεν, ἀλλὰ συµπτώµατα. καὶ ἡµῖν οὕτως οὐ πᾶν ὅ τι περ ἂν ᾖ παρὰ φύσιν ἐν τῷ σώµατι, νόσηµα εὐθὺς ἔσται κλητέον, ἀλλὰ τὸ πρώτως µὲν βλάπτον τὴν ἐνέργειαν, νόσηµα, τὸ δὲ τούτου προηγούµενον, αἴτιον µὲν νοσήµατος, οὔπω δὲ νόσηµα. εἰ δ’ ἕποιτό τις ἄλλη τῷ νοσήµατι περὶ τὸ σῶµα διάθεσις, αὕτη σύµπτωµα ὀνοµασθήσεται. καὶ µὴν καὶ ἡ τῆς ἐνεργείας αὐτῆς βλάβη σύµπτωµά ἐστι τοῦ ζώου. πᾶν γὰρ ὅ τι περ ἂν παρὰ φύσιν συµβαίνῃ τῷ ζώῳ, σύµπτωµά ἐστι. παρὰ µὲν δὴ τοῖς ῞Ελλησιν ἡ τῶν ὀνοµάτων χρῆσις οὕτως ἔχει. µετατιθέναι δ’ ἔξεστι τῷ βουλοµένῳ, µενόντων, ὥσπερ εἴρηται, τῶν πραγµάτων, οἷον εὐθὺς εἰ µὴ βούλοιτο σύµπτωµα καλεῖν, ἀλλ’ ἐπιγέννηµα. σύµπτωµα µὲν γὰρ εἶναι πᾶν ὅπερ ἂν συµβεβήκῃ τῷ ζώῳ παρὰ φύσιν, ἐπιγέννηµα δὲ οὐ πᾶν, ἀλλὰ τὸ µόνοις τοῖς νοσήµασιν ἐξ ἀνάγκης ἑπόµενον. ἀλλ’ ἡµεῖς γ’, ὡς ἔφην, ἅπασαν µὲν ἀλλοίωσιν ἔτι γινοµένην πάθος εἶναι, ἅπαντα δὲ τὰ παρὰ φύσιν ὑπάρχοντα τοῖς σώµασιν ὀνοµάσοµεν συµπτώµατα. καὶ συµβήσεται ταυτὸν ἐνίοτε πρᾶγµα καὶ πάθος ὀνοµάζε-σθαι καὶ σύµπτωµα, τῶν σηµαινοµένων ἑκατέρων ὑπαρχόντων αὐτῷ κατ’ ἄλλον καὶ ἄλλον λόγον. οἷον αὐτίκα τὸ τρέµειν πάσχειν ἐστὶν, ὅτι καὶ ἀλλοιοῦσθαι καὶ κινεῖσθαι µὴ κατὰ τὴν οἰκείαν ἐνέργειαν συµβαίνει, καὶ πάθηµά τε καὶ πάθος ὁ τρόµος, ὅτι καὶ ἀλλοίωσις ἡ τοιαύτη κίνησις· ἀλλὰ καὶ σύµπτωµα· παρὰ φύσιν γὰρ ἡ κίνησις. εἰ δέ γε ἀλλοίωσις ᾖ µόνον, ὥσπερ ἐν τῷ βλέπειν τε καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ γεύεσθαι καὶ ἅπτεσθαι γίνοιτο, πάθος ἂν ὀνοµαζέσθω µόνον, οὐκέτι δὲ σύµπτωµα. τὸ γάρ τοι τοῦ συµπτώµατος ἴδιον αὐτὸ τοῦτ’ ἔστι, τὸ παρὰ φύσιν. ὅθεν κᾀν ταῖς διαφοραῖς ἁπάσαις τοῦ κατὰ φύσιν ἐξαλλαττοµέναις συνίσταται. καὶ γὰρ σχηµάτων τῶν κατὰ φύσιν, καὶ χρωµάτων, καὶ µεγεθῶν, ἐνεργηµάτων τε καὶ παθηµάτων διαφθειροµένων γίνεται. καὶ οὗτός ἐστιν ἰδιαίτατος αὐτοῦ λόγος, ἐξάλλαξις τοῦ κατὰ φύσιν. τί δέ; οὐχὶ καὶ ἡ νόσος ἐξάλλαξις τοῦ κατὰ φύσιν; ἢ οὐχ ἁπλῶς ἐξάλλαξις, ἀλλ’ ἐξάλλαξίς τις, ἁπλῶς δὲ ἐξάλλαξις τὸ σύµπτωµα; τοῦ γὰρ ἐν ταῖς διαθέσεσι κατὰ φύσιν ἐξαλλαττοµένου καὶ βλάπτοντος τὴν ἐνέργειαν ἡ νόσος γίνεται, καὶ δυοῖν τούτοιν ἐξ ἀνάγκης ἐδεῖτο πρὸς τὸ νόσος ὑπάρχειν, ἐν γένει µὲν εἶναι τῆς διαθέσεως, βλάπτειν δὲ τὴν ἐνέργειαν, ὧν οὐδέτερον ἀνάγκη παρεῖναι τῷ συµπτώµατι. καὶ γὰρ εἰ µὴ διάθεσις εἴη, καὶ εἰ µὴ βλάπτοι γέ τινα ἐνέργειαν, ἀλλὰ αὐτῷ γε µόνῳ τῷ παρὰ φύσιν ἱκανῶς ὁρισθήσεται. νοσήµατος µὲν δὴ ταύτῃ διήνεγκε, παθήµατος δὲ τῷ τὸ µὲν ἐν κινήσει πάντως εἶναι τὸ πάθηµα καὶ κατὰ φύσιν ἐνίοτε, τὸ σύµπτωµα δὲ οὐκ ἐν κινήσει µόνον, ἀλλὰ καὶ καθ’ ἕξιν τινὰ, καὶ πάντως παρὰ φύσιν. ἔσται δὴ πάθος µὲν ἡ περὶ τὴν ὕλην ἀλλοίωσις ἢ κίνησις ἔτι γινοµένη, ἡ δ’ ὑποµένουσα, διάθεσις, σύµπτωµα δὲ, πᾶν ὅ τι περ ἂν συµπίπτῃ τῷ ζώῳ παρὰ φύσιν. ὥστε καὶ ἡ νόσος ὑπὸ τὴν τοῦ γενικοῦ συµπτώµατος ἀναχθήσεται προσηγορίαν. ἔστι γάρ πως καὶ αὕτη σύµπτωµα. καὶ µὲν δὴ καὶ τὰ προηγούµενα τῶν νόσων αἴτια τὰ κατ’ αὐτὸ τὸ σῶµα τοῦ ζώου συνιστάµενα τῇ τοῦ γενικοῦ συµπτώµατος ὑποπέπτωκεν ἐννοίᾳ.
2. Περὶ µὲν οὖν τούτων ἤδη λέλεκται, περὶ δὲ τῶν εἰδικῶν συµπτωµάτων ἐν τῷδε γράµµατι πρόκειται διελθεῖν. ἔστι δὲ καὶ τούτων τριττὴ διαφορά· τὰ µὲν γὰρ διαθέσεις εἰσὶν αὐτοῦ τοῦ σώµατος ἡµῶν· τὰ δὲ ἐνεργειῶν βλάβαι· τὰ δὲ ἀµφοτέραις ἑπόµενα, κατά τε τὴν ἀµετρίαν τῶν ἐκκρινοµένων καὶ ἐπεχοµένων καὶ τοὺς ἐν αὐτῷ τῷ ζώῳ συνισταµένους ψόφους, καὶ προσέτι τὰς ἄλλας ἁπάσας αἰσθητὰς διαφοράς. βλάβη δ’ ἀκουέσθω νῦν καὶ ἡ στέρησις. οὐ γὰρ ἡ δυσκινησία µόνον, οὐδὲ ἡ δυσαισθησία, βλάβαι τινὲς τῶν ἐνεργειῶν εἰσιν, ἀλλὰ καὶ ἡ ἀκινησία τε καὶ ἡ ἀναισθησία· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἡ δυσπεψία µόνον, ἀλλὰ καὶ ἡ ἀπεψία. ταυτὶ µὲν οὖν τὰ γένη τῶν συµπτωµάτων, ἐν οἷς χρὴ σκοπεῖσθαι τὰς κατὰ µέρος διαφοράς· ἑξῆς δ’ ἂν εἴη προσῆκον ἕκαστον διελθεῖν τῷ λόγῳ, πρότερόν γε ἀναµνήσαντας, ὃ κᾀν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς εἴποµεν, ὡς ὅσοι τὴν ὑγείαν οὐ διάθεσιν σώµατος, ἀφ’ ἧς ἐνεργοῦµεν, ἀλλ’ αὐτὰς ἐνόµισαν εἶναι τὰς ἐνεργείας, ἣν ἡµεῖς νῦν ὑπὲρ τῆς τῶν ἐνεργειῶν βλάβης διδασκαλίαν ἐν τοῖς συµπτώµασι διέξιµεν, αὐτοὶ τῶν νοσηµάτων ποιήσονται, καὶ διενεχθήσονται δηλονότι περὶ τῶν ὀνοµάτων ἡµῖν µόνον, εἰ µηδὲν ἐν αὐτοῖς σφάλλοιντο τοῖς πράγµασιν. ἔστι δὲ, ὡς πολλάκις εἴρηται, τῶν τοιούτων ἁπασῶν διδασκαλιῶν τὰ σφάλµατα παραλειποµένης τινὸς διαφορᾶς. ἐὰν οὖν ἁπάσας αὐτὰς διεξιόντες µὴ συµπτωµάτων, ἀλλὰ νοσηµάτων εἶναι φάσκωσιν, ἐν ὀνόµατι µόνῳ καὶ οὐκ ἐν πράγµατι διαφωνήσουσιν ἡµῖν. λεκτέον οὖν ἤδη τὰς διαφορὰς ἐπ’ ἀρχὴν ἀναγαγόντας τὸν λόγον, ἐπειδὴ τὸ σύµπτωµα προσαγορεύεται γενικῶς µὲν ἅπαν ὅ τι περ ἂν συµβεβήκῃ τῷ ζώῳ παρὰ φύσιν, ὡς καὶ τὰ νοσήµατα, καὶ τὰς αἰτίας αὐτῶν τὰς ἐν τῷ σώµατι συνισταµένας· οὐ γὰρ δὴ τάς γε προκαταρκτικὰς εἶναι συµπτώµατα. καθ’ ἑτέραν δέ τινα καὶ οἷον ἰδικωτέραν ἔννοιαν, ἀφαιρεθέντων τῶν τε νοσηµάτων καὶ τῶν αἰτίων, τὰ λοιπὰ πάντα τὰ παρὰ φύσιν ὀνοµάζεται συµπτώµατα. καὶ νῦν ἡµῖν ὑπὲρ τούτων πρόκειται λέγειν.
3. ᾿Αναµνησθέντας οὖν πρῶτον χρὴ τὸ τριττὸν τῆς φύσεως αὐτῶν οὕτω τέµνειν ἐφεξῆς ἅπαντα, τὴν ἀρχὴν ἀπὸ τῆς βλάβης τῶν ἐνεργειῶν ποιησαµένους. τµητέον δὴ ταύτην εἰς δύο τὰ πρῶτα γένη, διότι καὶ τῶν ἐνεργειῶν αὐτῶν δύο εἰσὶν αἱ πρῶται διαφοραί. αἱ µὲν γὰρ ψυχῆς, αἱ δὲ φύσεώς εἰσι. καὶ καλοῦνται διὰ τοῦτο ψυχικαὶ µὲν αἱ πρότεραι, φυσικαὶ δὲ αἱ δεύτεραι. αὖθις οὖν τὰς ψυχικὰς προτέρας τέµνοντες εἴς τε τὰς αἰσθητικὰς καὶ τὰς κινητικὰς καὶ τρίτας τὰς ἡγεµονικὰς, (οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὰς ὀνοµάσαι διδασκαλίας σαφοῦς ἕνεκα) καὶ πάλιν ἑκάστην τῶν εἰρηµένων διαιροῦµεν εἰς τὰς ἐν αὐτῇ διαφοράς. ἡ µὲν οὖν αἰσθητικὴ τῆς ψυχῆς ἐνέργεια πέντε τὰς πάσας ἔχει διαφορὰς, ὁρατὰς, καὶ ὀσφρητὰς, καὶ γευστὰς, καὶ ἀκουστὰς, καὶ ἁπτάς· ἡ δὲ κινητικὴ τὸ µὲν προσεχὲς ὄργανον ἓν ἔχει καὶ τὸν τρόπον αὐτοῦ τῆς κινήσεως ἕνα, (δέδεικται γὰρ οὕτως ἐν τοῖς περὶ µυῶν κινήσεως) ποικίλλεται δὲ ἐν τοῖς κατὰ µέρος ὀργάνοις, ὡς φαίνεσθαι πολυειδής. ἡ λοιπὴ δὲ ἐνέργεια τῆς ψυχῆς ἡ κατ’ αὐτὸ τὸ ἡγεµονικὸν εἴς τε τὸ φανταστικὸν καὶ διανοητικὸν καὶ µνηµονευτικὸν διαιρεῖται. καὶ τοίνυν αἱ βλάβαι τῶν αἰσθητικῶν ἐνεργειῶν