litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 28 29 30 31 32 33 34 35 36 ... 216
Перейти на страницу:
ἢ πήχεις, ἢ ἄκρας χεῖρας, ἢ ἰσχίον, ἢ µηρὸν, ἢ κνήµην, ἢ πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν ἐσφαλµένον ᾖ τι τῶν τοιούτων, ἄν τε κατὰ τὸ µέγεθος, ἄν τε κατὰ τὸν ἀριθµὸν, ἢ τὴν σύνθεσιν τῶν συντιθέντων αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ’ ἑκάστου βλάβαι. τὰ δ’ ἐντὸς τοῦ σώµατος οὐ πάντα διαγνωσθῆναι δυνατόν. γαστέρα µὲν γάρ τινος οὕτω σµικράν τε καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάµην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτοµένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάµην ἐγκειµένην τε καὶ σµικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραµµένος ἐναργῶς. οὐ µὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε µοί ποτε. πειρᾶσθαι µέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ µὴ κατ’ ἐπιστήµην βεβαίαν, ἀλλ’ οὖν κατὰ στοχασµόν τινα τεχνικὸν, οἷον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς µὲν φλέβας ἔχοντας, ἄχρουν δὲ τὸ σύµπαν σῶµα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ µᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς µὲν ὥσπερ τινὸς βάρους ἐγκειµένου καὶ κρεµαµένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανοµένους ἐν βάθει, τοὺς δὲ µετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ µικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάµην φλεγµατικὸν µὲν ὅλην τὴν ἕξιν, ἐµοῦντα δὲ ἑκάστης ἡµέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήµατα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκµηράµην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ µικρὰν ἑαυτοῦ µοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέµπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει µεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατοµῆς φαινοµένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλµένων σωµάτων, ἐν ταῖς ἀνατοµαῖς αὑτὸν γυµναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδία καθ’ ἑτέρας πραγµατείας, ὑπὲρ ὧν ἐπὶ τε λευτῇ τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλοµαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι µαθεῖν, ἐκ ποίας µάλιστα πραγµατείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ µὲν τούτων ἅλις.

22. ῞Οσα δὲ ἐν τῷ νῦν ἐστι νοσώδη σώµατα, τουτέστιν ὅσα νοσεῖ, διαγινώσκειν χρὴ καὶ ταῦτα, ταῖς µὲν αἰσθήσεσιν ὑποπίπτοντα τῇ µεταβολῇ τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων, ἐν µεγέθει, καὶ χροιᾷ, καὶ σχήµατι, καὶ ἀριθµῷ, καὶ θέσει, καὶ τῇ κατὰ σκληρότητα, καὶ µαλακότητα, καὶ θερµότητα, καὶ ψυχρότητα διαφορᾷ· µὴ φαινόµενα δὲ, καθόλου µὲν φάναι, ταῖς βλάβαις τῶν ἐνεργειῶν, ἢ τοῖς ἐκκρινοµένοις, ἢ ταῖς ὀδύναις, ἢ τοῖς ὄγκοις τοῖς παρὰ φύσιν, ἤ τισιν τούτων, ἢ πᾶσι. κατὰ µέρος δὲ, τὰς µὲν κατὰ τὸν ἐγκέφαλον νοσώδεις διαθέσεις ἢ τοῖς τῆς παραφροσύνης εἴδεσιν, ἢ ταῖς τῶν αἰσθήσεων ἢ φαντασιῶν βλάβαις, ἢ ταῖς τῶν προαιρετῶν, ἢ τοῖς ἐκκρινοµένοις δι’ ὑπερώας, καὶ ῥινὸς, καὶ ὤτων, ἢ ταῖς τῶν κατ’ αὐτὸν ὀδυνῶν διαφοραῖς. τὰς δὲ κατὰ τὴν καρδίαν ἔκ τε τῶν τῆς δυσπνοίας εἰδῶν καὶ παλµῶν τῶν κατ’ αὐτὴν, ἔτι τε τῶν κατ’ αὐτὴν σφυγµῶν καὶ τὰς ἀρτηρίας, ὀξυθυµίας τε καὶ ἀθυµίας, καὶ πυρετῶν, καὶ τῶν καταψύξεων, καὶ τῶν ἐν τῷ χρώµατι διαφορῶν, ἀλγηµάτων τε τῶν κατ’ αὐτήν. τὰς δὲ καθ’ ἧπαρ, ἔκ τε τῆς τῶν χυµῶν ἐνδείας τε καὶ πλεονεξίας, ἐκτροπῆς τε τῆς εἰς τὸ παρὰ φύσιν, καὶ ἀχροίας, καὶ προσέτι τοῖς κατὰ τὴν ἀνάδοσιν, ἢ θρέψιν, ἢ τὴν τῶν περιττωµάτων ἔκκρισιν ὑπαλλαττοµένοις, ἀλλὰ καὶ τοῖς βάρεσι τοῖς κατ’ αὐτὸ, καὶ ὄγκοις, καὶ ἀλγήµασιν, οὐ τοῖς ἐγχωρίοις µόνον, ἀλλὰ καὶ κατὰ συµπάθειαν ὅσα γίνεται, κατά τινα δυσπνοίας ἰδέαν καὶ βηχός. οὕτως δὲ καὶ τὰ κατὰ τὴν γαστέρα τοῖς περὶ τὴν πέψιν τε καὶ τὴν ὄρεξιν τῆς ὑγρᾶς ἢ ξηρᾶς προσφορᾶς, ἢ περὶ τὴν τῶν περιττωµάτων ἔκκρισιν ἁµαρτανοµένοις· ὡσαύτως δὲ καὶ τοῖς λυγξὶν, ἐρυγαῖς, ναυτίαις, ἐµέτοις, αὐταῖς τῶν ἐµουµένων ταῖς ἰδέαις. καὶ µέν γε καὶ ὅσα κατὰ θώρακα, δυσπνοίαις, βηξὶν, ὀδύναις ταῖς κατ’ αὐτὸν, τῇ τῶν ἀναβηττοµένων διαφορᾷ. καὶ τὰ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν νοσήµατα, δύσπνοιά τε καὶ βὴξ, ἥ τε κατὰ τὸν τόπον ὀδύνη, τά τε ἀναπτυόµενα, καὶ αἱ τῆς φωνῆς βλάβαι γνωρίζουσιν. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων µορίων ἁπάντων ἐξ ὄγκου, καὶ ὀδύνης, καὶ βλάβης ἐνεργειῶν, ἔτι τε τῆς τῶν ἐκκρινοµένων διαφορᾶς αἱ διαγνώσεις ἔσονται. ὄγκους µὲν δὴ τοὺς παρὰ φύσιν ἐν φλεγµοναῖς, καὶ ἐρυσιπέλασι, καὶ σκίῤῥοις, καὶ οἰδήµασιν ἐξεταστέον. ἄλγηµα δὲ, καθ’ ὃν ἂν ἐρείδῃ τόπον, ἤτοι συνεχείας λύσιν, ἢ ἀλλοίωσιν ἀθρόαν ἐνδείκνυται. λύεται µὲν οὖν ἡ συνέχεια τοµῇ, καὶ διαβρώσει, καὶ θλάσει, καὶ τάσει. ἀλλοιοῦται δὲ ἡ οὐσία θερµότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι. βλάπτεται δὲ ἡ ἐνέργεια τριχῶς, ἢ ἀῤῥώστως, ἢ πληµµελῶς, ἢ µηδ’ ὅλως γιγνοµένη. ὅσα δ’ ἐκκρίνεται, τὰ µὲν ὡς µόρια τῶν πεπονθότων, τὰ δὲ ὡς περιττώµατα, τὰ δὲ ὡς ἐν αὐτοῖς περιεχόµενα, κατὰ φύσιν ἕκαστον ἔνδειξιν ἰδίαν ποιήσεται. λέλεκται δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ τῶν πεπονθότων τόπων πραγµατείᾳ, µηδενὸς αὐτὴν ὑπὸ µέθοδον τῶν ἔµπροσθεν ἀγαγόντος, ἢ τὸ τέλειον ἀποδόντος, ὥσπερ οὐδ’ ἄλλην οὐδεµίαν ὧν ὑπήρξαντο µὲν οἱ παλαιοὶ, οὐ συνετέλεσαν δέ. τῶν µὲν δὴ νοσούντων σωµάτων ἐξ ἐκείνης τῆς πραγµατείας µανθάνειν χρὴ τὰ γνωρίσµατα, τῶν νοσησόντων δὲ καὶ τῶν ὑγιασθησοµένων ἐκ τῆσδε τῆς µεθόδου.

23. Τὰ µὲν οὖν τῶν νοσησόντων ἐν τῷ µεταξὺ τὴν ἰδέαν ἐστὶ τῶν τε τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσι συµβαινόντων. κατὰ φύσιν µὲν γὰρ ἅπαντα τοῖς ὑγιαίνουσιν ὑπάρχει, παρὰ φύσιν δὲ τοῖς νοσοῦσιν, καθόσον νοσοῦσιν. ἐν µεθορίῳ δὲ τούτων ἐστὶ τὰ δηλωτικὰ σηµεῖα τῶν νοσησόντων, ἔνια µὲν ἐκ τοῦ γένους ὑπάρχοντα τῶν κατὰ φύσιν, ἀλλὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς ὑπηλλαγµένα, τινὰ δὲ ἐκ τῶν παρὰ φύσιν µὲν, ἀλλὰ µικρότερα τῶν ἐν ταῖς νόσοις. καὶ διὰ τοῦτο καὶ αἱ διαθέσεις µὲν αὗται τῶν σωµάτων, ὅσα νοσήσειν ὑπέδειξα, τῶν οὐδετέρων εἰσὶ, καὶ τὰ δηλοῦντα αὐτὰς σηµεῖα. πρώτως µὲν γὰρ ταῦτα ὑγείαν δηλοῖ, δευτέρως δὲ τὰς νόσους. καὶ γίνεται τὰ αὐτὰ σηµεῖα κατὰ τὴν πρός τι σχέσιν, οὐδέτερά τε καὶ νοσώδη· τὰ µὲν τὴν ἤδη διάθεσιν δηλοῦντα οὐδέτερα, τὰ δὲ τὴν ἐσοµένην προδηλοῦντα νοσώδη. κατὰ δὲ τὸν αὐτὸν λόγον, καὶ ὅσα τοῖς νοσοῦσιν ἐπιφαίνεται σηµεῖα σωτήρια, λεχθήσεται µὲν ὑγιεινὰ, διότι τὴν ἐσοµένην ὑγείαν προδηλοῖ· λεχθήσεται δὲ καὶ νοσερὰ, καθόσον τὴν ὑπάρχουσαν νόσον ἐνδείκνυται. καὶ δῆλον

1 ... 28 29 30 31 32 33 34 35 36 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?