litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 25 26 27 28 29 30 31 32 33 ... 216
Перейти на страницу:
µὲν µῆκος ἴσον τῷ µεταφρένῳ, τὸ δ’ εὖρος, ὅταν µὲν ἀνάλογον τῷ πάχει τῶν σπονδύλων ἡ σύµπηξις αὐτῷ γένηται κατ’ ἐκείνους· ὅταν δὲ ἡ τῆς καρδίας θερµότης κρατήσασα διαφυσήσῃ τε καὶ ἀνευρύνῃ κατὰ τὴν πρώτην γένεσιν, ἀνάλογον τῇ ταύτης θερµότητι. διὸ καὶ ὅταν µὲν ἐπὶ σµικρᾷ κεφαλῇ ὁ θώραξ εὐρὺς ᾖ, µέγιστον γίνεται γνώρισµα τῆς κατὰ τὴν καρδίαν θερµότητος· ὅταν δ’ ἐπὶ µεγάλῃ σµικρὸς, ἰδικώτατον καὶ τοῦτο σηµεῖόν ἐστι καρδίας ψυχροτέρας. εἰ δ’ ἀνάλογον ἔχει τὴν κεφαλὴν, τοῖς ἄλλοις σηµείοις διορίζου περὶ τῆς καρδίας, ὡς ἐκ θώρακός γε πηλικότητος οὐδὲν ληψόµενος. ἐπὶ δὲ ψυχροτέρας καρδίας σφυγµοὶ µικρότεροι τῶν συµµέτρων, οὐ µὴν βραδύτεροί γε ἐξ ἀνάγκης ἢ ἀραιότεροι. ἡ ἀναπνοὴ δὲ, εἰ µὲν τοσοῦτον µικρότερος ὁ θώραξ, ὅσον ἡ καρδία ψυχροτέρα, τοῖς σφυγµοῖς ἀνάλογον· εἰ δὲ µείζων, ἢ κατὰ τὸ ποσὸν τῆς ψύξεως, οὐ σµικροτέρα µόνον, ἀλλὰ καὶ βραδυτέρα καὶ ἀραιοτέρα. δειλοὶ τὴν φύσιν οἱ τοιοῦτοι καὶ ἄτολµοί εἰσι καὶ µελληταὶ, καὶ ψιλὸν αὐτοῖς τὸ στέρνον τριχῶν ἐστι. περὶ δὲ σµικρότητος αὐτῆς διοριστέον, ὡς ἔµπροσθεν εἴρηται. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς ὅλου τοῦ σώµατος θερµότητος. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγµοὺς ἐργάζεται σκληροτέρους, καὶ τὸν θυµὸν οὐχ ἕτοιµον µὲν, ἄγριον δὲ καὶ δύσπαυστον, ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶµα ξηρότερον, εἰ µὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. ὑγροτέρας δὲ καρδίας σηµεῖα, σφυγµοὶ µαλακοὶ, καὶ ἦθος εὐκίνητον µὲν πρὸς ὀργὴν, εὐκατάπαυστον δὲ, καὶ τὸ σύµπαν σῶµα ὑγρότερον, πλὴν εἰ µὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει.

13. Κατὰ δὲ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι τῆς καρδίας ᾧδε ἔχουσιν. θερµῆς καὶ ξηρᾶς καρδίας οἱ σφυγµοὶ σκληροὶ καὶ µεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοὶ, καὶ αἱ ἀναπνοαὶ µεγάλαι τε καὶ ταχεῖαι, καὶ πυκναί. καὶ πολὺ δὴ µᾶλλον εἰς τάχος ἐπιδιδόασι καὶ πυκνότητα, οὐ συναυξηθέντος ἀνάλογον τῇ καρδίᾳ τοῦ θώρακος. πάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ καὶ τὸ ὑποχόνδριον. εἰς δὲ τὰς πράξεις ἕτοιµοι καὶ θυµικοὶ καὶ ταχεῖς, ἄγριοι, καὶ ἀνήµεροι, καὶ ἰταµοὶ, καὶ ἀναίσχυντοι, καὶ τυραννικοὶ τοῖς ἤθεσι, καὶ γὰρ ὀξύθυµοι καὶ δύσπαυστοι. περὶ δὲ τῆς ἅπαντος τοῦ σώµατος κράσεως, ἔτι τε τῆς τοῦ θώρακος εὐρυχωρίας, ἀνάλογον τοῖς ἔµπρο-σθεν εἰρηµένοις διοριστέον. εἰ δ’ ὑγρότης ἐπικρατήσειεν ἅµα θερµότητι, λάσιοι µὲν ἧττον οἱ τοιοῦτοι τῶν προειρηµένων, ἕτοιµοι δὲ εἰς τὰς πράξεις οὐδὲν ἧττον· οὐ µὴν ἄγριός γε ὁ θυµὸς, ἀλλ’ εἰς ὀργὴν µόνον ἕτοιµοι. οἱ σφυγµοὶ δὲ µαλακοί τε καὶ µεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοί. καὶ ἡ ἀναπνοὴ, τοῦ µὲν θώρακος ἀνάλογον ἔχοντος τῇ καρδίᾳ, κατὰ τὴν αὐτὴν ἰδέαν τοῖς σφυγµοῖς· µικροτέρου δὲ γενοµένου, τοσοῦτον θάττων τε καὶ πυκνοτέρα τῶν προειρηµένων, ὅσον καὶ ὁ θώραξ µικρότερός ἐστιν. πολλῆς δὲ τῆς κατὰ τὴν κρᾶσιν ἐκτροπῆς γινοµένης, καὶ µάλιστα εἰ κατὰ τὴν ὑγρότητα συµπέσῃ τοῦτο, πρὸς τοῖς εἰρηµένοις ἔτι καὶ τὰ σηπεδονώδη νοσήµατα γίνεται, διαφθειροµένων τε καὶ σηποµένων αὐτοῖς τῶν χυµῶν συµπεσεῖται, καὶ αἱ ἐκπνοαὶ µείζους τε καὶ θάττους τῶν εἰσπνοῶν, κᾀν τοῖς σφυγµοῖς ἡ συστολὴ ταχεῖα. ὑγροτέρας δὲ καὶ ψυχροτέρας καρδίας οἱ µὲν σφυγµοὶ µαλακοὶ, τὸ δὲ ἦθος ἄτολµόν τε καὶ δειλὸν, καὶ ὀκνηρόν. εἰσὶ δὲ καὶ ψιλοὶ τριχῶν οἱ τοιοῦτοι τὰ στέρνα, καὶ ἥκιστα µηνιῶσιν, ὥσπερ καὶ εἰς ὀργὴν οὐχ ἕτοιµοι. τὰ δὲ κατὰ θώρακα καὶ τὸ σύµπαν σῶµα τοῖς ἔµπροσθεν ὡσαύτως διοριστέον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα καρδία τοὺς µὲν σφυγµοὺς σκληροὺς ἐργάζεται καὶ µικρούς· τὴν δὲ ἀναπνοὴν, εἰ µὲν ἀνάλογον τῇ ψυχρότητι µικρὸς ὁ θώραξ γένοιτο, σύµµετρον· εἰ δὲ µείζων, ἀραιὰν καὶ βραδεῖαν. ἀοργητότατοι πάντων οὗτοι· βιασθέντες µέντοι τισὶν ὀργισθῆναι, φυλάττουσι τὴν µῆνιν. εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα πάντων µάλιστα. περὶ δὲ σµικρότητος τοῦ θώρακος, ἔτι τε τῆς τοῦ ὅλου σώµατος ψυχρότητος ὁµοίως διοριστέον, ἓν κοινὸν ἐπὶ πᾶσι τοῖς εἰρηµένοις ἐκεῖνο µεµνηµένους, ὡς, ὅσα περὶ ἠθῶν ἢ νῦν, ἢ κατ’ ἄλλον τινὰ γέγραπται λόγον εἰς διάγνωσιν κράσεως, οὐχ ὑπὲρ τῶν ἐκ φιλοσοφίας ἢ χρηστῶν ἢ µοχθηρῶν ἠθῶν ἐγγιγνοµένων, ἀλλ’ ὑπὲρ τῶν ἐµφύτων ἑκάστῳ λέλεκται.

14. ῞Ηπατος θερµοτέρου γνωρίσµατα, φλεβῶν εὐρύτης, ἡ ξανθὴ χολὴ πλείων. ἐν δὲ τῷ χρόνῳ τῆς ἀκµῆς καὶ ἡ µέλαινα, θερµότερον αὐτοῖς τὸ αἷµα, καὶ διὰ τοῦτο καὶ τὸ σύµπαν σῶµα, πλὴν εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει, δασύτης τῶν καθ’ ὑποχόνδρια καὶ γαστέρα. ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγµα πλεῖον, αἷµα ψυχρότερον, καὶ ἡ σύµπασα τοῦ σώµατος ἕξις ψυχροτέρα, εἰ µή τι πρὸς τῆς καρδίας θερµαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδριά τε καὶ γαστήρ. ξηροτέρου δὲ, τὸ µὲν αἷµα παχύτερόν τε καὶ ξηρότερον καὶ ὀλιγώτερον, αἱ φλέβες δὲ σκληρότεραι, καὶ ἡ σύµπασα τοῦ σώµατος ἕξις ξηροτέρα. ὑγροτέρου δὲ, τὸ µὲν αἷµα πλεῖόν τε καὶ ὑγρότερον, αἱ φλέβες δὲ µαλακώτεραι· οὕτως δὲ καὶ τὸ σύµπαν σῶµα, πλὴν εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. θερµοτέρου δὲ ἅµα καὶ ξηροτέρου ἥπατος γνωρίσµατα, λασιώτατον ὑποχόνδριον, αἷµα παχύτερόν τε ἅµα καὶ ξηρότερον, ἡ ξανθὴ χολὴ πλείστη, κατὰ δὲ τὴν ἀκµὴν καὶ ἡ µέλαινα, φλεβῶν εὐρύτης τε καὶ σκληρότης. οὕτως δὲ καὶ τὸ σύµπαν σῶµα. θερµότης µὲν γὰρ ἡ ἐκ καρδίας ὁρµωµένη νικῆσαι δύναται τὴν ἐξ ἥπατος ὁρµωµένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερµότητα. τὴν ξηρότητα δὲ οὐχ οἷόν τε πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενοµένης ἀχθῆναι. µεταξὺ δέ ἐστιν ἡ ἀφ’ ἥπατος ὑγρότης τῶν εἰρηµένων. µᾶλλον µὲν γὰρ τῆς ἐν καρδίᾳ νικᾶται ξηρότητος, ἤπερ ἡ ξηρότης ὑπὸ τῆς ὑγρότητος· ἧττον δὲ τῆς θερµότητος, ἔτι δὲ µᾶλλον ἧττον ὑπὸ τῆς ψυχρότητος· εὐνικητοτάτη γὰρ αὕτη τῶν ἐξ ἥπατος ὁρµωµένων ποιοτήτων. εὔδηλον οὖν, ὡς, ἐπειδὰν εἰς ταὐτὸ συνδράµωσιν αἱ τῶν ἀρχῶν ἀµφοτέρων κράσεις, ὅλον ἀκριβῶς τὸ σῶµα κατ’ ἐκείνας διατίθεται. λεχθήσεται δὲ ὀλίγον ὕστερον αὐτοῦ τὰ γνωρίσµατα. τὸ δὲ ὑγρότερον ἅµα καὶ θερµότερον ἧπαρ ἧττον µὲν τοῦ θερµοτέρου καὶ ξηροτέρου τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάσια, πλεῖστον δ’ αἷµα, καὶ φλέβας µεγάλας, καὶ τὴν ἕξιν ὑγροτέραν καὶ θερµοτέραν, εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. εἰ δὲ ἐπὶ πλέον ἀµφοτέραις ταῖς ποιότησιν ἐκ τραπείη τοῦ κατὰ φύσιν, ἑτοίµως ἁλίσκεται τοῖς σηπεδονώδεσι καὶ κακοχύµοις νοσήµασιν· ἔτι µᾶλλον, εἰ ἐπὶ πλεῖστον µὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπ’ ὀλίγον δὲ τὸ θερµόν. εἰ δ’ ἔµπαλιν ἐπ’ ὀλίγον µὲν αὐξη-θείη τὸ ὑγρὸν, ἐπὶ πλεῖστον δὲ τὸ θερµὸν, ἥκιστα κακόχυµοι γίγνονται. τὸ δ’ αὖ ὑγρότερον καὶ ψυχρότερον ἧπαρ ἄτριχον µὲν ἔχει τὸ ὑποχόνδριον, αἷµα δ’ ἐργάζεται φλεγµατικώτερον ἅµα φλεβῶν στενότητι, καὶ τὸ σύµπαν σῶµα παραπλησίως ἔχον, εἰ µὴ πρὸς τῆς καρδίας ἐς τἀναντία µετάγοιτο. τὸ δὲ ψυχρότερον καὶ ξηρότερον ἧπαρ ὀλίγαιµόν τε καὶ

1 ... 25 26 27 28 29 30 31 32 33 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?