Шрифт:
Интервал:
Закладка:
11. ᾿Αρκέσει δ’ ἐπ’ ὀφθαλµῶν µόνον εἰπεῖν. ὅσοι µὲν ἁπτοµένοις ἐναργῶς εἰσι θερµοὶ, καὶ κινοῦνται ῥᾳδίως τε καὶ πολλάκις, καὶ φλέβας εὐρείας ἔχουσι, θερµοὶ σύµπαντές εἰσι. ψυχροὶ δὲ οἱ τούτοις ἐναντίοι, καὶ ὑγροὶ µὲν οἱ µαλακοί τε ἅµα καὶ πλήρεις ὑγρότητος, ξηροὶ δὲ οἱ αὐχµηροί τε ἅµα καὶ σκληροί. καὶ βλάπτονται µὲν ὑπὸ τῶν ὁµοίων αἰτίων τῇ κράσει ῥᾳδίως, ὠφελοῦνται δὲ ὑπὸ τῶν ἐναντίων τῇ ἐµµέτρῳ χρήσει. ἀλλὰ τοῦτό γε κοινὸν ἐπὶ πάσῃ διαγνώσει κράσεως ἅπαντος µορίου µεµνῆσθαι προσήκει. µέγεθος δ’ ὀφθαλµῶν ἅµα µὲν εὐρυθµίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ πλῆθος οὐσίας εὐκράτου, ἐξ ἧς διεπλάσθησαν, ἐνδείκνυται. τὸ δ’ ἄνευ τούτων πολλὴν µὲν τὴν οὐσίαν, οὐκ εὔκρατον δὲ δηλοῖ. µικρότης δ’ ὀφθαλµῶν ἅµα µὲν εὐρυθµίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ ὀλίγην µὲν, ἀλλ’ εὔκρατον ἐνδείκνυται τὴν οὐσίαν, ἐξ ἧς διεπλάσθησαν, ἅµα δ’ ἀῤῥυθµίᾳ τινὶ καὶ κακίᾳ τῶν ἐνεργειῶν ὀλίγην τε ἅµα καὶ φαύλην εἶναι σηµαίνει τὴν οὐσίαν αὐτῶν. τὰ δὲ κατὰ χρόας ᾧδε χρὴ διορίζεσθαι. γλαυκοὶ µὲν ὀφθαλµοὶ λάµποντες ὑγρότητι καθαρᾷ τε καὶ οὐ πολλῇ φωτὸς λαµπροῦ γίνονται περιουσίᾳ, µέλανες δ’ ἔµπαλιν. οἱ δ’ αὖ µεταξὺ κατὰ τὰς ἀνὰ µέσον αἰτίας. γλαυκὸς µὲν οὖν ὀφθαλµὸς ἤτοι διὰ µέγεθος, ἢ λαµπρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ προπετῆ θέσιν, ἢ διὰ τὴν τοῦ λεπτοῦ καὶ ὑδατώδους ὑγροῦ τοῦ κατὰ τὴν κόρην ὀλιγότητά τε καὶ καθαρότητα γίνεται· πάντων µὲν ἅµα συνελθόντων, ὁ γλαυκότατος· εἰ δὲ τὰ µὲν αὐτῶν παρῇ, τὰ δὲ µὴ, τὸ µᾶλλόν τε καὶ ἧττον ἐν γλαυκότητι συνίσταται. µέλας δ’ ὀφθαλµὸς ἢ διὰ τὴν σµικρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ διὰ τὴν ἐν βάθει θέσιν, ἢ ὅτι λαµπρόν τε καὶ αὐγοειδὲς ἀκριβῶς οὐκ ἔστιν, ἢ ὅτι τὸ λεπτὸν ὑγρὸν, ἤτοι πλέον, ἢ οὐ καθαρόν ἐστιν, ἢ διά τινα τούτων, ἢ διὰ πάντα πέφυκε γίνεσθαι. τὸ µᾶλλον δὲ καὶ ἧττον ἐν αὐτοῖς, ὡς ἔµπροσθεν εἴρηται. τὸ µὲν οὖν λεπτὸν ὑγρὸν, ὑδατωδέστερόν τε καὶ πλέον γενόµενον, ὑγρότερον ἀποφαίνει τὸν ὀφθαλµόν. ὥσπερ γε καὶ εἰ παχύτερον, ἢ ἔλαττον γένοιτο ξηρότερον, τὸ δὲ κρυσταλλοειδὲς, εἰ µὲν σκληρότερον εἴη, ξηρότερον, εἰ δὲ µαλακώτερον, ὑγρότερον. οὕτως δὲ καὶ εἰ µὲν ὑπερβάλλοι τῆς συµµετρίας τοῦ λεπτοῦ, ξηρότερον· εἰ δ’ ἀπολείποιτο, τοὐναντίον.
12. Περὶ δὲ τῶν τῆς καρδίας κράσεων ἑξῆς λεγέσθω, πρότερόν γε τοῦτο ἀναµνησάντων ἡµῶν, ὡς ἕκαστον µέρος ἤτοι θερµότερον, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἑαυτοῦ γεγονέναι φαµὲν, οὐ πρὸς ἕτερόν τι παραβάλλοντες, ἀλλὰ πρὸς ἑαυτό. ὅπως γὰρ ἂν ἡ καρδία γένηταί τινι φύσει ψυχροτέρα, πολὺ θερµοτέρα τὴν κρᾶσίν ἐστιν ἐγκεφάλου τοῦ θερµοτάτου. τῆς µὲν οὖν θερµοτέρας ὡς πρὸς τὴν οἰκείαν συµµετρίαν καρδίας σηµεῖα, τὰ µὲν ἀχώριστά τε καὶ οἰκεῖα, µέγεθος ἀναπνοῆς, καὶ σφυγµοῦ τάχος καὶ πυκνότης ἐστὶν, εὐτολµία τε καὶ τὸ πρὸς τὰς πράξεις ἄοκνον. εἰ δὲ ἐπὶ πλεῖστον ἥκει θερµότητος, ὀξυθυµία τε µανιώδης καὶ θρασύτης. ἔστι δὲ καὶ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ µάλιστα τὰ στέρνα, καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον. ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σύµπαν σῶµα θερµὸν ἐπὶ θερµῇ τῇ καρδίᾳ γίνεται, πλὴν εἰ µὴ µεγάλως ἀντιπράττοι τὸ ἧπαρ. εἰρήσεται δ’ ὀλίγον ὕστερον ἅπαντος τοῦ σώµατος τὰ γνωρίσµατα. καὶ µέντοι καὶ ἡ τοῦ θώρακος εὐρύτης θερµότητος γνώρισµα, πλὴν εἰ µὴ κᾀνταῦθά ποτε µεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἐπειδὴ τὸ µὲν τοῦ νωτιαίου µέγεθος ἀνάλογόν ἐστιν ἐκείνῳ τὰ πολλὰ, καὶ τηλικοῦτοι µὲν οἱ σπόνδυλοι τὸ µέγεθος, ἡλίκος ὁ νωτιαῖος µυελός· ὥστε καὶ ἡ ῥάχις ὅλη. συµπήγνυται δὲ ὁ θώραξ ἐπὶ τῷ κατὰ τὸ µετάφρενον αὐτῆς µέρει, καθάπερ ἐπὶ τρόπιδι ναῦς, ὥστ’ ἐξ ἀνάγκης ἕξει τὸ