litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 97 98 99 100 101 102 103 104 105 ... 216
Перейти на страницу:
εἰ δ’ ἐξ αἵµατος καὶ ξανθῆς χολῆς θερµοτέρων τοῦ δέοντος µικτὸν εἴη τὸ ῥεῦµα, ἢ ἐξ αἵµατος µὲν, ζέοντος δὲ καὶ λεπτοτάτου τὴν σύστασιν, ἐρυσίπελας τὸ πάθος καλεῖται, θερµότερον πολλῷ τῆς φλεγµονῆς τοῦτο καὶ ξανθότερον ἰδέσθαι. καὶ εἰ ἅψαιο, ῥᾳδίως ὑποτρέχει τὸ αἷµα καὶ αὖθις ἐπιῤῥεῖ, λεπτὸν ἀκριβῶς καὶ ἐρυθρὸν φαινόµενον, οὐ µὴν οὐδ’ ὀδυνᾶται ὁµοίως τῇ φλεγµονῇ τοῦτο. καὶ κατ’ οὐδὲν δὲ τῶν τῆς φλεγµονῆς εἰδῶν οὔτε σφυγµὸν οὔτε θλῖψιν οὔτε τάσιν ὁµοίαν ἐπιφέρει, ἀλλ’ ἔσθ’ ὅτε καὶ πάνυ µετρίως ἐνοχλεῖ καὶ µάλισθ’ ὅταν κατὰ µόνου τοῦ δέρµατος ἐκχυθῇ, µηδὲν ἀδικοῦν τὴν ὑποκειµένην σάρκα· καὶ µὲν δὴ καὶ γίνεται τοιοῦτον ὡς τὰ πολλὰ καὶ τοῦτό ἐστι τὸ ἀκριβὲς ἐρυσίπελας. ὡς τό γε καὶ τῆς ὑποκειµένης ἁπτόµενον σαρκὸς οὔτ’ ἐξ ἀκριβῶς λεπτοῦ γίνεται τοῦ ῥεύµατος οὔτ’ ἐρυσίπελάς ἐστι µόνον, ἀλλ’ ἤδη µικτὴ διάθεσις ἐξ ἐρυσιπέλατός τε καὶ φλεγµονῆς, ἐπικρατεῖ δ’ ἐν αὐτῇ ποτὲ µὲν τὰ τοῦ ἐρυσιπέλατος ἴδια συµπτώµατα, καὶ καλεῖται τὸ τοιοῦτον πάθος ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐρυσίπελας φλεγµονῶδες· ποτὲ δὲ τὰ τῆς φλεγµονῆς, καὶ ὀνοµάζουσιν αὐτὸ τηνικαῦτα φλεγµονὴν ἐρυσιπελατώδη. εἰ δὲ τὰ µηδετέρου ἐπικρατοίη σαφῶς, ἀλλ’ ἶσα φαίνοιτο, φλεγµονὴ καὶ ἐρυσίπελας µεµίχθαι λέγεται. τὸ µὲν οὖν ἀκριβὲς ἐρυσίπελας αὐτοῦ τοῦ δέρµατος µόνου πάθος ἐστίν. οὐ µὴν ἥ γε φλεγµονὴ µόνων τῶν ὑποκειµένων τῷ δέρµατι µορίων, ἀλλὰ µάλιστα µὲν τούτων, ἐνίοτε δὲ καὶ τοῦ δέρµατος. καὶ ἔστιν αὐτὴ τἄλλα µὲν ὀδυνηρὰ τῆς ἑτέρας οὐδὲν ἧττον, ἄπεστι δ’ αὐτῆς ὁ σφυγµός. ὅταν δὲ τὸ ἐπιῤῥέον αἷµα θερµὸν ἱκανῶς ᾖ καὶ παχὺ, καθ’ ὅτι ἂν µόριον ἀθρόον ἐπιῤῥυῇ, τοῦτο καῦσαν ἕλκος ἐσχάραν ἔχον εἰργάσατο. τὸ πέριξ δ’ αὐτοῦ πᾶν εἰς φλεγµονὴν ἐξαίρει, ζέουσάν τε καὶ δεινῶς ἐπώδυνον. ὀνοµάζεται δὲ τὸ τοιοῦτον πάθος ἄνθραξ. ὅταν δὲ τὸ ἐπιῤῥέον αἷµα µέλαν ᾖ καὶ παχὺ καὶ ἰλυῶδες καὶ ζέον, οἷόν περ τὸ προειρηµένον, ἅµα δὲ καὶ ἰχῶράς τινας λεπτοὺς µεµιγµένους ἔχῃ, φλυκταίνας ἐπιπολῆς τοῦ δέρµατος ἀνίστησιν, ὁµοίας ταῖς ἀπὸ πυρὸς ὧν ἐκρηγνυµένων τὸ ἐσχαρῶδες ὑπ’ αὐταῖς ἕλκος εὑρίσκεται· καὶ ἔστιν ἄνθραξ ἤδη καὶ τοῦτο. τὰ µὲν οὖν τῆς φλεγµονῆς εἴδη τοσαῦτα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πάθους διαιρούµενα. πολλὰ δ’ ἂν ἴσως δόξειέ τις παραλελεῖφθαι τῷ πλήθει τῶν ὀνοµάτων ἐξαπατώµενος, οἷον βουβῶνάς τε καὶ φύµατα καὶ φύγεθλα καὶ ὀφθαλµίας καὶ περιπνευµονίας καὶ πλευρίτιδας καὶ ἄλλα πολλὰ τῶν ὁµοίως ὀνοµαζοµένων. ἅπαντα γὰρ ταῦτα φλεγµοναὶ µέν τινές εἰσιν, ἐν οἷς πρόσθεν εἶπον εἴδεσι περιεχόµεναι, διαφόρου δ’ αὐτῶν ἕκαστον ἔτυχε προσηγορίας, τῶν πρώτως θεµένων αὐτὰς σύνθετον νόησιν αὐτοῦ τε τοῦ πάθους καὶ τοῦ δεδεγµένου ἅµα µέρους αὐτὸ, δι’ ἑνὸς ἑρµηνεῦσαι βουληθέντων ὀνόµατος. ἔστι γὰρ ὁ µὲν βουβὼν καὶ τὸ φῦµα καὶ τὸ φύγεθλον ἀδένων παθήµατα. βουβὼν µὲν ἡ φλεγµονή· φῦµα δὲ τὸ ταχέως αὐξόµενον καὶ πρὸς ἐκπύησιν ἐπειγόµε-νον· φύγεθλον δὲ τὸ λεγόµενον φλεγµονῶδες ἐρυσίπελας ἢ ἐρυσιπελατώδης φλεγµονή. οὕτω δὲ καὶ ὀφθαλµία µὲν ἡ τοῦ πεφυκότος ὑµένος τῷ κερατοειδεῖ φλεγµονή· πλευρῖτις δ’ ἡ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑµένος· συνάγχη δὲ φάρυγγος· ἡ περιπνευµονία δὲ τοῦ πνεύµονος· ἑκάστου τε τῶν ἄλλων ἀνάλογον. τὰς µὲν οὖν ἐν τοῖς φαινοµένοις µέρεσι τοῦ σώµατος φλεγµονὰς ἕτοιµον γνωρίζειν· τὰς δ’ ἐν τοῖς ἀφανέσιν, αἳ καὶ τοὺς πυρετοὺς ἐπιφέρουσι πάντως, οὐκέθ’ ὁµοίως· ἀλλ’ ἐµοὶ µὲν δοκεῖ γνώµης τε πάνυ λεπτῆς ἡ τοιαύτη δεῖσθαι διάγνωσις, ἐµπειρίας τε τῆς φύσεως τῶν µορίων, ἣν ἐξ ἀνατοµῆς τε ἅµα καὶ ἀκριβοῦς ἐπιστήµης ἐνεργειῶν τε καὶ χρειῶν ποριζόµεθα· περὶ µὲν δὴ τούτων ἐν ἑτέραις εἴρηται πραγµατείαις. νῦν δ’ οὐκέτ’ ἐγχωρεῖ, προστιθέναι τὸν περὶ τούτων λόγον, ἐξαίφνης σοι προσπεσούσης ἀναγκαίας ἀποδηµίας. ὅπως δ’ ἄν τις τὰς ἐν τοῖς φαινοµένοις µορίοις συνισταµένας φλεγµονὰς κάλλιστα ἰῷτο, τοῦτό σοι πρῶτον δίειµι τὴν ἀρχὴν ἀπὸ τοῦ πολλάκις τε γιγνοµένου πάθους καὶ δι’ αὐτὸ τοῦτο ὅλου τοῦ γένους τὴν προσηγορίαν ἀπενεγκαµένου ποιησάµενος. ἐφ’ οὗ τοῦτο πρῶτον ἁπάντων φηµὶ χρῆναι σκοπεῖν, ὅπερ κᾀν τοῖς ἄλλοις ἅπασι µεγίστην ἔχει δύναµιν, ἐξευρεῖν τὴν πρόφασιν τοῦ νοσήµατος.

2. ῎Εστι γοῦν µία τις πρόφασις τῶν φαινοµένων φλεγµονῶν, οὐ πάνυ τι λανθάνουσα τὸ καλούµενον ῥεῦµα, πλὴν εἴποτε συνδράµοι ταῖς δι’ ἄλλην τινὰ πρόδηλον αἰτίαν δοκούσαις γεγονέναι. ἡνίκα µὲν γὰρ οὐδεµιᾶς ἐκείνων προηγησαµένης ἐξαίφνης ἐφλέγµηνε τὸ µόριον, ἡ µὲν ἐργασαµένη τὸ πάθος αἰτία ῥεῦµα καλεῖται, τὸ πάθος δ’ αὐτὸ ῥευµατικὴ διάθεσις. καὶ χρὴ µάλιστ’ ἐπὶ τῶν τοιούτων φλεγµονῶν τὰς ἀρχὰς τῶν ἰάσεων χρηστὰς εἶναι. τὰ γὰρ ἐν αὐταῖς ἁµαρτήµατα δυσιάτους ἢ καὶ παντάπασιν ἀνιάτους ἐργάζεται τὰς διαθέσεις. µέγιστα δ’ ἁµαρτήµατα δύο ταῦτα, τό τε µηδεµίαν ὅλου τοῦ σώµατος πρόνοιαν ποιεῖσθαι καὶ τὸ θερµαίνειν µὲν καὶ ὑγραίνειν ἔτι τὸ µέρος. ἄµφω δ’ οἱ πολλοὶ τῶν ἰατρῶν ἁµαρτάνουσι. τινὲς µὲν γάρ εἰσιν ἐκ τῆς µεθοδικῆς αἱρέσεως ἀναπεπεισµένοι καὶ τὰς φλεγµονὰς ἁπάσας στεγνὰ πάθη νοµίζοντες καὶ χαλᾷν αὐτὰς ἡγούµενοι δεῖν. εἰσὶ δ’ οἳ καὶ ἀλόγως τε καὶ ἀσκέπτως ἐκείνοις ἕπονται, µίαν ἀπολογίαν τοῦ κακῶς ποιεῖν ἔχοντες τὸ σὺν πολλοῖς ἁµαρτάνειν. ἀλλ’ οὔτε τῶν δογµατικῶν ἰατρῶν τις οὔτε τῶν ἐµπειρικῶν οὕτως ἐγίγνωσκεν. ἀλλ’ ὅπερ ὅ τε λόγος ὑπαγορεύει καὶ ἡ πεῖρα, τὸ µὲν ὅλον σῶµα κενοῦν ταῖς ἐνδεχοµέναις κενώσεσι συµβουλεύουσιν, αὐτὸ δὲ τὸ φλεγµαῖνον µέρος ἐπιβρέχειν τε καὶ καταπλάττειν τοῖς ἀπωθεῖσθαι µὲν τὸ ἐπιῤῥέον δυναµένοις, κενοῦν δὲ τὸ ἤδη περιεχόµενον ἐν τῷ πεπονθότι τόπῳ· τόνον δὲ καὶ ῥώµην ἐντιθέναι τοῖς ἤδη πεπονηκόσι µορίοις. εἰς ἃ δὲ χρὴ βλέποντας κενοῦν, εἴρηται µὲν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἔτι δι’ ὀλίγων ὑποµνήσοµεν· ὥστε κᾀν τοῖς ἑξῆς ἅπασι µεµνηµένον σε µηκέτι δεῖσθαι καθ’ ἕκαστον πάθος ἀκούειν τοὺς ἐνδεικνυµένους σκοποὺς τὰς κενώσεις. ἡλικίαν µὲν οὖν καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν καὶ τὴν ῥώµην τοῦ κάµνοντος καὶ τὴν ἕξιν καὶ τὸ ἔθος καὶ αὐτὴν τὴν τοῦ νοσήµατος ὑπόθεσιν ἐπιβλέπειν ἐφάσκοµεν δεῖν. ἐκ τούτων γὰρ, ὅτε χρὴ κενοῦν ἢ µὴ κενοῦν καὶ ὅθεν καὶ ὅπως, εὑρεθήσεται, οἷον ἐπὶ τῆς προκειµένης διαθέσεως· εἰς γόνυ φερέσθω τὸ ῥεῦµα καὶ τοῦτ’ ἐπὶ πλεῖστον ἀθρόως ἐξαιρέσθω. φαινέσθω δέ σοι καὶ τὸ σύµπαν σῶµα µεστὸν αἵµατος καὶ ἡ δύναµις τοῦ νοσοῦντος ἰσχυρὰ καὶ ὁ καιρὸς τοῦ ἔτους ἔαρ ἔστω καὶ τὸ χωρίον εὔκρατον καὶ ὁ νοσῶν µειράκιον ἢ νεανίσκος, οὗτος αἵµατος κενώσεως τῆς ἐκ τῶν ἄνω χωρίων δεῖται καὶ χρὴ τεµεῖν αὐτοῦ τῶν ἐν ἀγκῶνι φλεβῶν, ἤτοι τὴν ἐντὸς ἢ τὴν µέσην. εἰ δὲ τῶν ἄνωθέν τι ἐπεπόνθει, κάτωθεν ἀπάγειν τοῦ αἵµατος. ἀεὶ γὰρ εἰς τοὐναντίον τὴν τοῦ ῥεύµατος ὁρµὴν ἀντισπᾷν ξυµφέρει. καταπλάττειν δὲ τῷ διὰ τοῦ ἀειζώου καὶ λεπισµάτων ῥοιᾶς ἑφθῶν

1 ... 97 98 99 100 101 102 103 104 105 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?