litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 93 94 95 96 97 98 99 100 101 ... 216
Перейти на страницу:
καὶ ἀπέπτων καί τις ἔµφραξις ἐπικαίρου µορίου. λειποθυµοῦσι δὲ καὶ ὅσοις τὸ στόµα τῆς γαστρὸς ἄῤῥωστον, ἢ ὑπὸ µοχθηρίας χυµῶν δάκνεται ἢ ὑπὸ παχέων ἢ γλίσχρων ἢ ὑγρῶν ἢ ψυχρῶν βαρύνεται. καὶ µὲν δὴ καὶ ψυχικῶν παθῶν ἰσχύϊ λειποθυµοῦσί τινες· µάλιστα δὲ πρεσβῦται πάσχουσιν αὐτὸ καὶ οἱ ἄλλως ἀσθενεῖς. καὶ γὰρ λυπηθέντες αὐτῶν πολλοὶ καὶ χαρέντες καὶ θυµωθέντες ἐλειποθύµησαν. ἀλλὰ καὶ νοτίδες ἔσθ’ ὅτε µὴ κατὰ καιρὸν τοῖς οὕτως ἔχουσιν ἐπιφαινόµεναι λειποθυµίας ἐπιφέρουσιν, ὥσπερ καὶ τοῖς ἰσχυροτέροις ἱδρῶτες ἄµετροι. καὶ εἰ ἀπόστηµά τι ῥαγείη, βλάπτει τὴν δύναµιν ἰσχυρῶς· καὶ µάλιστα εἰ ῥαγὲν ἀθρόως εἰς κοιλίαν ἢ εἰς στόµαχον ἢ εἰς θώρακα συῤῥέοι. καὶ ἡµεῖς αὐτοὶ τέµνοντες ἀποστήµατα εἰ τὸ πῦον ἀθρόως ἐκκενώσωµεν, ἀνάγκη λειποθυµῆσαι· καὶ εἰ καθαίροντες ἢ κλύζοντες ἢ ὁπωσοῦν κενοῦντες, ἀθροώτερον αὐτὸ δράσωµεν· οὐδὲ γὰρ οὐδὲ τὸ ἐν τοῖς ὑδέροις ὑγρὸν καί τοι περιττὸν ὂν καὶ παρὰ φύσιν ἀλύπως ἀνέχεται τὴν ἀθρόαν κένωσιν, ἀλλὰ ἀνάγκη καὶ τότε λειποθυµῆσαι τὸν ἄνθρωπον. ἀλλὰ καὶ διὰ µέγεθος ὀδύνης ἐκλύσεις γίνονται δήξεών τινων ἢ στρόφων ἢ εἰλεῶν ἢ κωλικῆς διαθέσεως ἐξαίφνης ἐµπεσούσης. ἀλλὰ καὶ νεῦρον τρωθὲν καὶ µυὸς κεφαλὴ λειποθυµίαν ἤνεγκε καὶ τὰ ἐν τοῖς ἄρθροις ἕλκη τὰ κακοήθη καὶ τὰ γαγγραινώδη καὶ νοµώδη σύµπαντα καί τις ἄµετρος ψύξις ἢ θερµασία καὶ ἡ τοῦ ζωτικοῦ τόνου λύσις. αὗται µὲν αἱ τῆς λει-ποθυµίας αἰτίαι. καθ’ ἑκάστην δὲ αὐτῶν ἡ θεραπεία ἴδιος, καὶ γράψαι νῦν ὑπὲρ πασῶν οὐκ ἐγχωρεῖ. τὰς γὰρ ἐν τοῖς πάθεσι συνεδρευούσας οὐχ οἷόν τε χωρὶς ἐκείνων ἰάσασθαι. τοσοῦτον οὖν ἐν τῷ παρόντι λόγῳ ἐροῦµεν περὶ αὐτῶν, εἰς ὅσον ἄν τις µαθὼν ἱκανὸς εἴη τοῖς ἐξαίφνης ἐµπίπτουσιν ἐνίστασθαι παροξυσµοῖς. οἷον ὅτι τοῖς µὲν χολέραις καὶ διαῤῥοίαις καὶ ταῖς ἄλλαις ταῖς πολλαῖς καὶ ἀθρόαις κενώσεσιν ἐκλυοµένοις ὕδωρ τε ψυχρὸν προσραίνειν καὶ τοὺς µυκτῆρας ἐπιλαµβάνειν καὶ ἀνατρίβειν τὸ στόµα τῆς γαστρὸς καὶ κελεύειν ἐµεῖν ἢ σπαράττειν τὸν στόµαχον ἤτοι δακτύλων ἢ πτερῶν καθέσεσιν· ἀλλὰ καὶ χεῖρας καὶ σκέλη καὶ πόδας διαδεῖν· εἶναι δὲ χρὴ καὶ τοὺς δεσµοὺς πλείονας µὲν καὶ σφοδροτέρους ἐν ταῖς χερσὶν, ὅταν διὰ τῶν κάτω µερῶν αἱ κενώσεις γίγνωνται, καθάπερ ἐν ταῖς αἱµοῤῥοΐσι καὶ διαῤῥοίαις ὅσας τε διὰ τῶν ὑστερῶν αἱ γυναῖκες κενοῦνται. τὸ γὰρ τὰ σκέλη τηνικαῦτα σφοδρῶς διαδεῖν ἐπισπᾶταί τι κάτω πολλάκις. ἔµπαλιν δ’ ἐν ταῖς διά τε ῥινῶν αἱµοῤῥαγίαις καὶ τοῖς ἐµέτοις οἱ δεσµοὶ πλείονές τε καὶ σφοδρότεροι κατὰ τὰ σκέλη γιγνέσθωσαν. καὶ µὲν δὴ καὶ ὅσοις ἐπὶ τρώµασιν αἱµοῤῥαγοῦσιν, ὡσαύτως ἄνω µὲν ἐπὶ τοῖς κάτω· κάτω δ’ ἐπὶ τοῖς ἄνω τὰ δεσµὰ περιβάλλειν. ἐξευρίσκειν δέ τι καὶ ἀνάῤῥοπον σχῆµα τῷ µέρει, µὴ µέντοι πάνυ σφόδρα· τεινόµενον γὰρ ἐν τῷδε καὶ πονοῦν οὐδὲν ἧττον ἢ εἰ κατάῤῥοπον ἦν παροξύνεται. τὸ δὲ σύµπαν ἢ ἐπὶ τὰ κοινὰ ἀντισπᾷν τοῖς πεπονθόσιν ἢ ἐπὶ τὰ τῆς κενώσεως κατάρξαντα· διὰ τοῦτο τὰς µὲν ἐκ τῶν ὑστερῶν ἀθρόας κενώσεις αἱ παρὰ τοὺς τιτθοὺς προσβαλλόµεναι σικύαι τάχιστα παύουσι· τὰς δὲ διὰ τῶν ῥινῶν ἥπατί τε καὶ σπληνὶ κατὰ τὴν αἱµοῤῥαγοῦσαν ῥῖνα, καὶ εἰ δι’ ἀµφοτέρων ἀθρόον καὶ πολὺ φέροιτο, τοῖς σπλάγχνοις ἀµφοτέροις προσβάλλειν. ἰᾶται δὲ καὶ οἶνος ὕδατι ψυχρῷ κεκραµένος τὰς ἐπὶ ταῖς ἀθρόαις κενώσεσιν ἐκλύσεις καὶ µάλιστα τῶν εἰς τὴν γαστέρα ῥεπόντων ῥευµάτων. ἐπισκοπεῖσθαι δὲ ἢν µή τι κωλύῃ τὴν τοιαύτην δόσιν, οἷον εἰ σπλάγχνον τι φλεγµαῖνον ἢ κεφαλῆς ἄλγηµα σφοδρότερον ἢ παρακρου-στικόν τι πάθος ἢ πυρετὸς καυσώδης ἐν ἀπέπτῳ νοσήµατι. µεγάλαι γὰρ ἐν τοῖς τοιούτοις καὶ σχεδὸν ἀνίατοι ταῖς τῶν οἴνων πόσεσιν ἕπονται βλάβαι. µηδενὸς δὲ κωλύοντος, ἐφεξῆς δεῖ διορίζεσθαι τήν τε φύσιν τοῦ νοσοῦντος καὶ τὸ ἔθος καὶ τὴν ἡλικίαν καὶ τὴν τοῦ περιέχοντος ἀέρος κρᾶσιν· εἰς ταῦτα γὰρ ἀποβλέπων ἢ θερµὸν ἢ ψυχρὸν δώσεις τὸ πόµα. τοὺς µὲν γὰρ ἀήθεις ψυχροῦ πόµατος ἢ καὶ φανερῶς βλαπτοµένους ὑπ’ αὐτοῦ καὶ ὅσοι φύσει ψυχρότεροι καὶ τοὺς ἐν ἐσχάτῳ γήρᾳ ἢ καὶ χωρίῳ ψυχροτέρῳ φύσει ἢ καὶ χειµῶνος εἴργειν τοῦ ψυχροῦ. τοῖς δ’ ἐναντίως ἔχουσιν ἀδεῶς διδόναι πίνειν. ἔστω δὲ καὶ οἶνος ἐπὶ µὲν τοῖς εἰς τὴν γαστέρα ῥεύµασι θερµός τε καὶ λεπτὸς, οἷος ὁ Λέσβιος. ἐπὶ δὲ ταῖς αἱµοῤῥαγίαις παχύς τε καὶ µέλας καὶ στρυφνός. ἐπὶ δὲ τοὺς τόπους αὐτοὺς ἐπιτιθέναι, γαστρὶ µὲν καὶ µήτρᾳ καὶ στοµάχῳ καὶ θώρακι τὰ τονοῦν πεφυκότα. κεφαλῇ δὲ καὶ µετώπῳ καὶ ταῦτα καὶ τὰ ψύχοντα. καὶ ἐφ’ ὧν ἐπιπολῆς καὶ κατὰ τοὺς µυκτῆρας φλεβῶν εἴη τις ἐῤῥωγυῖα, τῶν ἐπεχόντων φαρµάκων τὸ αἷµα ἐπιτιθέναι. λουτρὰ δὲ τοῖς µὲν εἰς τὴν γαστέρα ῥεύµασιν ἐπιτηδειότατα· τὰς δ’ αἱµοῤῥαγίας δεινῶς παροξύνει. καὶ ὅσοι διὰ πλῆθος ἱδρώτων λειποθυµοῦσι, καὶ τούτοις ἐναντιώτατα, χρὴ γὰρ αὐτῶν στύφειν τε καὶ ψύχειν, οὐ χαλᾷν τὸ δέρµα. καὶ τὸν οἶνον ψυχρὸν µάλιστα διδόναι τούτοις καὶ µηδὲν ὅλως προσφέρειν θερµόν. ἀλλὰ µηδὲ διαδεῖν τὰ κῶλα, µήδ’ ἀναγκάζειν ἐµεῖν, µηδὲ κινεῖν ὅλως. καὶ πνευµάτων εἰσόδους ψυχόντων ἐπιτεχνᾶσθαι καὶ τὸν ἀέρα τοῦ οἴκου τρέπειν εἰς ψύχουσάν τε καὶ στρυφνὴν ποιότητα, µυρσίναις τε καὶ ἀµπέλων ἕλιξι καὶ ῥόδοις καταστρωννύντα τοὔδαφος· τούτων οὐδὲν χρήσιµον τοῖς εἰς τὴν γαστέρα ῥεύµασιν, αὔξεται γὰρ εἰς ὅσον ἂν πυκνωθῇ τὸ δέρµα. τοῖς µὲν οὖν ἐπὶ ταῖς κενώσεσιν ἐκλυοµένοις οὕτω βοηθεῖν ἔν γε τῷ παραχρῆµα. τοῖς δ’ ἐπὶ πλήθεσιν οὐκ ἔθ’ ὁµοίως, ἀλλὰ τρίβειν ἐπὶ πλεῖστον ἐπ’ ἐκείνων τὰ κῶλα καὶ θερµαίνειν καὶ διαδεῖν. οἴνου δὲ καὶ τροφῆς ἀπέχειν καὶ λουτρῶν, εἰ πυρέττοιεν· ἀρκεῖ δ’ αὐτοῖς µελικράτου τε διδόναι πόµα ἢ θύµου ἢ ὀριγάνου ἢ γλήχωνος ἢ ὑσσώπου ἔχοντος ἐναφηψηµένον. ἐπιτήδειον δὲ καὶ ὀξύµελι. καὶ τὰς ἐφ’ ὑστέραις δὲ πεπονθυίαις ἐκλυοµένας ὡσαύτως ἰᾶσθαι, πλὴν ὀξυµέλιτος, καὶ διαδεῖν καὶ τρίβειν σκέλη µᾶλλον ἢ χεῖρας. καὶ ὥσπερ ἐπ’ ἐκκρίσει πολλῇ παρὰ τοὺς τιτθοὺς σικύας ἐπιτίθεµεν, οὕτως αἷς ἀνέσπασται καὶ παρέσπασται, βουβῶσί τε καὶ µηροῖς προσάξοµεν. καὶ ταῖς µὲν ῥισὶν ὀσφραντὰ δυσωδέστατα, ταῖς δὲ µήτραις εὐώδη. καὶ τὰ χαλᾷν καὶ θερµαίνειν δυνάµενα φάρµακα προσοίσοµεν. εἰ δ’ ἄῤῥωστος ὁ στόµαχος εἴη καὶ ταύτῃ λειποθυµοῖεν, ἐπιπλάττειν µὲν τοῖς τονοῦν δυναµένοις, οἷα τά τε διὰ τῶν φοινίκων ἐστὶ καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ ἀλόης καὶ µαστίχης· ἐπιβρέχειν δὲ τοῖς δι’ ἀψινθίου καὶ µηλίνου καὶ µαστιχίνου καὶ νάρδου καὶ οἰνάνθης καὶ οἴνου. καὶ εἰ ἐκκαίοιντο, µιγνύναι τι καὶ τῶν ψυχόντων, οἷον τῆς τε κολοκύνθης τὸν χυλὸν καὶ τῆς θριδακίνης καὶ τῆς ἀνδράχνης καὶ τοῦ στρύχνου καὶ τῆς σέριος καὶ τοῦ ὄµφακος. οὗτος µέν γε οὐ ψύχει µόνον, ἀλλὰ καὶ στύφει. καὶ ψυχρὸν ὕδωρ τοῖς διακαιοµένοις τὸν στόµαχον ὤνησε πολλάκις ἐν
1 ... 93 94 95 96 97 98 99 100 101 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?