Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
Перейти на страницу:
αἰτίαν· αὗται γὰρ ἐνδείξονταί σοι τὴν προσήκουσαν ἴασιν. οἷον εἴ τις ἀλγοίη τὴν κεφαλὴν, εἰ µὲν ἀσώδης εἴη καὶ καρδιώττοι, κελεύειν ἐµεῖν, ἐµεῖται γὰρ ἢ χολὴν ἢ φλέγµα ἢ ἄµφω. µηδενὸς δ’ ἐπισήµου κατὰ τὴν γαστέρα παθήµατος ὑποφαινοµένου σκοπεῖσθαι, πότερον πλῆθός ἐστιν ἢ ἔµφραξις ἢ φλεγµονή τινος τῶν ἐν τῇ κεφαλῇ µορίων· εὑρήσεις δὲ πρῶτον µὲν, εἰ δι’ ὅλης αὐτῆς ἐκτέταται τὸ ἄλγηµα πυνθανόµενος, εἰ κατά τινα τῶν µορίων ἐρείδει σφοδρότερον. ἔπειτα δὲ πότερον µετὰ βάρους ἢ τάσεως ἢ δήξεως ἢ σφυγµοῦ. τὰ γὰρ µετὰ βάρους ἀλγήµατα πλῆθος δηλοῖ· τὰ δὲ µετὰ δήξεως ἢ ἀτµῶν ἢ χυµῶν δριµύτητα· τὰ δὲ µετὰ σφυγµοῦ φλεγµονήν· τὰ δὲ µετὰ τάσεως, εἰ µὲν ἄνευ βάρους καὶ σφυγµοῦ καὶ πνεύµατος ἀπέπτου καὶ φυσώδους, πλῆθος· εἰ δὲ µετὰ σφυγµοῦ, καὶ φλεγµονὴν ὑµενώδους σώµατος· εἰ δὲ µετὰ βάρους, πλῆθος ἐντὸς τῶν ὑµένων ἐνισχόµενον. ὅταν οὖν παντάπασι ταῦτα διορισθείη, τὴν ἐργαζοµένην ἕκαστον αὐτῶν αἰτίαν σκοπεῖν χρή. ἐκείνη γὰρ ἐνδείξεταί σοι τὴν θεραπείαν· οἷον εἰ πλῆθος εἴη περιεχόµενον ἀτµῶν ἢ χυµῶν, ἐπισκοπεῖσθαι, πότερον διὰ µέγεθος πυρετῶν οἱ χυµοὶ χυθέντες τε καὶ οἱονεὶ ζέσαντες ἐπὶ τὴν κεφαλὴν ὥρµησαν, ἢ διὰ τὴν τοῦ µέρους ἀῤῥωστίαν ἢ διὰ τὴν ἐν παντὶ τῷ σώµατι πλησµονήν· ταύτην µὲν γὰρ οὐκ ἂν χαλεπῶς ἰάσαιο ταῖς τοῦ ὅλου κενώσεσι. τὴν δ’ ἐπ’ ἀσθενείᾳ τοῦ µορίου τὸ µέν τι πάντῃ τοῦ σώµατος ἀντισπῶν, τὸ δέ τι ταῖς τοῦ µέρους ἰάσεσιν. ἀντισπάσεις µὲν οὖν κλύσµασί τε δριµέσι καὶ δεσµοῖς καὶ τρίψεσι τῶν κάτω πολλαῖς, καὶ ἢν οὕτω δέῃ, καὶ τοῦ αἵµατος ἀπάγων τί. τὸ δὲ µόριον ἐξιάσῃ, καθ’ ὃν µὲν καιρὸν ἀντισπᾷς εἰς τὸ ὅλον σῶµα, ταῖς ἀπωθεῖσθαί τι τῆς κεφαλῆς δυναµέναις ἐπι βροχαῖς· µετὰ δὲ ταῦτα ταῖς κενούσαις· εἰς ὕστερον δὲ ταῖς τονούσαις. ἀπωθεῖται µὲν οὖν ἔλαιον τὸ καλούµενον ὠµοτριβὲς ἢ ἄλλο τι τῶν τοιούτων παραπλήσιον, οἷον ὀξυρόδινόν τε καὶ ῥόδινον αὐτὸ καθ’ αὑτὸ, καὶ ὅσα διὰ τῶν τοῦ µήκωνος κωδιῶν καὶ θαλλῶν ἐλαίας τῶν ἁπαλῶν καὶ κιττοῦ τῶν κορύµβων ἡδυόσµου τε τοῦ χλωροῦ καὶ σισυµβρίου σκευάζεται· χρῆσθαι δ’ αὐτοῖς ἐπὶ µὲν ὠµοτέρου τε καὶ ψυχροτέρου πλήθους χλιαροῖς· ἐπὶ δὲ θερµοτέρου καὶ χολωδεστέρου ψυχροῖς. κενοῖ δὲ καὶ διαφορεῖ τὸ θερµὸν ἔλαιον αὐτό τε καθ’ αὑτὸ καὶ µᾶλλον εἰ παλαιὸν ἢ σικυώνιον εἴη ἢ καὶ ἄνηθον ἐναφηψηµένον ἔχοι· τὸ γὰρ µὴ πάνυ παχείων µήτε γλίσχρων χυµῶν πλῆθος ἱκανῶς διὰ τῶν τοιούτων κενώσεις· ἀλλὰ καὶ ἢν σπονδύλιον ἢ ἕρπυλλον ἐναφέψοις ἢ γλήχωνος κόµην ἢ καλαµίνθης ἢ ἡδυόσµου τε καὶ σισυµβρίου, κενώσεις οὕτω καὶ τὸ παχύτερον. αὐτὰ δὲ ταῦτα καὶ τόνον τινὰ δίδωσι τοῖς µορίοις καὶ ῥώννυσι τὰ ἠσθενηκότα. χρηστέον οὖν αὐτοῖς ἐφεξῆς, µέχρι παντελοῦς ἰάσεως. καὶ εἰ δεήσειε, διά τε ῥινῶν καὶ ὑπερώας καθαίρειν καὶ πταρµοὺς κινεῖν. καὶ ἢν ἐπὶ λουτρὸν ἀγάγῃς τὸν ἄνθρωπον, ἀνατρίβειν τε ξηραῖς σινδόσι τὴν κεφαλὴν καὶ χωρὶς ἐλαίου διαπλάττειν, ἁλί τε καὶ νίτρῳ καὶ νάπυϊ. ταῦτα µὲν δὴ τῆς ἐπ’ ἀῤῥωστίας τοῦ µορίου κεφαλαλγίας ἰάµατα. τῆς δ’ ἐπὶ µεγέθους πυρετῶν, τῆς µὲν ἰαµάτων δεοµένης, αἱ ψυχραὶ ποιότητες καὶ δυνάµεις δι’ ὑδρελαίου τε καὶ ὀξυροδίνου καὶ µήκωνος κωδιῶν ἐπιβροχαὶ συγκείµεναι ἁρµόζουσι. τῆς δὲ κρίσιµον αἱµοῤῥαγίαν ἢ ἔµετον δηλούσης ἰάµατα µὲν οὐ χρὴ ζητεῖν· οὐδὲ γὰρ σύµπτωµά τι τήν γε τοιαύτην νοµιστέον, ἀλλὰ µᾶλλον ἀγαθὸν σηµεῖον, ὥσπερ καὶ τἄλλα τὰ πρὸ τῶν κρίσεων ἃ τοὺς µὲν πολλοὺς ἐκφοβεῖ, χρηστὸν δέ τι δηλοῖ. κάλλιστον δὲ δύνασθαι γνωρίζειν σῶµα ταραττόµενον ὑπὸ φύσεως παρασκευαζοµένης ἐπί τε τὰς ἄλλας ἐκκρίσεις καὶ οὐχ ἥκιστα τὰς δι’ ἐµέτων τε καὶ αἱµοῤῥαγίας, ὧν ἀχώριστόν ἐστι σηµεῖον ἡ κεφαλαλγία. λέγεται δ’ ἐπὶ πλέον µὲν ἑτέρωθι πάντα. τὸ δὲ νῦν εἰδέναι, καθ’ ὅσον ἐγχωρεῖ τὴν ἐξ ἀρχῆς φυλάττοντα προαίρεσιν διὰ συντόµων εἰπεῖν, τὶ περὶ αὐτῶν εἰρήσεται. σκεπτέον οὖν πρῶτον µὲν τὸ τῶν πυρετῶν εἶδος, εἰ θερµοὶ καὶ διακαεῖς. ἐκκρίσεσι γὰρ οἱ τοιοῦτοι φιλοῦσι κρίνεσθαι· καθάπερ οἱ µαλακώτεροί τε καὶ οἷον σµυχόµενοι χρονίζουσί τε καὶ εἰς ἀποστάσεις ὁρµῶσι τὰ πολλά. δεύτερον δὲ, εἰ σωτήριόν ἐστι τὸ νόσηµα, τίς γὰρ ἀγαθὴ κρίσις ἐν τῷ ὀλεθρίῳ νοσήµατι ἐλπισθείη; τρίτον ἐπὶ τοῖσδε τὸν καιρὸν τῆς ὅλης νόσου σκοπεῖν. εἰ γὰρ ἀρχῆς ἢ ἐπιδόσεώς ἐστι σηµεῖον µηδέπω δ’ ἀκµῆς µηδὲ πέψεως γνωρίσµατα δι’ οὔρων ἢ πτυσµάτων ἢ ἀποπατηµάτων, οὐκ ἐνδέχεται κρίσιν ἀγαθὴν γενέσθαι. ταῦτα µέν ἐστιν ἐξ ὧν ἄν τις ἐλπίσειε δι’ ἐκκρίσεως κριθήσεσθαι τὸ νόσηµα. τοῦ δὲ νῦν ἤδη καὶ µηκέτι µέλλοντος σηµεῖα τάδε· δυσφορία προηγεῖται κρίσεως ἁπάσης· καὶ εἰ µὲν ἐν ἡµέρᾳ µέλλοι κριθήσεσθαι τὸ νόσηµα, νύκτωρ· εἰ δ’ ἐν νυκτὶ, δι’ ἡµέρας. εἰ οὖν τοιοῦτόν τι βλέποις, ἐπισκοπεῖσθαι δεῖ πόσην ἄγει τὴν ἀπὸ τοῦ νοσεῖν ἡµέραν ὁ ἄνθρωπος. εἰσὶ γὰρ καὶ αἳ κρίνειν πεφύκασι κᾂν βραχείας ὁρµῆς τῆς φύσεως λάβωνται. πολλοὶ δ’ ἐν µὲν ταῖς σφοδραῖς κινήσεσιν ὅλως οὐ δύνανται τὸ µέγεθος συνορᾷν τῆς ταραχῆς, εἰ κατὰ τὴν φύσιν ἐστὶ τῆς ἡµέρας. ἡ µὲν γὰρ ἑβδόµη ἡµέρα καὶ κατὰ τὰς βραχείας παρασκευὰς τῆς φύσεως ἐξορµᾷ πρὸς τὴν διὰ κενώσεως κρίσιν. ἡ δ’ ἕκτη µεγάλης τε δεῖται τῆς παρασκευῆς καὶ πολλάκις µὲν οὐδ’ ἔκρινεν. εἰ δέ γε ἔκρινεν, οὔτε χωρὶς κινδύνου οὔτε πιστῶς. οὕτω δὲ καὶ τῶν ἄλλων ἡµερῶν ἑκάστης ἐστί τις ἴδιος φύσις, ἣν ἐν τοῖς περὶ κρισίµων διοριζόµεθα. φέρε δὴ καὶ τὴν ἡµέραν εἶναι κατὰ τὸ τῆς ταραχῆς µέγεθος. εἶτ’ ἐφεξῆς σκοπεῖν, ὁποία τις ἡ κρίσις ἔσται· περὶ µὲν οὖν τῶν ἄλλων οὐδὲν δεόµεθα λέγειν νῦν. εἰ δ’ ἔµετος ἢ αἵµατος ἔκκρισις διὰ ῥινῶν ἔσεσθαι µέλλοι, ταύταις γὰρ ἐλέγοµεν ταῖς ἐκκρίσεσιν ἕν τι τῶν σηµείων εἶναι τὴν κεφαλαλγίαν, ἐκ τῶνδε µάλιστα διορίζεσθαι· πρῶτον µὲν εἰ µὴ κατ’ ἀρχὰς εὐθὺς εἰσέβαλεν οἷον σύµπτωµά τι τοῦ νοσήµατος, ἀλλ’ ἐν τῇ πρὸ τῆς κρίσεως ταραχῇ. δεύτερον δ’ εἰ καὶ ὁ τράχηλος συναλγοίη καὶ ὑποχόνδριον ἀνασπώµενον εἴη καὶ εἰ δύσπνοιά τις αἰφνίδιος, οἱονεὶ στενοχωρουµένου τοῦ θώρακος. εἰ γὰρ ἐπὶ τούτοις ἅπασιν ἐξαίφνης ὀγκούµενοι οἱ σφυγµοὶ µὴ καταπίπτοιεν εἰς µικρότητα µηδ’ ἀµυδροὶ γίγνοιντο, παραχρῆµα τὴν κρίσιν ἐλπίζειν· εἰ δὲ πρὸς τῷ µὴ καταπίπτειν εἰς ὕψος ἀρθεῖεν καὶ σφοδρότητα προσλάβοιεν, ἐπιβλέπειν ἤδη χρὴ τὸ πρόσωπον τοῦ νοσοῦντος· εἰ γὰρ καὶ πάλλοιτό τι τῶν ἐν αὐτῷ µορίων ἢ σφύζοιεν αἱ ἐν τοῖς κροτάφοις φλέβες ἢ µῆλον ἢ ῥὶς ἢ ὀφθαλµὸς ἐρυθρότερα γίγνοιντο, τὴν κρίσιν µᾶλλον ἐλπίζειν. εἰ δὲ καὶ δακρύουσιν ἄκοντες ἢ µαρµαρυγὰς ὁρᾷν φαντάζοιντο καὶ τὰς χεῖρας ἐπὶ τὰς ῥῖνας φέροιεν ὡς κνώµενοι, τηνικαῦτα µὲν οὐκέτι µέλλον, ἀλλ’ ἤδη ῥέον ὄψει τὸ αἷµα. κνησαµένων
Перейти на страницу:
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!