Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
Перейти на страницу:
καιρῷ δοθὲν, ἄλλως δὲ µεγάλως βλάπτει. καὶ χρὴ µᾶλλον οἴνου θερµοῦ διδόναι τοῖς ἀῤῥώστοις τὸν στόµαχον, εἰ µηδὲν ἄλλο κωλύει· ὤνησε δὲ µεγάλως τοὺς τοιούτους στοµάχους καὶ ἡ τῶν ἀκρωτηρίων τρίψις. εἰ δ’ ἐπὶ τούτοις βελτίους µὴ γένοιντο, τοὺς µὲν ἐκκαιοµένους ἐπὶ λουτρὸν ἄγειν τὴν ταχίστην. ὅσοι δὲ ψύξεώς τινος αἴσθησιν ἔχουσι, τοῦ τε διὰ τριῶν πεπέρεων φαρµάκου καὶ αὐτοῦ τοῦ πεπέρεως µόνου καὶ ἀψινθίου πινόντων. ὅσοι δὲ µοχθηρῶν χυµῶν δακνόντων τὸ στόµα τῆς γαστρὸς ἐκλύονται, διδοὺς ὕδωρ θερµὸν ἢ ὑδρέλαιον ἐµεῖν κελεύειν. εἰ δὲ δυσεµεῖς εἶεν, θάλπειν χρὴ πρότερον αὐτά τε τὰ περὶ τὸν στόµαχον χωρία καὶ πόδας καὶ χεῖρας. εἰ δὲ µηδ’ οὕτως δύναιντο, πτερὰ ἢ δακτύλους καθιέντας ἐρεθίζειν. εἰ δὲ µηδ’ οὕτως, αὖθις αὐτοῖς ἔλαιον θερµὸν ὅτι κάλλιστον δοτέον. εἴωθε δὲ πολλάκις τοὔλαιον οὐκ εἰς ἔµετον µόνον ὁρµᾷν, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττειν· ἔστι δὲ καὶ τοῦτο οὐ µικρὸν ἀγαθὸν τοῖς παροῦσιν. ὥστ’ εἰ µὴ γένοιτο αὐτόµατον, ἐπιτεχνᾶσθαι χρή· µάλιστα δὲ τοῖς προσθέτοις αὐτὸ πειρᾶσθαι δρᾷν· εἰ δὲ ῥᾷον ἐπὶ τοῖσδε γένοιτο, καὶ ἀψινθίου κόµην ἐναφέψων µελικράτῳ διδόναι πίνειν καὶ οἶνον ἐφεξῆς· καὶ παντοίως ῥωννύναι τὰ µόρια διά τε τῶν ἔξωθεν ἐπιτιθεµένων φαρµάκων καὶ τοῦ ἀψινθίου ταῖς πόσεσιν. οὐ µὴν κατ’ ἀρχὰς κελεύω σε τοῦτο ποιεῖν οὕτως, ἀλλ’ ὕστερον, ἡνίκα µὲν ἤδη καθαρὰ τὰ περὶ τὴν κοιλίαν ᾖ· περιεχοµένων δ’ ἔτι τῶν χυµῶν ἐν αὐτῇ µηδέπω στύφειν, ἀλλ’ ἀρκεῖ θάλπειν µόνον, ὡς ἔµπροσθεν εἴρηται. φλέγµατος δὲ πολλοῦ καὶ ψυχροῦ κατὰ τὸ στόµα τῆς γαστρὸς ἠθροισµένου, καταντλεῖν µὲν ἐπὶ πλεῖστον, ἐλαίῳ συνέψων ἀψίνθιον· ἐφεξῆς δὲ τοῦ µελικράτου διδόναι ἢ ὑσσώπου ἤ τι τῶν ὁµοίων ἀποβρέχων ὀξυµέλιτός τε καὶ πεπέρεως καὶ τοῦ διὰ τριῶν πεπέρεων καὶ τοῦ διοσπολιτικοῦ φαρµάκου. καὶ τὸ σύµπαν σοι τῆς διαίτης κεφάλαιον τµητικὸν ἔστω. τὰς δ’ ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν ἐκλύσεις ὁµοίως τοῖς βουλίµοις ἰᾶσθαι, παντὶ τρόπῳ θερµαίνοντα. τόν τε οὖν οἶνον αὐτοῖς διδόναι θερµῷ κεκραµένον καὶ τροφὰς τὰς θερµαίνειν πεφυκυίας, ἀνατρίβειν τε καὶ θάλπειν παρὰ πυρί. τὰς δ’ ἐπὶ θερµασίᾳ πλείονι γινοµένας λειποθυµίας τοῖς ἐµψύχειν τε καὶ τονοῦν δυναµένοις. ἐµπίπτουσι γὰρ αὗται µάλιστα τοῖς ἐν ἀέρι πνιγώδει καὶ βαλανείῳ χρονίσασι. ῥώσεις οὖν αὐτοὺς ἐν µὲν τῷ παραχρῆµα τότε ψυχρὸν ὕδωρ προσραίνων καὶ ῥιπίζων καὶ πρὸς ἄνεµον τρέπων καὶ τρίβων τὸ στόµα τῆς κοιλίας καὶ σπαράττων· ἐφεξῆς δ’ ἤδη καὶ οἶνον διδοὺς καὶ τροφάς. τοὺς δὲ διὰ µέγεθος φλεγµονῆς ἢ καὶ κακοήθειαν σφοδροῦ πυρετοῦ λειποθυµοῦντας ἐν ταῖς εἰσβολαῖς καὶ καταψυχοµένους τὰ κῶλα τρίβων ἰσχυρῶς καὶ θάλπων καὶ διαδῶν σκέλη τε καὶ χεῖρας, ἐγρηγορέναι τε κελεύων καὶ σιτίου παντὸς ἀπέχεσθαι καὶ πόµατος. ἄριστον δ’ ἐπὶ τούτων προγνῶναι τὸ µέλλον ἔσεσθαι καὶ φθάνειν αὐτὰ πράξαντα πρὸ τοῦ παροξυσµοῦ. καὶ τοὺς διὰ ξηρότητα δὲ συγκοπτοµένους ἐν ταῖς τῶν παροξυσµῶν ἀρχαῖς ἄριστον προγινώσκειν. εἰ γὰρ ὥραις που δύο ἢ τρισὶν ἔµπροσθεν πρὸ τοῦ παροξυσµοῦ θρέψαις, διακρατεῖσθαί τε πόδας καὶ χεῖρας κελεύσειας, οὐκ ἂν ἀπόλοιντο. εἶναι δὲ χρὴ τὰς τροφὰς εὐπέπτους τε καὶ εὐστοµάχους. εἰ δὲ καὶ σφοδρὸν τὸν κίνδυνον ὑπονοήσῃς ἔσεσθαι, φθάνειν οἴνου διδόναι καὶ µάλιστ’ εἰς χόνδρον ἑφθὸν τὸν οἶνον ἐπιχέας προσφέρειν. εἰ δὲ καὶ ἄρτον ἀντὶ χόνδρου δοίης, ἶσον δύναται. µετρίας δὲ τῆς συγκοπῆς προσδοκωµένης οὐδὲν οἴνου δεῖ, ἀλλ’ ἀρκεῖ τηνικαῦτα ῥοιῶν ἢ ἀπίων ἢ µήλων ἤ τινος ἄλλης ὀπώρας στυφούσης ταῖς τροφαῖς µιγνύναι. καὶ εἰ ἐπὶ τοῖσδε µετρίως τὸν παροξυσµὸν ἐνέγκοιεν, αὖθις τρέφοντας οὐκ ἀναγκαῖον ὀπώραις χρῆσθαι. ταῦτα µὲν πράττειν, εἰ προγνοίης τὸ µέλλον ἔσεσθαι. τοῖς δ’ ἐξαίφνης εἰς τὸν κίνδυνον ἐµπίπτουσιν οἴνου τε διδόναι θερµοῦ καὶ ἄρτου καὶ χόνδρου σὺν αὐτῷ θερµοῦ παντελῶς ὀλίγον. εἰ γὰρ τούτοις πλεῖον δοίης ἢ δυσπεπτότερα σιτία τοῖς οὕτως ἔχουσιν, οὐ συγκοπήσονται µόνον, ἀλλὰ καὶ πνιγήσονται τελέως. τοῖς δὲ δι’ ἔµφραξιν ἐπικαίρου µορίου λειποθυµοῦσιν ὀξύµελί τε διδόναι καὶ τὸ δι’ ὑσσώπου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ µέλιτος πόµα· καὶ τροφὰς τοῦ τµητικωτέρου τρόπου. τὰ γὰρ παχέα καὶ γλίσχρα µεγάλας ἐν τοῖς τοιούτοις ἐργάζεται βλάβας. ἀλλὰ καὶ τὰ κῶλα τρίβειν τε καὶ διαδεῖν οὐδὲν χεῖρον. ἀγαθὸν δὲ καὶ τοῖς οὖρα κενοῦσι χρῆσθαι πόµασιν, οἷα τά τε δι’ ἀνήθου καὶ µαράθρου καὶ σελίνου καὶ πετροσελίνου καὶ ἄµµεως καὶ δαύκου καὶ νάρδου στάχυος· ἐφ’ οἷς φανερᾶς οὔσης ἤδη τῆς ὠφελείας οἴνῳ χρῆσθαι λευκῷ καὶ λεπτῷ µὴ πάνυ παλαιῷ. γνωριεῖς δὲ τὰς τοιαύτας ἐµφράξεις ταῖς τ’ ἄλλαις ἀνωµαλίαις τῶν σφυγµῶν καὶ µάλισθ’ ὅσαι κατὰ µέγεθός τε καὶ µικρότητα καὶ σφοδρότητα καὶ ἀµυδρότητα γίνονται, µὴ παρούσης τῆς καλουµένης πληθωρικῆς συνδροµῆς, εἰσὶ γὰρ κᾀκείνης κοιναί. γίγνονται δὲ καὶ διαλείποντες ἐπὶ ταῖς µεγάλαις τῶν τοιούτων διαθέσεων οἱ σφυγµοί. ταῦτα µὲν οὖν ἐπὶ πλέον ἐν τοῖς περὶ σφυγµῶν λέγεται. νυνὶ δὲ µεταβῶµεν ἐπὶ τὸν περὶ τῶν ὑπολοίπων ἐκλύσεων λόγον· οἷον ὅσαι τε διὰ ῥῆξιν ἀποστήµατος ἢ τοµὴν γίγνονται καὶ ὅσαι διὰ κένωσιν ἀθρόαν ἐν ὑδέροις. ἀπόχρη δὲ τούτοις ἐν µὲν τῷ παραυτίκα τοῖς ὀσφραντικοῖς ἀνακτήσασθαι· µικρὸν δ’ ὕστερον ῥοφήµασιν εὐπέπτοις χρῆσθαι. εἰ δὲ διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυµὸν ἢ ἔκπληξιν ἐκλυθεῖεν, ὀσφρητικοῖς τε καὶ ταῖς τῶν ῥινῶν καταλήψεσιν ἀνακτησάµενον ἐµεῖν ἀναγκάζειν. ὡσαύτως δὲ καὶ τοὺς ἐπὶ τραύµασιν ἢ καθάρσεσιν ἢ ἀλγήµασι τοῖς κατὰ τὰ ἄρθρα καὶ νεῦρα καὶ τῶν µυῶν τοὺς τένοντας ἔν γε τῷ παραχρῆµα δεῖ ἀνακτᾶσθαι· µετὰ δὲ ταῦτα τὴν προσήκουσαν ποιεῖσθαι τοῦ παθήµατος θεραπείαν. αἱ δ’ ἐπὶ τοῖς κωλικοῖς πάθεσιν ἢ τοῖς εἰλεοῖς ἤ τινι τῶν οὕτω µεγάλας ἐπιφερόντων ὀδύνας ἑπόµεναι λειποθυµίαι ταῖς τε τῶν πεπονθότων µορίων ἀλέαις µάλιστα καθίστανται καὶ ταῖς τῶν ἄκρων τρίψεσιν. τὰς δὲ δι’ ἀῤῥωστίαν οἰκείαν τῶν διοικουσῶν τὸ σῶµα δυνάµεων ἐκλύσεις ἐπὶ δυσκρασίᾳ τῶν µορίων ἐκείνων γιγνοµένας, ὅθεν αἱ δυνάµεις ὁρµῶνται, ταῖς ἐναντίαις δυσκρασίαις ἰᾶσθαι προσήκει, θερµαίνοντας µὲν τὰς ψυχρὰς, ψύχοντας δὲ τὰς θερµὰς, ἐπί τε τῶν ἄλλων ἀνάλογον. ἡ µὲν οὖν ζωτικὴ καλουµένη δύναµις, ἣν ἐκ καρδίας ὁρµωµένην ἐδείξαµεν, ἐκ τῶν ἀµυδρῶν σφυγµῶν γνωρίζεται. ἡ δ’ ἐξ ἥπατος µὲν ὁρµωµένη, θρεπτικὴ δ’ ὀνοµαζοµένη, ταῖς αἱµατώδεσι διαχωρήσεσι κατ’ ἀρχὰς µὲν ὑδατώδεσί τε καὶ λεπταῖς γιγνοµέναις, ὕστερον δὲ παχείαις, οἵαπερ ἡ ἀµοργή. τὴν δ’ ἀπ’ ἐγκεφάλου µὲν ὁρµωµένην δύναµιν ἐξαιρέτως δ’ ὑπό τινων ὀνοµαζοµένην ψυχικὴν, τῇ ἐπὶ τὰς προαιρετικὰς κινήσεις ἀῤῥωστίᾳ γνωρίζοµεν. ἀλλὰ περὶ µὲν τῶν τοιούτων διαθέσεων ἰδίᾳ σοι γράψοµεν ἐν ἑτέρῳ γράµµατι, πάµπολλα γάρ ἐστιν ἐν αὐτοῖς παρορώµενα τοῖς ἰατροῖς.
14. ᾿Επεὶ δὲ τὸν περὶ τῶν συµπτωµάτων λόγον πεποιήµεθα µέχρι δεῦρο, πάλιν ἐπάνιµεν πρὸς τὰ ἐξ ἀρχῆς ἕνα κοινὸν ἐπὶ πάντων ἔχοντες σκοπὸν, ἐπισκέπτεσθαι τὴν ἐργαζοµένην ἕκαστον αὐτῶν
Перейти на страницу:
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!