litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 102 103 104 105 106 107 108 109 110 ... 216
Перейти на страницу:
µὴ διὰ πλειόνων ἡµερῶν ἕνεκα τῆς τοῦ παντὸς ἐπιµελείας σώµατος. µετὰ δὲ τὴν εἰρηµένην κατάντλησιν τὰ διὰ τῶν εἰρηµένων µυελῶν τε καὶ στεάτων φάρµακα προσέφερον, ἐνίοτε δὲ καὶ βδελλίου τοῦ Σκυθικοῦ µιγνὺς καὶ µαστίχης Αἰγυπτίας καὶ ἀµµωνιακοῦ θυµιάµατος, τοῦ λιπαροῦ τε καὶ µὴ παλαιοῦ καὶ χαλβάνης ὡσαύτως. καὶ ἐπειδὴ διὰ τούτων προπαρεσκεύαστο, λύσας ἀµµωνιακὸν τὸ λιπαρώτατον ὄξει δριµυτάτῳ κατέχρισα τὸν µηρὸν ὅλον ἐν κύκλῳ. κᾄπειτα δι’ ἡµερῶν αὖθις ὀποπάνακος ἔµιξα τὸ λιπαρώτατον, ὄξει δριµυτάτῳ ἐκλύων καὶ τούτου δηλονότι τὸν πρόσφατον, οὐ γὰρ ἂν ἄλλως ἔτι διαµένοι λιπαρός· ὥσπερ οὐδὲ τὸ βδέλλιον οὐδὲ τὸ ἀµµωνιακὸν οὐδὲ ἡ χαλβάνη. καὶ ἀσκωλιάζειν δὲ κατὰ θατέρου σκέλους ἐποίουν τὸ παιδάριον, ὅπως ἐπ’ ἐκεῖνο φέροιτο τὸ πλέον τῆς τροφῆς. ὕστερον δ’ ὡς ἤδη προσέσταλτο µὲν ὁ σκιῤῥώδης ὄγκος, ἐδεδίειν δὲ µήτι λείψανον αὐτῷ µένοι τοὐναντίον ἅπαν εἰργαζόµην, ἐπιχρίων τινὶ τῶν πιττωτῶν φαρµάκων τὸν µηρόν. ἐφαίνετο δὲ σαφῶς ἐπὶ µὲν τοῖς δι’ ὄξους ἐπιχρίµασιν ἀξιολόγως καθαιρούµενος ὁ σκιῤῥώδης ὄγκος· ἐπὶ δὲ τοῖς χαλαστικοῖς µαλακυνόµενος µὲν, ἐλάττων δ’ οὐ γινόµενος. ἀλλ’ ἡ µετὰ µέτρου τοῦ προσήκοντος ἐναλλὰξ αὐτῶν χρῆσις ἐθεράπευσε τὸ παιδάριον. ὡς εἴγε διὰ θατέρου γένους µόνου τῶν φαρµάκων ἐποιεῖτό τις τὴν θεραπείαν αὐτῶν, οὐκ ἂν ἔλυσε τὸν σκίῤῥον. ἐπὶ δὲ τῶν τενόντων, ὀνοµάζω δ’ οὕτω δηλονότι τὰς ἀπονευρώσεις τῶν µυῶν, ἐπὶ τῇ λεγοµένῃ χρήσει τῶν φαρµάκων ἐναργεστάτην ὠφέλειάν ἐστιν ἰδεῖν, εἴ τις καλῶς χρήσαιτο τῇ διὰ τοῦ πυρίτου λίθου θεραπείᾳ· χρὴ δὲ διάπυρον αὐτὸν ἐργασάµενον ὄξει δριµυτάτῳ καταῤῥαίνειν, εἶτα διακινεῖν τὸ πεπονθὸς µόριον ὑπὲρ τὸν λίθον, ὡς ἂν ὑπὸ τῆς ἀναφεροµένης ἀτµίδος ὁ σκίῤῥος λύοιτο. πολλὰ γὰρ ἤδη τελέως ἠγκυλωµένα τε καὶ κεκυλλωµένα διὰ τούτου τοῦ τρόπου τῆς θεραπείας, ἐν αὐτῷ τῷ διακινεῖν ἐθεραπεύθη τελέως, ὡς τὸ πρᾶγµα παραπλήσιον εἶναι µαγείᾳ. χρὴ δὲ προπαρεσκευάσθαι µεµαλαγµένον τὸ σκιῤῥῶδες µόριον ὑφ’ ὧν εἴρηκα βοηθηµάτων. ἀλλὰ καὶ κατὰ ταύτην τὴν διὰ τοῦ πυρίτου λίθου θεραπείαν προκαταντλεῖσθαι πολλάκις ἐλαίῳ δαψιλῶς θερµῷ Σαβίνῳ ἢ ἄλλῳ τινὶ τῶν λεπτοµερῶν· οὐ χεῖρον δὲ καὶ ἀνήθου τὴν κόµην ἐναφεψήσασθαι καὶ µᾶλλον, εἰ χλωρὸν εἴη καὶ πρόσφατον. εἰ δὲ µὴ παρείη πυρίτης, τῷ µυλίτῃ χρηστέον· ὀνοµάζουσι δ’ οὕτως ἐκεῖνον τὸν λίθον, ἐξ οὗ τὰς µύλας κατασκευάζουσιν, ἐφ’ ὧν ἀλήθουσι τὸν σῖτον.

7. Σπλῆνα µέντοι σκιῤῥούµενον οὐ µόνον ἔξωθεν ἰσχυροῖς φαρµάκοις θεραπεύειν προσήκει, ἀλλὰ καὶ διὰ ποµάτων ἰσχυροτάτων. ἀνέχεται γὰρ καὶ τούτων ἀλύπως. ἄριστα δ’ ἐξ αὐτῶν καππαρέως ῥίζης φλοιὸς καὶ σκολοπενδρίου καὶ µυρίκης αἵ τε ῥίζαι καὶ οἱ ἀκρέµονες. ἕψειν δὲ τὰ τοιαῦτα πάντα προσήκει ἐν ὄξει τε καὶ ὀξυµέλιτι. πολλάκις δ’ ἁπτοµένῳ φαίνεται µὲν ἀντίτυπος ὁ σπλὴν, οὐ µὴν σκιῤῥώδης ἐστὶν ὁ ὄγκος, ἀλλὰ πνευµατώδης µᾶλλον. ἐφ’ οὗ προαποβρέξαντα δι’ ἀψινθίου φάρµακον ἔµπλαστρον ἐπιτιθέναι χρὴ µικτῆς δυνάµεως, ὁποῖόν ἐστι τὸ διὰ θείου τε καὶ στυπτηρίας. ἔστι δ’ ἀµέλει τὰ πλεῖστα τῶν ἐν ταῖς φαρµακίτισι βιβλίοις γεγραµµένων φαρµάκων τοιαῦτα. πρόσεχε δὲ οὐχ ἁπλῶς τῇ δυνάµει τῶν µεµιγµένων φαρµάκων, ἀλλὰ καὶ τῷ πόσῳ τῆς µίξεως. ἐπὶ γὰρ τῶν πνευµατώδη τὸν ὄγκον ἐχόντων σπληνῶν καὶ µᾶλλον ἐπὶ τῶν οἰδηµάτων, κᾂν πολὺ τῶν στυπτηριῶν ἐµβάλλῃς, οὐδὲν βλάψεις. ἐπὶ δὲ τῶν σκιῤῥωδῶν προσήκει ἐπικρατεῖν τὴν διαφορητικὴν δύναµιν, ὀλίγον δ’ αὐτῇ µεµίχθαι τῆς στυφούσης. ἓν γοῦν τῶν ἁπλῶν τε καὶ αὐτοφυῶν φαρµάκων τοιοῦτον ὑπάρχον ἁλὸς ἄνθος ἰᾶται σκιῤῥουµένους σπλῆνας, ἐπιτεθὲν ἔξωθεν αὐτοῖς ἐν κύστει. ἥπατος δὲ σκίῤῥον ἀρχόµενον µὲν ἰασάµεθα πολλάκις· ἐκταθέντα δ’ εἰς πλείους ἡµέρας οὔτ’ αὐτὸς ἠδυνήθην ἰάσασθαι, οὔτ’ ἄλλον τινὰ εἶδον ἰάσασθαι δυνηθέντα. πᾶσι µὲν οὖν τοῖς οὕτω παθοῦσιν ἐξ ἅπαντος ὕδερος ἕπεται. διαφθείρονται δ’ οἱ πλεῖστοι ἐν χρόνω µακροτέρῳ. τινὰς δ’ ἱστόρησα καὶ διὰ ταχέων ἀπολοµένους, οἷς ἡ γαστὴρ διεχώρει πολλά. πρόδηλον οὖν ὅτι τούτοις ἱκανῶς ἐστέγνωτο τὰ στόµατα τῶν µεταλαµβανόντων τὴν τροφὴν ἀγγείων, ἐκ τῶν σιµῶν τοῦ ἥπατος εἰς τὰ κυρτά. τοὺς δ’ οὖν θεραπευθέντας ἐξ αὐτῶν ἡ προειρηµένη τῶν ἐν τοῖς µυώδεσι σκίῤῥων ἀγωγὴ διέσωσεν. οὐ γὰρ φέρει τὸ σπλάγχνον τοῦτο τὰ σφοδρὰ φάρµακα, καθάπερ ὁ σπλήν. ἐπιτείνειν οὖν χρὴ τὰ διὰ φλεγµονὴν αὐτῷ προσαγόµενα τῇ µίξει τῶν µαλακτικῶν. ἦν δ’ ἐκεῖνα τὰ δι’ ἀψινθίου κόµης καὶ µυροβαλάνου πιέσµατος καὶ νάρδων ἀµφοτέρων ᾿Ινδικῆς τε καὶ Κελτικῆς, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ µαστίχης Χίας καὶ µύρων τῶν διὰ ναρδοστάχυος σκευαζοµένων, ἔτι δὲ µαστιχίνου καὶ σχινίνου καὶ µηλίνου καὶ οἰνανθίνου. τούτοις οὖν ἀµµωνιακόν τε θυµίαµα καὶ βδέλλιον, οἵ τ’ εἰρηµένοι µυελοὶ καὶ τὰ στέατα µιγνύµενα καὶ τὰ τέµνειν δυνάµενα, τὸν γεννώµενον ἐν ἥπατι σκίῤῥον ἰάσαιντο µετὰ τῆς προσηκούσης δηλονότι διαίτης καὶ τῶν ἅµα αὐτῇ πινοµένων φαρµάκων, σκοπὸν ἐχόντων ἐκφράξαι τε καὶ διαῤῥύψαι τὸν χυµὸν τὸν ἐν τῷ σπλάγχνῳ. ἔστι δὲ ταῦτα πάντα καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικά· καὶ γέγραπται πολλοῖς ἰατροῖς περὶ τῆς ὕλης αὐτῶν. ἐπιµιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν τι· παµπόλλη δ’ ἐστὶ καὶ τούτων ἡ ὕλη, γεγραµµένη µὲν ὑπὸ πολλῶν, εἰρηµένη δὲ καὶ πρὸς ἡµῶν ἐν ταῖς περὶ τῶν φαρµάκων πραγµατείαις. διὸ καὶ νῦν ἀρκείτω καὶ πρὸς σὲ τὰ εἰρηµένα.

8. Μεταβῆναι γὰρ ἤδη καιρὸς ἐφ’ ἕτερον ὄγκου γένος, ᾧ τῆς γενέσεως ἡ ὕλη πνεῦµα φυσῶδές ἐστι. ὀνοµάζεται δ’ οὐ µόνον φυσῶδες, ἀλλὰ καὶ φῦσα τὸ τοιοῦτον πνεῦµα, παχὺ καὶ ἀτµῶδες ὑπάρχον, οὐκ αἰθερῶδες τὴν οὐσίαν οὐδὲ λεπτόν· ἐννόησον δ’ αὐτοῦ τὴν φύσιν ἐκ τοῦ περιέχοντος ἡµᾶς ἀέρος ἀναµνησθεὶς, ὁποῖος µὲν ἐν νοτίοις καταστάσεσιν, ὁποῖος δ’ ἐν βορείοις γίνεται. τῷ µὲν γὰρ ἐν νοτίοις καταστάσεσιν ἔοικε τὸ φυσῶδες· τῷ δ’ ἐν βορείοις τὸ κατὰ φύσιν ἐν ἡµῖν πνεῦµα· συµβάλλεται δ’ εἰς τὸ µὴ διαπνεῖσθαι τὸ τοιοῦτον πνεῦµα καὶ ἡ τῶν σωµάτων πύκνωσις. ὥστε καὶ ἡ ἴασις τοῦ πάθους τούτου τὸν σκοπὸν ἕνα καὶ κοινὸν ἀµφοῖν ἕξει τὴν τῶν πεπυκνωµένων σωµάτων ἀραίωσιν καὶ τὴν τῶν πεπαχυσµένων πνευµάτων λέπτυνσιν. θερµαίνων γὰρ ἱκανῶς ἄµφω δι’ οὐσίας λεπτοµεροῦς ἀραιώσεις µὲν τὸ πεπυκνωµένον, λεπτυνεῖς δὲ τὸ πεπαχυσµένον. ἡ δὲ τῶν πασχόντων µορίων φύσις συνενδείξεταί σοι τήν τ’ ἐπιτήδειον ὕλην τῶν βοηθηµάτων καὶ τὸ µᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ. τὸ γάρ τοι πνεῦµα τοῦτο τὸ παχὺ καὶ ἀτµῶδες ἔσθ’ ὅτε µὲν ὑπὸ τοῖς περιοστείοις ὑµέσιν ἀθροιζόµενον ἴσχεται· ποτὲ δ’ ὑπὸ τῷ περιτοναίῳ· ποτὲ δ’ ἐντὸς τῶν ἐντέρων ἢ τῆς γαστρός. ἴσχεται δέ ποτε καὶ ὑπὸ τῶν τοὺς µῦς περιεχόντων ὑµένων ἔνδον, ὥσπερ γε καὶ ὑπὸ τῶν ὑµενωδῶν τενόντων. ἴσχεται δὲ καὶ κατὰ τὰς λόγῳ θεωρητὰς χώρας ἔν τε τοῖς µυσὶ καὶ τοῖς ἄλλοις σώµασιν· ὧν χωρίων τὴν φύσιν ἐν ταῖς ἀνατοµικαῖς ἔµαθες ἐγχειρήσεσιν. οὕτω

1 ... 102 103 104 105 106 107 108 109 110 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?