Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
Перейти на страницу:
φυράσας· πολλαπλάσιον δ’ ἔστω τὸ ὕδωρ τοῦ ἐλαίου. µᾶλλον δ’ ἔτι τούτου κωλύει τὴν ἐκπύησιν τὸ τῶν κριθῶν ἄλευρον ὁµοίως σκευαζόµενον. τὸ δ’ ἐν τῇ θεραπείᾳ ταύτῃ καταντλούµενον ὕδωρ ἡψηµένην ἐχέτω µετ’ αὐτοῦ ῥίζαν ἀλθαίας. εἰ δὲ τάσις εἴη τοῦ περὶ τὸ φλεγµαῖνον µόριον δέρµατος ἰσχυρὰ, σχάζειν αὐτοῦ δεῖ πολλάκις ἐπιπολαίαις ἀµυχαῖς· καὶ µετὰ ταῦτα τὸ κρίθινον ἄλευρον ἕψοντας, ὡς εἴρηται, καταπλάττειν. ἐπειράθην δὲ πολλάκις ἐπιπολῆς τε καὶ πάνυ λεπτῶν ἀµυχῶν· ἔµπαλιν δὲ ταύταις διὰ βάθους ἑτέρων µεγάλων καὶ τρίτων ἄλλων µεταξὺ τῶν εἰρηµένων ἐν µήκει τε καὶ βάθει. αἱ µὲν οὖν ἐπιπολῆς ἀσθενῆ τὴν βοήθειαν εἶχον. αἱ δὲ βαθεῖαί τε καὶ µακραὶ πλεῖστον µὲν ἐκένουν τοῦ αἵµατος, ὡς ἐγγὺς ἀφικνεῖσθαι λειποθυµίας· αὗται δὲ πάλιν ἰδίας ἐδέοντο θεραπείας, ὥσπερ τραύµατα. τὰς διὰ µέσου δ’ αὐτῶν ἀµφοτέρων ἔξω τῶν εἰρηµένων ἀτόπων καθεστηκυίας εὗρον ἀεί· καὶ διὰ τοῦτο χρῆσθαι µᾶλλον εἱλόµην αὐταῖς πρὸ τῶν ἄλλων. ἐφ’ ὧν µέν τοι δυσεκπύητός τε καὶ δυσδιαφόρητος ὁ ὄγκος ἐστὶ, τοὺς ἐσφηνωµένους χωµοὺς ἡγητέον εἶναι παχυτέρους τε καὶ γλισχροτέρους. ἐν δὲ ταῖς τοιαύταις διαθέσεσι µόναις ἐπιτήδειός ἐστιν ἡ διὰ τῶν βαθέων ἀµυχῶν ἴασις, ἐπιτήδειον δὲ καὶ τὸ διὰ τῶν ἡψηµένων ἰσχάδων κατάπλασµα. χρὴ δ’ οὐκ αὐτὰς ἰσχάδας λαµβάνειν, ἀλλὰ τὸ ὕδωρ ἐν ᾧ διετάκησαν ἡψηµέναι. προσήκει δὲ δηλονότι γλυκείας τε καὶ λιπαρὰς τὰς ἰσχάδας εἶναι, ὡς ἐν αὐταῖς ἔχειν ὑγρότητα παραπλησίαν µέλιτι· καὶ εἰ τοιαύτας λαβὼν ἑψήσειας ἄχρι πλείστου, τὸ ἀφέψηµα µέλιτι λεπτῷ κατὰ τὴν σύστασιν ἔσται παραπλήσιον. τούτῳ τοιγαροῦν τῷ ὕδατι ποτὲ µὲν κρίθινον ἄλευρον ἀναδεύειν προσήκει, ποτὲ δ’ ἄρτον συγκόµιστον· ὀνοµάζουσι δ’ οὕτω τὸν µέσον τοῦ τε ἀκριβῶς καθαροῦ καὶ τοῦ πιτυρίτου καλουµένου. προσαγορεύουσι δ’ ἔνιοι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον· ἐπειδὴ τοῦ µὲν καθαροῦ τὸ ἄλευρον, οὐχ οἷόν πέρ ἐστι τῇ φύσει, τοιοῦτον εἰς τὴν ἀρτοποιΐαν λαµβάνουσιν, ἀλλὰ προδιαττῶντες ἀποκρίνουσι τὸ πίτυρον. ἔµπαλιν δὲ τοῦ πιτυρίτου προαφαιροῦσι τὸ καθαρώτατον. ὁ δ’ αὐτόπυρος ἄρτος, οἷον περιέχει τὸ ἄλευρον, ὁ πυρὸς αὐτοφυῶς τοιοῦτον φυλάττει. χρὴ δὲ καὶ τὸν πυρὸν αὐτὸν, ἐξ οὗπερ τὸ ἄλευρον λαµβάνεται, τῶν εὐγενῶν ὀνοµαζοµένων εἶναι. τινὲς µὲν γὰρ πυροὶ πλεῖστον ἐν ἑαυτοῖς ἔχουσι τὸ πίτυρον, οὓς δὴ καὶ ἀγενεῖς ὀνοµάζουσιν· ἔνιοι δὲ τὴν σεµίδαλιν, οὓς, ὡς ἔφην, εὐγενεῖς προσαγορεύουσιν. οὔκουν χρὴ πιτυρίαν εἶναι τὸν πυρὸν, ἐξ οὗπερ χρήσιµον εἰς τὸ κατάπλασµα λαµβάνοµεν ἄλευρον, ἀλλ’ ὡς εἴρηται τῶν πολλὴν ἐχόντων σεµίδαλιν. εἰ δ’ ἐξ ἀγενοῦς σίτου λαµβάνοις τὸ ἄλευρον, ἀποκρίνειν αὐτοῦ χρὴ µέρος τι τοῦ πιτύρου καὶ οὕτω τὸν µέσον ἄρτον ἐργάζεσθαι· τοῦ τοιούτου τοίνυν ἄρτου τὸ µέσον καὶ ἁπαλὸν εἰς τὰ καταπλάσµατα µιγνύναι, ὅταν ὡς ἔφην ἐν τῷ µέσῳ κατὰ δύναµιν ἀλεύρου κριθίνου τε καὶ πυρίνου βουληθῇς ποιῆσαι τὸ κατάπλασµα. τὸ µὲν γὰρ πύρινον ἄλευρον ἐκπυητικώτατόν ἐστι καὶ πεπτικώτατον· τὸ δὲ κρίθινον διαφορητικώτατον. ὁ δ’ εἰρηµένος ἄρτος ἐν τῷ µεταξὺ τούτων, ὥσπερ γε καὶ τὸ ἄλευρον αὐτοῦ τῶν εἰρηµένων ἀλεύρων πυρίνων µεταξύ. πρὸς ταῦτ’ οὖν ἀποβλέπων καὶ τῷ τῶν ἰσχάδων ἀφεψήµατι µίγνυε, ὅ τι περ ἂν ἁρµόττειν σοι δοκῇ τῶν ἀλεύρων ἢ τῶν ἄρτων. εἰ δὲ διαφοροῖτο µὲν ὁ ὄγκος, ἐλλιπέστερον δ’ ἢ προσῆκε, συνέψειν χρὴ ταῖς ἰσχάσιν ὕσσωπον ἢ ὀρίγανον. εἰ δὲ ἰσχυρότερόν ποτε ξηρᾶναι βουληθείης τὸν ὄγκον, ἅλας ἐπιβάλλειν τῷ ἀφεψήµατι· κᾄπειθ’ οὕτως ἀναδεύσαντας αὐτῷ τὸ τῶν κριθῶν ἄλευρον, ἀφαιρήσαντας δὲ καὶ τούτων τὸ πιτυρῶδες πᾶν, οὕτω καταπλάττειν ἐπὶ πλέον ἕψοντας. ἐπί γε µὴν τῶν δυσδιαφορήτων ὄγκων εὐλαβητέον ἐστὶ τὸ λείψανον αὐτῶν γενέσθαι σκιῤῥῶδες. ὥστε καὶ προσέχειν χρὴ τὸν νοῦν ἀκριβῶς ἐφ’ ἑκάστης λύσεως, ἐφ’ ὅ τι µεθίσταται τῶν θεραπευοµένων ὄγκων ἕκαστος· ἡ γὰρ διὰ τῶν ξηραινόντων ἰσχυρῶς ἀγωγὴ σκιῤῥῶδες αὐτῶν τὸ κατάλοιπον ἐργάζεται· γνώσῃ δὲ τοῦτο καθ’ ἑκάστην λύσιν, ἁπτόµενος τοῦ πεπονθότος µορίου καὶ παραβάλλων τῷ πρόσθεν ὄντι τὸ νῦν φαινόµενον. ἐὰν οὖν ποτε τοιαύτην ὑποψίαν ἔχῃς, ἐναφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν ἢ βρυωνίας ἢ ἀσάρου, πολλάκις µὲν καὶ αὐτῶν µόνων, ἐνίοτε δὲ καὶ τῶν λιπαρῶν ἰσχάδων ἐπεµβάλλων· εἶτα τῷ ὕδατι µιγνύειν τὸ ἄλευρον, ἀναµιγνύντα τι καὶ στέατος αὐτῷ χηνὸς µάλιστα ἢ ἀλεκτορίδος· εἰ δ’ οὐκ ἔχεις ταῦτα, τοῦ γε τῶν συῶν. καὶ αὗται δ’ αἱ ῥίζαι τῶν προειρηµένων βοτανῶν καὶ πρὸς αὐταῖς τῆς ἀλθαίας µετὰ τὴν σύµµετρον ἀφέψησιν λειούµεναι σὺν ἄρτῳ τε καὶ στέατι τοὺς τοιούτους ὄγκους διαφοροῦσιν. ἰσχυροτέρα δὲ τούτων ἐστὶν ἡ τοῦ δρακοντίου· καὶ εἴποτε βουληθείης χρῆσθαι αὐτῇ λεπτοµερεστέρᾳ τε πολὺ τῶν εἰρηµένων οὔσῃ καὶ διαφορητικωτέρᾳ, µίγνυε πάντως τὸ στέαρ· εἰ µὴ γὰρ ὑγραίνοις τε καὶ µαλάττοις τοὺς σκιῤῥουµένους ὄγκους, ἀλλὰ διαφοροίης µόνον ἰσχυροτέροις φαρµάκοις, ἐν µὲν ταῖς πρώταις ἡµέραις ἀξιολόγως αὐτοὺς καθαιρήσεις, ἅµα τῷ σκληρύνειν τὸ καταλειπόµενον· αὐτὸ δὲ τοῦτο σκληρυνθὲν ἔσται δύσλυτον. ἄµεινον οὖν, ὡς ἔφην; τοῖς διαφοροῦσιν ἰσχυρῶς φαρµάκοις ἀναµιγνύναι τὰ µαλάττοντα, τὴν εἰς σκίῤῥον µετάπτωσιν αὐτῶν εὐλαβούµενον· καὶ αὐτῶν δὲ τῶν σκιῤῥουµένων ἤδη τῆς θεραπείας τὸν τρόπον ἔµπροσθεν ἤκουσας. αὖθις οὖν ἐπὶ τοὺς ἐκπυϊσκοµένους ὄγκους ἴωµεν· οὓς ὅταν ἀπογνῷς διαφορῆσαι, τοῖς διὰ τοῦ πυρίνου ἀλεύρου καταπλάσµασι χρῶ. συλλαµβάνουσι γὰρ ἱκανῶς τῷ τάχει τῆς ἐκπυήσεως. ἔπειτα στοµώσας ἐὰν µὲν ἀκριβῶς ᾖ τὰ πέριξ τῆς τοµῆς ἀφλέγµαντα, τοῖς ἐµπλάστοις φαρµάκοις θεράπευε. ξηραντικὴ δ’ αὐτῶν ἡ δυνάµις καὶ ἄδηκτος ἔστω, µὴ διὰ τῶν στυφόντων συγκειµένη φαρµάκων, ἀλλ’ ἤτοι τῶν ἀλύπως διαφορούντων µόνον ἢ καί τι βραχὺ στύψεως ἐχόντων. ἐχρησάµην δ’ ἐγὼ πολλάκις ἐπὶ τῶν τοιούτων τῷ διὰ τῆς ζύµης καὶ τῶν κεκαυµένων ὀστρέων. εἰ δέ τι τῶν πέριξ τῆς τοµῆς φλεγµαίνοι, τῷ διὰ τῆς χαλκίτεως ἐλαίῳ τήξας, ὅταν ἀτρέµα ψυχθῇ, κατακεράσας εἰς θυείαν, µαλάττων τε ταῖς χερσὶ καὶ οἶνον παραχέων, ὡς οἶσθα. πολυχρηστότατον δ’ ἐστὶ τοῦτό µοι τὸ φάρµακον, ὡς ἐν τοῖς περὶ συνθέσεως φαρµάκων ὑποµνήµασι λέλεκται. γενήσεται δ’ ἂν θεὸς ἐθέλῃ καὶ περὶ τῶν κατὰ τὰ µόρια παθῶν πραγµατεία· καθ’ ἣν τάς τε δυνάµεις ἁπάντων τῶν συνηθῶν µοι φαρµάκων ἀκριβῶς ἐξηγήσασθαι πειράσοµαι καὶ τὴν ἐπιτήδειον ὑφηγήσασθαι χρῆσιν. ἀλλὰ σύ γε τούτων ἤδη τῶν φαρµάκων, ὧν ἐµνηµόνευσα κατὰ τὸ βιβλίον τοῦτο, τὰς συµµετρίας τε καὶ σκευασίας ἔχεις παρ’ ἡµῶν λαβών. ὅταν γε µὴν ἐπὶ πλέον ἐκτακῇ τὸ δέρµα κατὰ τὰς ἐκπυήσεις, ὡς ῥακῶδες γενέσθαι, δυσκόλλητον ἀποτελεῖται τοῖς ὑποκειµένοις σώµασιν· ὥστ’ ἀναγκαῖον εἶναι, τῇ καλουµένῃ κατὰ πλάτος ἀγωγῇ θεραπεύεσθαι τὸ ἕλκος.
10. ῞Οταν δ’ ἐπὶ πλέον ἀκόλλητον ᾖ τὸ δέρµα τοῖς ὑποκειµένοις σώµασι, κόλπον ὀνοµάζουσι τὸ τοιοῦτον πάθος· ἐφεξῆς δ’ ἀναµνήσω σε καὶ τῆς τούτου θεραπείας, ἣν ἐθεάσω µε πολλάκις ἐπὶ πολλῶν ποιησάµενον. οὔσης οὖν τοιαύτης διαθέσεως, βέλτιον µὲν αὐλίσκον εὐθύτρητον ἢ ἐκ χαλκοῦ πεποιηµένον
Перейти на страницу:
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!