Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
Перейти на страницу:
ἢ ἐκ κέρατος ἡτοιµάσθαι σοι· µὴ παρόντος δ’ ἐκείνου, τῶν καλουµένων πυουλκῶν ὅστις ἂν εὐρύτατον ἔχοι τρῆµα· καὶ τό γε διὰ χάρτου κεκαυµένου συντιθέµενον ἡµέτερον φάρµακον, οἶδάς µε πολλάκις ὀλίγον πολλῷ ῥοδίνῳ µιγνύντα, καὶ διὰ τοῦ τοιούτου πυουλκοῦ τοῖς κόλποις ἐνιέντα· κᾄπειτα µοτῷ τιλτῷ µύοντα τὸ στόµιον. ὅσα δ’ ἐµπλαστὰ φάρµακα τήκοντες ῥοδίνῳ τοῖς τοιούτοις ἐνίεµεν, οὐ διεξέρχεται τὸν πυουλκόν· ἀλλ’ ἐπὶ τούτων κύστιν προσήκει λαβόντα χοιρείαν, προστιθέναι τὸν εὐθύτρητον αὐλίσκον. εἶναι δὲ χρὴ τὰ τηκόµενα φάρµακα δριµύτερα τῶν ἐµµότων ὀνοµαζοµένων· ὁποῖα ταῦτ’ ἐστὶ τὰ συνήθη πᾶσι, χλωρὰ τῇ χροιᾷ. προσήκει µὲν γὰρ αὐτὰ τοῦ ῥοδίνου κατὰ τὴν τῆξιν οὐκ ὀλίγον ἔχειν, ὥστ’ ἐνίεσθαι τῷ κόλπῳ δύνασθαι. καταλύεται δὲ τῶν ἐµµότων ἡ δύναµις ἐν ταῖς τοιαύταις µίξεσιν. ὅσα τοίνυν ἐµπλαστὰ φάρµακα τελέως ὄντα, καθάπερ τό τε τοῦ Μαχαιρίωνος καὶ τὸ τοῦ ᾿Επιγόνου καὶ τὸ προσαγορευόµενον ῎Ισις εἰς τὴν τῶν ἐµµότων χρῆσιν ἀγόµενα κηρωτῆς µιγνυµένης δεῖται, ταῦτα γὰρ ἐπιτήδεια τοῖς κόλποις ἐστί. δι’ ὃ γὰρ αὐτοῖς ἡ κηρωτὴ µίγνυται, διὰ τοῦτο καὶ νῦν ἐστιν ἐπιτηδεία. µίγνυται δὲ διότι δακνώδη ταῖς δυνάµεσίν ἐστιν, εἰ τακείη µόνα αὐτὰ καθ’ αὑτὰ µὴ µιχθείσης αὐτοῖς τῆς κηρωτῆς. ἀλλ’ ὅταν γε τὸ µὲν ἔλαιον ᾖ ῥόδινον πολὺ, τὸ δ’ ἐν αὐτῷ τηκόµενον φάρµακον ὀλίγον οὐκ ἔτι µένει δριµέα. συµµέτρως δ’ ὑποσαρκωθέντος τοῦ κόλπου, τῶν κολλητικῶν τι φαρµάκων ἐπιθήσεις, ὡς εἰ καὶ πρόσφατον ἔναιµον ἐθεράπευες τραῦµα. πολλὰ δὲ τοιαῦτά ἐστι· τὰ µὲν δι’ ἀσφάλτου σκευαζόµενα, καὶ καλοῦσιν οὐκ οἶδ’ ὅπως αὐτὰ βαρβάρους ἐµπλάστρους· ἕτερα δὲ φάρµακα κιῤῥὰ ἢ φαιὰ τὰ διὰ λιθαργύρου τε καὶ ἰοῦ µέχρι πλείονος ἑψηθέντα. γίνεται γὰρ οὗτος ὁ ἰὸς κίῤῥος, ὁ δ’ ἐπ’ ὀλίγον ἑψηθεὶς τὰς µηλίνας ὀνοµαζοµένας ἐµπλάστρους ἐργάζεται. γιγνώσκεις δ’ ὅτι πάντα τὰ µεταλλικὰ φάρµακα λεπτοµερέστερά τε καὶ ξηραντικώτερα γίνεται µέχρι πλείονος ἑψόµενα. τοῖς γε µὴν ἐν τῷ παραυτίκα κιῤῥοῖς φαρµάκοις ἀποτεθεῖσιν ἐπίπαγός τις ἔξωθεν ἐπιπήγνυται φαιὸς, ὑφ’ ᾧ τὸ βάθος τοῦ φαρµάκου κιῤῥότερον ἢ ἐξ ἀρχῆς φαίνεται. καὶ διὰ τοῦτο τινὲς µὲν διχρώµους ὀνοµάζουσι τὰς τοιαύτας ἐµπλάστρους, τινὲς δὲ διπροσώπους. ὅσῳ δ’ ἂν ὦσι λεπτοµερέστεραί τε καὶ ξηραντικώτεραι, τοσούτῳ µᾶλλον ἐνεργήσουσιν ἐπὶ τὸν κόλπον. εἰς βάθος γὰρ αὐτῶν χρὴ διϊκνεῖσθαι τὴν δύναµιν, εἰ τοῦ προκειµένου σκοποῦ τυγχάνειν µέλλοιεν. αἱ δὲ τὰ πρόσφατα καὶ ἔναιµα τραύµατα κολλῶσαι, κᾂν ἧττον τούτων ξηραίνωσι, κολλῶσι τὰ χείλη τῶν τραυµάτων. ἐὰν µὲν γὰρ εἴη βραχέα τε καὶ ἀβαθῆ, δι’ αὐτὸ τοῦτο ῥᾷόν τε καὶ θᾶττον ἀνύουσι τὸ δέον, ἐὰν δὲ εἰς βάθος διήκῃ τὸ τραῦµα τὸ πρόσφατον, καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν εἰώθαµεν αὐτὰ συνάγειν. οἱ µὲν οὖν κόλποι πάντες οὐχ ἁπλαῖ διαιρέσεις εἰσὶν, ἀλλ’ ἀναδέδαρται συχνὸν ἐν αὐτοῖς ἄλλοτε κατ’ ἄλλο µέρος, ὅπερ οὐδ’ αὐτὸ χρὴ λανθάνειν σε. πρὸς µὲν γὰρ τὴν ἄνω χώραν ἀνατεταµένου τοῦ κόλπου, ῥᾳδίως ἐκρεῖ διὰ τοῦ στόµατος ὁ ἰχώρ. κατάντους δ’ ὄντος αὐτοῦ, µένων ἔνδον ἀναβιβρώσκει τι τῶν συνεχῶν. ἐπὶ µὲν δὴ τῶν τοιούτων κόλπων, εἰ µὴ πρότερον εἰς ὑπόῤῥυσίν τινα ποιήσῃς τοµὴν, οὐδὲν ἀνύσεις οὔτ’ ἐν τῷ σαρκοῦν αὐτοὺς οὔτ’ ἐν τῷ κολλᾷν. ἐπὶ δὲ τῶν ἄλλων οὐ δεήσει διαιρέσεως, ἐάν γε µόνον φυλάττῃς τὸ προσῆκον σχῆµα τῷ πεπονθότι µορίῳ, δι’ ὃ σχῆµα δυνήσῃ ποτὲ καὶ τὸν ἀνάῤῥοπον κόλπον ἐργάσασθαι κατάῤῥοπον καὶ τὸν κατάῤῥοπον ἀνάῤῥοπον. εἶδες γοῦν ἐµέ ποτε τὸν ἐν τῷ πήχει κόλπον, οὗ τὸ στόµιον ἦν ἐγγὺς τοῦ ἀγκῶνος, ἀναῤῥόπῳ σχήµατι θεραπεύσαντα, χωρὶς ἀντιδιαιρέσεως. καὶ κατὰ µηρὸν δὲ ὁµοίως τοῦ καταῤῥόπου κόλπου, πρὸς µὲν τῷ γόνατι τὸ πέρας ἔχοντος, ὑψηλὸν δὲ τὸ στόµα τῆς µέσης κατὰ τὸν µηρὸν χώρας ἀνωτέρω, χωρὶς ἀντιδιαιρέσεως ἐθεάσω τὴν θεραπείαν γενοµένην, ὑποτιθέντος µου κατὰ τὴν ἰγνύαν ὑπαυχένιον µαλακὸν ὡς ταπει-νοτέραν ἔχειν τὴν θέσιν τὸν βουβῶνα τοῦ γόνατος. ἤρκεσε δὲ καὶ ἐπὶ τούτου τοῦ κόλπου καὶ ἑτέρων µειζόνων µελίκρατον µόνον ἐνεθὲν, ἐπιτήδειον εἰς κόλλησιν παρασχεῖν ἅπαν τὸ βάθος αὐτοῦ. τινὲς µὲν δὴ κονίαν στακτὴν προσενίασιν, ἐξελέγχοντες ἑαυτοὺς ἐφ’ οἷς ἐνίεσαν ἔµπροσθεν φαρµάκοις ὑποσαρκοῦντες τὸν κόλπον. οὐ γὰρ οἷόν τε σάρκα νεωτέραν ἐπιτραφῆναι τῇ πρότερον οὔσῃ ῥύπου περικειµένου. πῶς οὖν αὐτάρκως σεσαρκωµένου τοῦ κόλπου τὸ κολλητικὸν ἐπιφέρουσι φάρµακον, εἴπερ ὡς ἱκανῶς ὄντα ῥυπαρὸν ἐπιχειροῦσι διαῤῥύπτειν τῇ κονίᾳ τῆς καθαρᾶς σαρκὸς, οὐδὲ τὸ δριµὺ µελίκρατον φερούσης; ἐπὶ ταύτης µὲν οὖν ἀρκεῖ τὸ τοιοῦτον ἐνιέµενον, ὡς ἂν καὶ πίνοι τις ἡδέως αὐτό. καὶ µετά γε τὸ µελίκρατον ἐφεξῆς εἴωθα, πρὶν ἐπιθεῖναι τὸ κολλητικὸν φάρµακον, ἐκκλύζειν τὸν κόλπον ποτὲ µὲν οἴνῳ µόνῳ, ποτὲ δὲ οἰνοµέλιτι. πρὸς µὲν γὰρ τὸ περιῤῥῦψαί τε καὶ ἀποκαθῆραι τοὺς περὶ αὐτὸν ἰχῶρας ἄµεινον τὸ µελίκρατον· εἰς δὲ τὴν µέλλουσαν κόλλησιν ὁ οἶνος. ἔστω δὲ µέσος γλυκύτητός τε καὶ στύψεως. καὶ µέντοι καὶ µετὰ τὴν ἐπίθεσιν τοῦ κολλήσοντος φαρµάκου σπόγγος καινὸς ἐξ οἰνοµέλιτος µόνος περιβαλλέσθω µαλακὸς ὡς ἔνι µάλιστα· καὶ ἡ ἐπίδεσις ἀπὸ µὲν τοῦ πυθµένος ἀρχέσθω τοῦ κόλπου, τελευτάτω δὲ ἐπὶ τὸ στόµιον. αἱ δὲ περιβολαὶ τῶν ὀθονίων σφιγγέτωσαν µὲν ἀνωδύτως τὸν πυθµένα τοῦ κόλπου, κατὰ βραχὺ δ’ ἐκλυέσθω ἄχρι τοῦ στοµίου· καὶ τοῦτο δ’ αὐτὸ χαλαρὰν ἐπίδεσιν ἐχέτω τοῦ φαρµάκου, τῆς περιβαλλοµένης ἔξωθεν ἐµπλάστρου τῷ κόλπῳ διεψαλισµένης κατὰ τὸ τοῦ κόλπου στόµιον, ὡς ἐκρεῖν δύνασθαι εἴ τις ἰχώρ. ἐκκρίνοιτο δὲ διὰ τοῦ κόλπου, µικροῦ τινος ἄλλου κατ’ αὐτοῦ ἐπιτιθεµένου ἐµπλάστρου µέχρι τῆς ἐπιλύσεως, ἣν διὰ τρίτης ποιησάµενος ἀφαιρήσεις αὐτὸ τοῦτο τὸ οἷον ἐπίθεµα περικείµενον, ἐάσας τὸ καθόλου τοῦ κόλπου περιβεβληµένον φάρµακον. ἔστω δέ σοι διάγνωσις, εἰ κεκόλληται τὸ βάθος τοῦ κόλπου καλῶς, ἐκ τοῦ ῥέοντος ἰχῶρος, εἰ πολὺς ἢ ὀλίγος ἐστὶν ἢ πεπεµµένος ἢ ἄπεπτος· ἔτι δὲ καὶ κατ’ αὐτὸν τὸν κόλπον, εἰ µήτ’ ὀδύνη τις αἰσθη-τικὴ µήτ’ ὄγκος· ἀλλὰ προσέσταλται τὸ χωρίον ἅπαν καὶ ξηρὸν καὶ ἀνώδυνόν ἐστιν. ἐὰν δὲ καὶ πῦον εὔπεπτον ἐπὶ τοῦ στόµατος ἴδῃς ὀλίγον, ἔτι µᾶλλον τὰς ἐλπίδας ἀγαθὰς ἕξεις περὶ τοῦ κεκολλῆσθαι τὸν κόλπον. ἐπιθείς τε τὸν σπόγγον αὖθις, ἐπιδήσας τε πάλιν, ὡς εἴρηται, λῦε κατὰ τὴν ὑστεραίαν ἢ διὰ τρίτης ὑπαλλάττων ἀεὶ τὸ κατὰ τοῦ κόλπου στοµίου ἐπικείµενον ὀθόνιον ἐκ τῆς αὐτῆς ἐµπλάστρου κεχρισµένον, ὃ περιλήψεται σύµπαν ἐν κύκλῳ τὸ στόµιον· εἶναι δ’ αὐτὸ χρὴ µὴ πάνυ προστετυπωµένον, ἀλλ’ ὥστε δύνασθαι τὸν ἰχῶρα τοῦ κόλπου πάντα κενοῦσθαι δι’ αὐτοῦ. κατὰ µὲν οὖν τὴν πρώτην τε καὶ δευτέραν ἡµέραν ἐὰν ἐκκρίνῃ ταύτης ἰχὼρ λεπτὸς ἐκ τοῦ κόλπου, µὴ πάνυ τῆς κολλήσεως ἀπέλπιζε. πολλάκις γὰρ ἡ τοῦ περιβαλλοµένου φαρµάκου τῷ πεπονθότι µορίῳ δύναµις ἐκθλίβει σφοδρῶς ἔκ τε τοῦ δέρµατος αὐτοῦ καὶ τῆς ὑποκειµένης σαρκὸς αὐτῷ ὑγρότητα
Перейти на страницу:
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!