litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 106 107 108 109 110 111 112 113 114 ... 216
Перейти на страницу:
λεπτὴν, ὅταν γε οὕτως ἔχῃ διαθέσεως τὸ τοῦ θεραπευοµένου σῶµα διὰ φυσικὴν κρᾶσιν ἢ µοχθηρὰν δίαιταν. ἧς ἐκθλιβείσης συµµέτρως ξηρὰ γενόµενα τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡµέραν ἢ τετάρτην ἀπὸ τῆς ἀρχῆς, ἐὰν ἄπεπτος ἰχὼρ φαίνηται διὰ τοῦ στόµατος, γίνωσκε µὴ κεκολλῆσθαι τὸν κόλπον. ἔστω δὲ πρὸ πάντων καὶ τὸ περιβαλλόµενον τῷ πεπονθότι µορίῳ φάρµακον ἰσχυρῶς µὲν ξηραῖνον, οὔτε δὲ δάκνον οὔτε συντεῖνον· οἷόν ἐστι τὸ ἡµέτερον κιῤῥὸν, ὃ χωρὶς κηροῦ σκευάζεται διὰ µεταλλικῶν φαρµάκων ἡψηµένων καὶ ἐλαίου κικίνου καὶ ὄξους. ἐναίµων τε τραυµάτων κολλητικὸν ἀλύπως καὶ ξηραντικὸν κόλπων. εἶδες δ’ αὐτῷ καὶ σύριγγα θεραπευθεῖσαν, ἐφ’ ἧς στενῆς τ’ οὔσης ὀπῆς καὶ µακρᾶς καὶ µηδέπω µοι φαινοµένης ἔχειν ἔνδον ἐν αὐτῇ τύλον, ἀλλὰ µόνον ῥύπον, ἐν ᾗ καὶ πρότερον ἔκλυσα τὴν κονίαν, εἶτ’ ἐπισχὼν ἐν τῇ σύριγγι µεῖναι τοσοῦτον χρόνον, ἐν ὅσῳ τὸν ῥύπον ἤλπισα τελέως ἐκπεσεῖν ἅπαντα, µετὰ ταῦτ’ ἐπέθηκα τὸ φάρµακον. οὕτω δὲ καὶ τοὺς ὑπ’ αὐτῷ τῷ δέρµατι µόνῳ κόλπους σαρκώσεως µὲν οὐ δεοµένους, ἀµαθῶς δὲ θεραπευοµένους ὑπό τινων, ἅµα τῷ παραλαβεῖν ἐκόλλησα τῷ φαρµάκῳ τῷδε προεκκλύσας τῇ κονίᾳ, διὰ τὸ µηδενὶ τῶν καθαιρόντων ἕλκους φαρµάκων χρῆσθαι τοὺς θεραπεύοντας. ὅταν γε µὴν τῶν εἰς ἀπόστασιν ἀφικνουµένων ὄγκων ἡ τοµὴ γένηται βραδέως ἢ δι’ ἀµαθίαν τῶν θεραπευόντων ἢ διὰ δειλίαν τῶν θεραπευοµένων, οὐκ ἐπιτρεπόντων τεµεῖν, ἀλλὰ περιµεινάντων ἐν χρόνῳ πλείονι διαβρωθῆναι τὸ δέρµα πρὸς τοῦ πύου, συµβαίνει πολλάκις ἅπαν τὸ περὶ τῷ κατὰ τὴν ἀπόστασιν ἀθροισθέντι πύῳ δέρµα λεπτὸν ἱκανῶς γενέσθαι, καθάπερ τι ῥάκος· ὅθεν ἡγοῦµαι καὶ τοὔνοµα αὐτῷ πρὸς τῶν ἰατρῶν τεθεῖσθαι τὸ ῥακῶδες. ἔστιν οὖν τὰ τοιαῦτα δέρµατα δυσκόλλητα, καὶ µάλισθ’ ὅταν τις αὐτοῖς ἐπιβάλῃ ξηρὸν κατὰ τὴν σύστασιν φάρµακον· ὑπὸ τούτων γὰρ ἔτι µᾶλλον γίνεται ῥακῶδές τε καὶ ξηρὸν τὸ δέρµα, παραπλήσιον ταῖς τριβακαῖς διφθέραις. ἔδοξεν οὖν µοι προσηκόντως ἄν τις χρήσασθαι πρὸς τὴν κόλλησιν αὐτοῦ τῇ συστάσει µὲν ὑγρῷ φαρµάκῳ, τῇ δυνάµει δὲ ξηρῷ. λέλεκται δ’ ἐν τοῖς περὶ φαρµάκων ὅτι δυνάµει ξηρὰ φάρµακα καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὅσα ξηραίνειν πέφυκε. κάλλιστον δὲ πάντων τῶν ὑγρῶν µὲν τῇ συστάσει, ξηρῶν δὲ τῇ δυνάµει τὸ συντεθὲν ὑπ’ ἐµοῦ φάρµακόν ἐστι, τὸ διὰ λιθαργύρου καὶ στέατος χοιρείου παλαιοῦ καὶ χαλκίτεως, ἐχόντων ἔλαιον παλαιότατον. ἄµεινον δ’ ἐνεργοῦντος ἐπειράθην αὐτοῦ κατὰ τὰς τοιαύτας διαθέσεις, ὅταν µὴ πάνυ τι σκληρὸν ᾖ µηδ’ ἀκριβῶς ἀµόλυντον. ἀλλὰ κᾂν τοιοῦτον σκευασθῇ καὶ τῶν ἐναίµων µέν ἐστι τραυµάτων κολλητικὸν καὶ πάντων δὲ τῶν ἑλκῶν ἐπουλωτικὸν, ἀνιέµενόν τ’ ἐλαίῳ, κᾄπειτα µετ’ οἴνου µετρίως παλαιοῦ φυρώµενον, εἶτ’ ἐπιτιθέµενον ἐν κύκλῳ ταῖς τοιαύταις διαθέσεσιν, ἀλύπως αὐτὰς ἐκόλλησε πολλάκις. ἁρµόττει δ’, ὡς εἴρηται, ἐπὶ τῶν ῥακωδῶν δερµάτων οὐχ ἥκιστα καὶ τὸ µέλι µέχρι συστάσεως ἐµπλαστρώδους ἑψηθέν. ἔστι δ’ ἡ συµµετρία τῆς ἑψήσεως αὐτοῦ δυσκατόρθωτος τῷ µὴ τεθεαµένῳ. χρὴ γὰρ αὐτὸ µήθ’ οὕτω γενέσθαι σκληρὸν, ὡς δυσπρόπτωτον εἶναι, µήθ’ οὕτως ὑγρὸν, ὡς περιῤῥεῖν. τὸ µὲν γὰρ σκληρὸν εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖται ταῖς σκληραῖς ἐµπλάστροις, τὸ δ’ ὑγρὸν, ὡσανεὶ ἐπικείµενον θερµῷ σώµατι, περιῤῥεῖ κύκλῳ καὶ ξηρὰν ἀπολείπει τὴν ὀθόνην, ἥτις οὐ µόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ πρὸς κακοῦ γίνεται τῷ κολληθησοµένῳ δέρµατι. συµµέτρως γε µὴν ἑψηθὲν τὸ µέλι κάλλιστόν ἐστι φάρµακον ἐπὶ τῶν τοιούτων κόλπων. ἐπεὶ δ’ ἡ συµµετρία τῆς ἑψήσεως αὐτοῦ δυστέκµαρτός ἐστιν, ἄµεινον ἔδοξέ µοι καταπάττειν αὐτῷ χνοώδη σµύρναν ἢ ἀλόην ἢ λιβανωτὸν ἤ τινα τούτων ἢ πάντα ὁµοῦ· καὶ µάλισθ’ ὅταν ἐπὶ τῆς ὀθόνης ἐγχρισθὲν ὑγρότερον φαίνηται. καταπάττειν δὲ αὐτὰ διὰ κοσκίνου, µετεώρου κρατουµένου κατὰ τοῦ µέλιτος. ἀρκεῖ δ’ ἅπαξ ἢ δὶς κροῦσαι αὐτὸ πρὸς τὴν συµµετρίαν τῆς διεκπτώσεως. ἐνίοτε δὲ καὶ κατ’ αὐτὴν τὴν ἕψησιν ἐµπάττω τι τῷ µέλιτι τῶν εἰρηµένων φαρµάκων, καὶ µάλισθ’ ὅταν ὁ κόλπος ᾖ µείζων τε καὶ βαθύτερος. ἐπειράθην δὲ καὶ τοῦ λεπτοῦ κενταυρίου, θαυµαστοῦ φαρµάκου πρὸς τὴν τοιαύτην χρείαν· ἐφεξῆς δ’ αὐτῷ σύµφυτον ἐπιτήδειόν ἐστι καὶ µετ’ αὐτὸ τῆς ᾿Ιλλυρίδος ἴρεως ἡ ῥίζα, µεθ’ ἣν καὶ τὸ τῶν ὀρόβων ἄλευρον. εὔδηλον ὅτι κεκόφθαι τε καὶ διηθῆσθαι λεπτῷ κοσκίνῳ καὶ µετὰ ταῦτά γε λελειῶσθαι τὰ τοιαῦτα πάντα προσήκει. µιγνύσθω δὲ τῷ µέλιτι κατ’ ἐκεῖνον τὸν καιρὸν, ἡνίκ’ ἂν ἀπὸ τοῦ πυρὸς ἐξαίρεσθαι µέλλῃ, τοσοῦτον ἡµῶν ἐπιδιατριψάντων, ὡς ἑνωθῆναι καλῶς αὐτὰ τῷ προηψηµένῳ µέλιτι. κάλλιον δὲ καὶ καθαιροῦντα τὴν κακάβην ἀπὸ τοῦ πυρὸς, ἐµπάττειν ἅπαντα τὰ τοιαῦτα, κᾄπειτα κινεῖν ἐπιµελῶς ἄχρις ἂν οὕτω γένηται τὸ µέλι χλιαρὸν, ὡς ἐπιτιθέναι δύνασθαι τῷ θεραπευσοµένῳ σώµατι.

11. ᾿Εφεξῆς δ’ ἂν εἴη τοῖς εἰρηµένοις εἰπεῖν σοί τι καὶ περὶ τῶν γαγγραινουµένων φλεγµονῶν. ὀνοµάζουσι δ’, ὡς οἶσθα, γαγγραίνας τὰς διὰ µέγεθος φλεγµονῆς νεκρώσεις οὐκ ἤδη γεγενηµένας, ἀλλὰ γινοµένας ἔτι. τελέως µὲν γὰρ νεκρωθὲν µόριον ὡς νυττόµενον ἢ τεµνόµενον ἢ καιόµενον ἀναίσθητον ὑπάρχειν ὧν πάσχει, τάχιστα χρὴ περικόπτειν καθ’ ὃ ψαύει τοῦ πλησιάζοντος ὑγιοῦς. ἀλλὰ τὸ µὲν οὕτω διατεθὲν µέλαν γίνεται, τὸ δ’ ἐν τῷ µεταξὺ καθεστηκὸς, ὡς ὁδοιπορεῖν ἐπὶ τὴν νέκρωσιν, γάγγραινα ὀνοµάζεται. θεραπεία δ’ αὐτῆς γίνεται κενωσάντων ἡµῶν ὅσον οἷόν τε πλεῖστον τοῦ κατὰ τὸ πάσχον µόριον αἵµατος ἐσφηνωµένου, δι’ ὃ καὶ ἡ νέκρωσις γίνεται, µὴ δυναµένων τῶν ἀρτηριῶν ὑπὸ στενοχωρίας διαστέλλεσθαι, τῷ δ’ ὑπολοίπῳ διαπνοὰς παρασχόντων. ἢ τοίνυν ὅλον τὸ δέρµα πολλαῖς βαθείαις τοµαῖς διαιρεῖν χρὴ, τέµνοντας ἅµα αὐτῷ τὴν ὑποκειµένην οὐσίαν ἢ πολλαῖς ἀµυχαῖς βαθείαις ἀποσχάζειν, ἐάσαντα δ’ ἀποῤῥυῆναι τὸ αἷµα τῶν φαρµάκων ἐπιτιθέναι τι τῶν πρὸς τὰ σηπόµενα χρησίµων. ἔστι δὲ τοιαῦτα δι’ ὀξυµέλιτος καὶ ἀλεύρου ὀρόβων ἢ αἰρῶν, ἢ εἰ µὴ ταῦτα παρείη, τὸ τῶν κυάµων· αὐτό τε µόνον τὸ ὀξύµελι. σφοδροτέρῳ δὲ αὐτῷ χρῆσθαι βουλόµενος, ἁλῶν ἐπεµβάλλειν ἢ τῶν κυκλίσκων τινὰ λειοῦν ἀκριβῶς, οἷος ὁ ᾿Ανδρώνιός ἐστι καὶ ὁ Πολυείδου καὶ ὁ Πασίωνος. ἀλλὰ καὶ τὸ τοῦ Μούσα φάρµακον ἐπιτηδειότατόν ἐστιν εἰς ταῦτα, ὃ κατὰ τὸν ῞Ηρα γέγραπται τόµον. χρῶ δὲ τούτοις καὶ οἷς προείρηκα, προσέχων τὸν νοῦν τῷ σώµατι τοῦ κάµνοντος. ἀγροίκου µὲν γὰρ ὄντος αὐτοῦ καὶ σκληροῦ φύσει, τῶν ἰσχυροτάτων δεῖται φαρµάκων τὸ σῶµα· γυναίου δὲ ἁπαλοσάρκου, τῶν ἀσθενεστέρων. οὕτω δὲ καὶ τῶν ἀνδρῶν ὅσοι λευκοί τε καὶ ἁπαλόσαρκοι καὶ φιλόλουτροι καὶ ἀγύµναστοι µαλακῶν δέονται φαρµάκων. δῆλον δ’ ὅτι καὶ τὰ παιδία. κᾂν ἐκτέµοις δέ ποτε τὸ σεσηπὸς καὶ νενεκρωµένον µέρος ἀσφαλείας ἕνεκα, τοῖς εἰρηµένοις ἄρτι χρῶ φαρµάκοις, ἀποβλέπων εἰς τὰς τῶν νοσηµάτων φύσεις, ἅµα τῷ καὶ τὴν αὐτοῦ τοῦ πεπονθότος µορίου φύσιν ἐπισκοπεῖν· τινὰ γὰρ τάχιστα σήπεται καὶ βέλτιον ἀσφαλείας ἕνεκα, ὅταν ἐκτέµῃς ἢ περιτέµῃς τὸ σεσηπὸς, τὴν οἷον ῥίζαν αὐτοῦ συνηµµένην τοῖς ἀπαθέσι καίειν,

1 ... 106 107 108 109 110 111 112 113 114 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?