litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 22 23 24 25 26 27 28 29 30 ... 216
Перейти на страницу:
τῷ περὶ διαφέροντα µέρη. κατὰ δὲ τὸ τρίτον σηµαινόµενον, οὐδέτερον ἔσται σῶµα τὸ ποτὲ µὲν ὑγιεινὸν, ποτὲ δὲ νοσερὸν ἐν µέρει γινόµενον, ὥσπερ ἐνίοις ὑπῆρξε, παισὶ µὲν οὖσιν, ὑγιεινοῖς γενέσθαι, νεανίσκοις δὲ γενοµένοις, νοσεροῖς, ἢ ἔµπαλιν. ἐν ἑνὶ δὲ χρόνῳ τὸ οὕτως οὐδέτερον, ἀκριβῶς µὲν οὐκ ἐγχωρεῖ συστῆναι, κατὰ πλάτος δ’ ἐγχωρεῖ. ἴσµεν δὲ, ὅτι τὸ νῦν διχῶς λέγεται. τὸ µὲν οὖν ὑγιεινὸν, καὶ νοσῶδες, καὶ οὐδέτερον σῶµα ποσαχῶς λέγεται, καὶ ὁποῖον ἕκαστόν ἐστιν, αὐτάρκως διώρισται.

4. Περὶ δὲ τῶν σηµείων ἐφεξῆς ἂν εἴη ῥητέον. ἔστι δὲ καὶ τούτων ὑγιεινὰ µὲν, ὅσα τῆς τε παρούσης ὑγείας ἐστὶ διαγνωστικὰ, καὶ τῆς µελλούσης ἔσεσθαι προγνωστικὰ, καὶ τῆς προγεγενηµένης ἀναµνηστικά. νοσώδη δὲ τά τε τῆς παρούσης νόσου διαγνωστικὰ, καὶ τῆς προγεγενηµένης ἀναµνηστικὰ, καὶ τῆς µελλούσης ἔσεσθαι προγνωστικά. κατὰ ταῦτα δὲ καὶ τὰ οὐδέτερα, τά τε τῶν οὐδετέρων διαθέσεων διαγνωστικὰ, καὶ προγνωστικὰ, καὶ ἀναµνηστικὰ, καὶ τὰ µηδὲν ὅλως δηλοῦντα περὶ διαθέσεων, ἢ τὰ µηδὲν µᾶλλον ὑγιεινὴν, ἢ νοσερὰν δηλοῦντα διάθεσιν. καὶ τὰ κατά τι µὲν ὑγιεινὴν, κατά τι δὲ νοσερὰν δηλοῦντα διάθεσιν, καὶ τὰ ποτὲ µὲν ὑγιεινὴν, ποτὲ δὲ νοσώδη, καὶ ταῦτα δὲ κατὰ τοὺς τρεῖς χρόνους ὁµοίως τοῖς ὑγιεινοῖς τε καὶ νοσώδεσι. καλεῖται δ’ ἐνίοτε πρὸς τῶν παλαιῶν ἰατρῶν ἅπαντα ταῦτα τὰ σηµεῖα προγνωστικὰ, καν τῶν ἐνεστώτων ἢ προγεγονότων ᾖ δηλωτικά. καὶ ἡ χρεία µεγάλη µὲν τῶν διαγνωστικῶν τε καὶ προγνωστικῶν, ἐλάττων δὲ τῶν ἀναµνηστικῶν.

5. ῎Οντων οὖν σωµάτων ὑγιεινῶν, τῶν µὲν ἁπλῶς, τῶν δὲ ἐν τῷ νῦν, ἅπερ δὴ καὶ ὑγιαίνοντα λέγεται, τῶν ἁπλῶς ὑγιεινῶν σωµάτων διττὴν ἔφαµεν εἶναι τὴν διαφορὰν, τῷ τὰ µὲν διὰ παντὸς ὑπάρχειν τοιαῦτα, τὰ δὲ ὡς τὸ πολύ. διὰ παντὸς µὲν, ὅσα τὴν ἀρίστην ἔχει κατασκευήν· ὡς τὸ πολὺ δὲ, ὅσα µὴ πολλῷ ταύτης ἀπολείπεται. τὰς διαγνώσεις δὲ αὐτῶν ἀπό τε τῶν ὑπαρχόντων κατὰ τὸν τῆς οὐσίας αὐτῶν λόγον χρὴ ποιεῖσθαι, καὶ τῶν ἐξ ἀνάγκης τούτοις ἑποµένων ἐνεργειῶν τε καὶ συµπτωµάτων, ἃ δὴ καὶ συµβεβηκότα καλοῦµεν ἰδίως. ἀπὸ µὲν τῆς οὐσίας αὐτῆς, τῶν ἐν ἀρίστῃ κατασκευῇ συµµετρία τῶν ὁµοιοµερῶν ἐν θερµότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι· τῶν δ’ ὀργανικῶν ἐν ποσότητι, καὶ πηλικότητι τῶν συντιθέντων αὐτὰ, καὶ προσέτι διαπλάσει τε καὶ θέσει τῶν µορίων ἑκάστου καὶ ὅλου τοῦ ὀργάνου. ἀπὸ δὲ τῶν ἐξ ἀνάγκης ἑποµένων τοῖς ὁµοιοµερέσιν, ὡς µὲν πρὸς τὴν ἁφὴν, ἐν σκληρότητι καὶ µαλακότητι συµµετρία, πρὸς δὲ τὴν ὄψιν εὔχροιά τε καὶ ἡ κατὰ λειότητα καὶ δασύτητα συµµετρία. κατὰ δὲ τὰς ἐνεργείας ἡ τελειότης, ἣν δὴ καὶ ἀρετὴν αὐτῶν ὀνοµάζοµεν. ἀπὸ δὲ τῶν τοῖς ὀργανικοῖς ἑποµένων, ἐν συµµετρίᾳ τε καὶ κάλλει τῶν τοῦ παντὸς σώµατος ὀργάνων, ἔτι τε τῇ τῶν ὑπαρχουσῶν αὐτοῖς ἐνεργειῶν ἀρετῇ. τῆς µὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώµατος τὰ διαγνωστικὰ σηµεῖα ταῦτά ἐστι. τῶν δ’ ἀπολειποµένων µὲν αὐτῆς, ὑγιεινῶν δ’ ἔτι, τὰ µὲν ἐν τῇ τῶν ὁµοιοµερῶν ἔσφαλται κράσει µικρόν τι σφάλµα, τὰ δὲ ἐν τῇ τῶν ὀργανικῶν µικρόν τι κᾀνταῦθα, καὶ ἤτοι πάντων, ἤ τινων, ἢ καθ’ ἑκάτερον. τὰ δὲ γένη τῶν σφαλµάτων τὰ αὐτὰ τοῖς µὲν ἀρετὴν αὐτῶν συµπληροῦσι, κρᾶσις µὲν ἐν τοῖς ὁµοιοµερέσιν, ἀριθµὸς δὲ, καὶ διάπλασις, καὶ µέγεθος, καὶ θέσις ἐν τοῖς ὀργανικοῖς. ἀµφοῖν δὲ κοινὸν ἡ ἕνωσις, ἣν δὴ καὶ συνέχειαν αὐτῶν ὀνοµάζοµεν. ἐν δὲ τοῖς αὐτοῖς τούτοις γένεσι καὶ ἡ τῶν νοσωδῶν σωµάτων ἐστὶ κακία, καθ’ ἑκάτερον τοῦ νοσώδους τὸ σηµαινόµενον. ὅρος δ’ ἀµφοῖν ἐστι διακριτικὸς ἡ τῆς ἐνεργείας αἰσθητὴ βλάβη. τὰ δὲ τῆς ἀρίστης ἀπολειπόµενα κατασκευῆς σώµατα βραχύ τι βέβλαπται µὲν δή που καὶ αὐτὰ κατά γε τὴν ἀλήθειαν, οὐ µὴν αἰσθητόν γε τοῦτο. διορίζει τοιγαροῦν αὐτὰ τὸ µᾶλλόν τε καὶ ἧττον, ἔν τε ταῖς ἐνεργείαις καὶ τῷ τοῖς νοσώδεσιν αἰτίοις ἀποµάχεσθαι. τὰ δέ γε ἁπλῶς νοσώδη σώµατα διώρισται τῷ τε ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτίων νικᾶσθαι, καὶ τῷ πολύ τι κατὰ τὴν ἀρετὴν τῶν ἐνεργειῶν ἀπολείπεσθαι. γίνεται γοῦν ἀµφοῖν ἐν µέσῳ τὰ οὐδέτερά τε καὶ ἁπλῶς λεγόµενα, καὶ τὰ σύν τινι πλάτει. καὶ τµηθήσεται τὸ τῆς ὅλης ὑγείας πλάτος εἰς τρία µόρια, πλάτος ἔχοντα καὶ αὐτὰ συχνόν. ὧν τὸ µὲν πρῶτον ἔσται τῶν ὑγιαινόντων σωµάτων, τὸ δὲ δεύτερον, τῶν οὐδετέρων, τὸ δὲ τρίτον, τῶν νοσωδῶν. οἷς ἐφεξῆς ἐστι τὰ ἤδη νοσοῦντα σώµατα, βλάβαις αἰσθηταῖς ἐνεργειῶν ἀφωρισµένα. τὰ µὲν οὖν ὀδυνώδη τε, καὶ ὧν αἱ κινήσεις πληµµελεῖς εἰσιν, ἢ ὅλως ἀπολώλασιν, ἐναργεῖς ἔχει τοὺς ὅρους. ὅσα δ’ ἀτόνους κέκτηται τὰς ἐνεργείας, ἐν µὲν ταῖς µεγίσταις ἀποστάσεσιν εὐδιάκριτα, κατὰ δὲ τὰς µικροτέρας ἀµφίβολα, καὶ διὰ τοῦτο κατὰ τὸ γένος τοῦτο τῆς βλάβης, ἡ µηδετέρου τῶν ἐναντίων ἐνεργειῶν µετέχουσα συνίσταται διάθεσις, ἣν καὶ αὐτὴν ἔφαµεν οὐδετέραν ὀνοµάζεσθαι, πάντων τούτων αἰσθήσει διακρινοµένων, οὐκ αὐτῇ τῶν πραγµάτων τῇ φύσει· κίνδυνος γὰρ εἰς τὸ τῆς ἀειπαθείας ὑποσυρῆναι δόγµα. καὶ τοίνυν καὶ τὰ σηµεῖα τῶν ὑγιαινόντων µὲν σωµάτων, ἀλλ’ ἤτοι νοσωδῶν, ἢ οὐδετέρων ὑπαρχόντων, τῷ ποσῷ τῆς ἀποστάσεως διοίσει, θεµένων ἡµῶν ἄκρους µὲν ὅρους ἐναντίους ἀλλήλοις, τήν τε ἀρίστην κατασκευὴν καὶ τὴν ἄρτι γενοµένην νόσον, ἐπισκοπουµένων δὲ, ὁποτέρῳ τούτων ἐστὶν ἐγγυτέρω τὰ δοκιµαζόµενα σώµατα. τὸ µὲν γὰρ ἐγγυτέρω τῆς ἀρίστης κατασκευῆς ὑγιεινὸν, τὸ δὲ ταύτης µὲν ποῤῥωτέρω, τοῦ δ’ ἤδη νοσοῦντος ἐγγυτέρω, νοσῶδες. τὸ δ’ ἀµφοῖν µεταξὺ, καὶ ἴσον ἑκατέρων ἀπέχειν φαινόµενον, οὐδέτερον ἔσται τοῦτο.

6. Τῆς µὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώµατος εἴρηται τὰ γνωρίσµατα. τῶν δ’ ἀπολειποµένων αὐτῆς ἰσάριθµα µὲν τὰ γένη, ἐν τῷ µᾶλλόν τε καὶ ἧττον τέµνεσθαι δυναµένων. ἀφωρισµένων δὲ εἰς τρία µέρη, τὰ σηµεῖα τοῦ νοσώδους σώµατος ἁπλῶς ἐροῦµεν. ἐξ αὐτῶν γὰρ ἔσται δῆλα καὶ τὰ λοιπὰ δύο πλάτη. κατὰ γένος µὲν οὖν εἴρηται πρόσθεν ἐν τῷ τῆς ἀρίστης κατασκευῆς λόγῳ, κατ’ εἶδος δὲ νῦν εἰρήσεται, διελοµένων ἡµῶν πρότερον τὰ µόρια. τέσσαρες δ’ αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τὰ µὲν γὰρ ἀρχαί τινές εἰσιν, τὰ δὲ ἀπ’ ἐκείνων ἐκπέφυκε. τὰ δὲ, οὔτ’ ἄλλων ἄρχει τῆς διοικήσεως, οὔθ’ ὑπ’ ἄλλων ἄρχεται, συµφύτους ἔχοντα τὰς διοικούσας αὐτὰ δυνάµεις. ἔνια δὲ συµφύτους τε ἅµα καὶ ἐπιῤῥύτους ἔχει. ἀρχαὶ µὲν οὖν εἰσιν ἐγκέφαλος, καρδία, ἧπαρ, καὶ ὄρχεις. ἀπ’ ἐκείνων δ’ ἐκπέφυκε, κᾀκείνοις ὑπηρετεῖ, νεῦρα µὲν καὶ νωτιαῖος µυελὸς ἐγκεφάλῳ, τῇ καρδίᾳ δ’ ἀρτηρίαι, φλέβες δ’ ἥπατι, τὰ σπερµατικὰ δ’ ἀγγεῖα τοῖς ὄρχεσιν. αὐτὰ δ’ αὑτὰ διοικεῖ χόνδρος, ὀστοῦν, σύνδεσµος, ὑµὴν, ἀδὴν, πιµελὴ, σὰρξ ἁπλῆ. τὰ δ’ ἄλλα πάντα µόρια κοινὴν τούτοις ἔχοντα τὴν ἐξ ἑαυτῶν διοίκησιν, ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ νεύρων προσδεῖται. τριχῶν δὲ καὶ ὀνύχων οὐδὲ διοίκησίς

1 ... 22 23 24 25 26 27 28 29 30 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?