litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 67 68 69 70 71 72 73 74 75 ... 216
Перейти на страницу:
καὶ ὅσα κατὰ τὸν ἐγκέφαλον, ἐπὶ τὰς ῥῖνας ἕλκειν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν φλεγµαινόντων µορίων ἴασις ἐκ θέσεώς τε καὶ διαπλάσεως λαµβάνεται. ἔστι µὲν γὰρ καὶ τούτων ὁ πρῶτος σκοπὸς ἡ κένωσις τοῦ χυµοῦ τοῦ κατασκήψαντος εἰς τὸ φλεγµαῖνον. ὅπως δ’ ἐκκενοῦν αὐτὸν χρὴ, τῶν κατεχόντων ὀργανικῶν µορίων ἡ φύσις ἐνδείκνυται. παρ’ αὐτῶν γοῦν διδασκόµενοι, τὰ µὲν εἰς ἰσχίον κατασκήψαντα ῥεύµατα διὰ τῶν κατ’ ἰγνύα τε καὶ σφυρὰ φλεβῶν ἐκκενώσοµεν, ὥσπερ γε καὶ ὅσα κατὰ τὰς µήτρας ἴσχεται. τὰ δὲ κατὰ θώρακα καὶ πνεύµονα διὰ τῆς ἔνδον κατ’ ἀγκῶνα φλεβός. τὰ δὲ κατὰ κεφαλήν τε καὶ τράχηλον ἐκ τῆς ὠµιαίας. ἡ γὰρ τῶν ἐγγυτάτων τε καὶ κοινῶν τῷ πεπονθότι µορίῳ φλεβῶν κένωσις ἀρίστη τε καὶ ῥᾴστη. καὶ τὸ διαφορεῖν δὲ τὸ φλεγµαῖνόν ἐστι µὲν δήπου καὶ αὐτὸ τὴν ἐκ τοῦ νοσήµατος ἔνδειξιν ἔχον. ὑπαλλάττεται δ’ ἐν τῇ κατὰ µέρος τῶν βοηθηµάτων χρήσει τὴν παρὰ τῆς θέσεως τοῦ πεπονθότος µορίου προσλαµβάνον ἔνδειξιν. ὅσα µὲν γὰρ ἐπιπολῆς κεῖται, τοιοῦτον ἐπ’ αὐτῶν εἶναι προσήκει τὸ διαφορῆσον φάρµακον, οἷόνπερ ἐνδείκνυται τὸ τῆς φλεγµονῆς εἶδος. ὅσα δ’ ἐν βάθει, τοσοῦτον δριµυτέρων δεῖται φαρµάκων, ὅσῳ τῶν ἐκτὸς ἀποκεχώρηκεν, ὥστε καὶ σικύας ἐπ’ αὐτῶν ἐνίοτε χρῄζοµεν, εἰ κατὰ συχνοῦ κέοιτο βάθους, ὅπερ ἐναντιώτατόν ἐστι τοῖς ἐπιπολῆς φλεγµαίνουσιν. οὕτω δὲ καὶ εἴ που στύφοντος εἴη φαρµάκου χρεία, σκοπεῖσθαι τοῦ δεοµένου χωρίου τὴν θέσιν. εἰ µὲν γὰρ ἱκανόν ἐστιν ἐξικέσθαι πρὸς αὐτὸ τὸ στύφον, οὐδὲν κωλύει παραλαµβάνειν. εἰ δ’ οὐχ ἱκανὸν, ἐπισκοπεῖσθαι, µή ποτε ἄρα τὴν ἐκ τῶν προκειµένων ὑγρότητα συνελάσωµεν εἰς τὸ πεπονθὸς, ὥστε ἤτοι τὴν ποδηγοῦσαν τῷ στύφοντι φαρµάκῳ µικτέον ἐστὶ δύναµιν, ἢ οὐ χρηστέον αὐτῷ. µέγιστον οὖν οἶδα βλάπτοντας, ὅσοι τοῖς ἐκ πνεύµονος ἀναβήττουσιν αἷµα περιτιθέασιν ἐκ κύκλῳ καθ’ ὅλον τὸν θώρακα φάρµακα στύφοντα. πρὸς γὰρ τῷ µὴ διϊκνεῖσθαι τὴν δύναµιν αὐτῶν εἰς τὸν πνεύµονα συνελαύνουσι καὶ τὸ κατὰ τὸν θώρακα αἷµα πρὸς τὸ σπλάγχνον. ἀρκεῖν ἡγοῦµαι καὶ περὶ τούτων εἴς γε τὴν ἐνεστῶσαν, πραγµατείαν τὰ εἰρηµένα. τοσοῦτον οὖν εἰπὼν ἔτι περὶ αὐτῶν ἀπαλλάξοµαι, ὡς ἡ µὲν µέθοδος αὕτη τὸ εἶδος µόνον ἐστὶ τῆς πραγµατείας· ἡ δὲ καθ’ ἕκαστον µέρος τοῦ σώµατος ἐπιστήµη τε καὶ διέξοδος, ἡ οἷον οὐσία σύµπασα, ἣν ἐν ταῖς ἄλλαις πραγµατείαις διεξήλθοµεν.

18. Περὶ προγνώσεως τοίνυν ἐφεξῆς λέξοµεν, ἐπειδὴ χρήσιµος ἡµῖν εἰς ἄλλα τέ τινα, καὶ οὐχ ἥκιστα πρὸς τὴν θεραπείαν ἐφάνη. τῷ µὲν οὖν πρῶτον βουλοµένῳ συστήσασθαι τέχνην προγνωστικὴν ἀναγκαῖόν ἐστι προεπισκέψασθαι, πότερον, ὥσπερ ἑκάστου ζώου φύσις ἴδιον ἔχει χρόνον ζωῆς, οὕτω καὶ τῶν νοσηµάτων ἕκαστον, ὡς ἀδύνατον εἶναι τέσσαρσιν ἡµέραις λυθῆναι νόσον, ἧς ἡ φυσικὴ προθεσµία δυοῖν ἐστι µηνῶν, ἢ πᾶν νόσηµα καὶ χρονίσαι δυνατόν ἐστι, καὶ λυθῆναι τάχιστα. νυνὶ µέντοι διὰ τὸ πολλοὺς ἤδη γεγονέναι προγνωστικοὺς τῶν ἐσοµένων ἰατροὺς, οὐκέτ’ οὐδὲ τοῖς ἰδιώταις ζητεῖται, πότερον ἐγχωρεῖ γενέσθαι τινὰ τοῦ µέλλοντος ἀποβήσεσθαι προγνωστικὸν, ἢ ἀδύνατόν ἐστι, ἀλλ’ ἑξῆς ἅπαντες ὥσπερ δυνατοῦ τε τοῦ πράγµατος ἔχουσι, πυνθάνονταί τε τὸν ἰατρὸν, ἐν ᾗτινι προθεσµίᾳ λυθήσεται τὸ νόσηµα. πρὸς µέντοι τὴν ἐνεστῶσαν πραγµατείαν οὐδὲν ἂν εἴη χεῖρον ὑποθέσθαι νῦν πρῶτον ἡµᾶς συνίστασθαι τέχνην προγνωστικὴν, καὶ γὰρ τἄλλα πάντα κατὰ τὸν λόγον οὕτω διήλθοµεν. ἓν µὲν δὴ καὶ πρῶτον ἀναγκαῖον, εἴπερ εἴη τις πρόγνωσις, εἶναί τινα βεβαίως ἐσόµενα κατὰ τὸν µέλλοντα χρόνον. ἑξῆς δὲ σκεπτέον, ὅπως ἄν τις εὕροι, τίνα τε καὶ πόσα τὰ τοιαῦτά ἐστιν. οὐ γὰρ πάντα γε τὰ γενησόµενα περὶ τὸν κάµνοντα τὴν γένεσιν ἀναγκαίαν ἔχει. θόρυβος οὖν ἐκ γειτόνων διὰ νυκτὸς, καὶ κύνες ὑλακτοῦντες, ἢ ἀγγελίαι τινὲς ἀηδεῖς ἀγρύπνους ἐργάζονται τοὺς νοσοῦντας, ὧν οὐδὲν οὔτ’ ἀναγκαίαν ἔχει τὴν γένεσιν, οὔτε βεβαίαν τὴν πρόγνωσιν. ἆρ’ οὖν ὅσα κατὰ τὸν τοῦ νοσήµατος ἀποτελεῖται λόγον, ὡρισµένην τε τὴν γένεσιν ἔχει καὶ βεβαίαν τὴν πρόγνωσιν, ἢ οὐδὲ ταῦτα σύµπαντα; δύναται γὰρ ἐξαίφνης ἐπιῤῥυῆναί τι περιττὸν ὑγρὸν ἔνδον τοῦ σώµατος, ἁλλόµενον ἐπί τι µόριον ἀναγκαῖον εἰς τὴν ζωὴν, ὥσπερ αὖ πάλιν ἕτερον ἐκ µέρους κυρίου µεταστῆναι εἰς ἄκυρον. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης τῷ µὲν εἰς τὸ κύριον ἐνεχθέντι µέρος ἔσχατος κίνδυνος, τῷ µεταστάντι δ’ ἐξαιφνίδιός τε καὶ ἀπροσδόκητος ἡ τοῦ κάµνοντος σωτηρία. τῶν µὲν δὴ τοιούτων καταστάσεων αὐτὸ τοῦτο µόνον ἐστὶ προγνῶναι τὸ βέβαιόν τε καὶ σφαλερόν· οὐ µὴν ἐς ὅ, τι τελευτήσει, δυνατὸν ἀκριβῶς ἐξευρεῖν. ἐφ’ ὧν δὲ οὐκ ἔτι διαῤῥεῖ τὰ περιττώµατα, κατασκήψαντα δὲ εἴς τινα τόπον, ἐκεῖνον κατείληφεν, ἐπὶ τούτων ἐγχωρεῖ προγνῶναι τὸ µέλλον εἰδόσιν ἡµῖν, ὅτι τε δυνάµεις εἰσὶ τῆς φύσεως οὐκ ὀλίγαι, καθ’ ἃς διοικεῖται τὸ ζῶον, ὁποία τέ τις αὐτῶν ἡ διαφορά. καὶ µέν γε καὶ ὅσα καθ’ ὅλον τὸ ζῶον ἐµφέρεται τῷ αἵµατι περιττὰ, χωρὶς πλήθους ἀµέτρου, καὶ ταῦτα προθεσµίαν ἕξει πέψεως ἰδίαν ἕκαστα, ἐὰν µόνον ἑκάστου περιττώµατος εὕρωµεν τὴν φύσιν. οὕτω γὰρ ἐγχωρήσει τι καὶ περὶ τῆς πέψεως αὐτοῦ στοχάσασθαι τεχνικῶς, ἁπάντων γε δηλονότι τῶν περὶ τὸν κάµνοντα πραττοµένων ὀρθῶς. ὅσα γὰρ ἁµαρτάνεται πρός τινος, ἢ τοῦ βραδύναι τὴν λύσιν τοῦ νοσήµατος, ἢ τοῦ φθάσαι τὸν θάνατον αἴτια καθίσταται, καὶ χρὴ µεµνῆσθαι τοῦδε παρ’ ὅλον τὸν λόγον, εἴπερ τινὸς ἄλλου. µόναι γὰρ αἱ προγνώσεις ἀποβήσονται τοῦ ἀρίστου ἰατροῦ, θεραπεύοντος µὲν αὐτοῦ ὀρθῶς, τοῦ κάµνοντος δὲ µηδὲν ἁµαρτάνοντος. τὸ δ’ οἴεσθαι τοιαύτην εἶναι τοῖς ἰατροῖς τὴν πρόγνωσιν, οἵαν οἱ µάντεις ἐπαγγέλλονται, γελοῖον. ἐκεῖνοι µὲν γάρ φασιν ἐνναταῖον, εἰ οὕτως ἔτυχε, σωθήσεσθαι τὸν ἄνθρωπον, οὐκ ἔτι προστιθέντες, ἁπάντων ὀρθῶς γιγνοµένων. οἱ µὲν γὰρ ἅπαντα τὰ τοῖς κάµνουσιν αἰσίως τε καὶ ἀπαισίως ἐπιγενησόµενα προµαντεύονται. ὁ δὲ ἰατρὸς οὐχ οὕτως προερεῖ τὸ µέλλον, ἀλλ’ οἶδεν, εἰ πάντα γίγνοιτο δεόντως, ἑβδοµαῖον, εἰ οὕτως ἔτυχε, λυθήσεσθαι τὸ νόσηµα· προσγενοµένου δέ τινος ἁµαρτήµατος, εἰ µὲν µικρὸν εἴη τοῦτο, δύνασθαι µεταπεσεῖν τὴν λύσιν ἐκ τῆς ἑβδόµης εἰς τὴν ἐννάτην· εἰ δὲ µεῖζον, εἰς τὴν ἑνδεκάτην· εἰ δὲ πολὺ µεῖζον, εἰς τὴν τεσσαρεσκαιδεκάτην· εἰ δὲ πάνυ σφόδρα µέγα, κίνδυνον ἀκολουθήσειν ἀντὶ σωτηρίας ἀσφαλοῦς. προσέχει γὰρ ὁ ἰατρὸς ἀεὶ τοῖς δυσὶ τούτοις ὥσπερ ἀντιπάλοις, τῷ τε νοσήµατι καὶ τῇ φύσει. καὶ πρῶτον µὲν τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ ἀπολεῖσθαι τὴν πρόγνωσιν ἐκ τοῦ διαγνῶναι τὸ ἰσχυρότερον· ἔπειτα δὲ καὶ τῆς προ θεσµίας ἐκ τοῦ πόσῳ θάτερον ἰσχυρότερόν ἐστι, ποιεῖται. καὶ οὐ χρὴ θαυµάζειν, εἰ κατασκεψάµενος ἑκατέρου τὴν ῥώµην, ἐξευρήσει τὸ νικῆσον. ὁρῶµεν γὰρ οὐκ ὀλίγους τῶν γυµναστικῶν ἐκ τῶν πρώτων κινήσεων, ἃς κινοῦνται πρὸς ἀλλήλους οἱ παλαισταὶ, προλέγοντας τὸν νικήσοντα πολλάκις γε καὶ πρὸ τῆς νίκης, καὶ ὅτι ταχέως ὑποχείριον ἕξει τὸν ἀνταγωνιστήν. πράττουσι δὲ τοῦτο, ὅταν

1 ... 67 68 69 70 71 72 73 74 75 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?