ὁ µελαγχολικὸς ἐπικρατῶν χυµὸς, ὅτι τε κακοηθέστατος αὐτός ἐστι, καὶ διαβρωτικώτατος καὶ δύσπεπτος καὶ δυσεκκάθαρτος, ὅτι τε πλείστης ἐστὶ θερµασίας ἐνδεικτικὸς, ὑφ’ ἧς κατοπτηθεὶς ἐγένετο. πάντων δ’ ἐπιεικέστατος ὁ αἱµατικὸς, ὡς ἂν γλυκύτατός τε καὶ εὐπεπτότατος ὤν. οἱ δ’ ἄλλοι δύο χυµοὶ µεταξὺ τῶν εἰρηµένων εἰσὶν, ἁπλότητός τε καὶ κακοηθείας. τῶν συµπτωµάτων δὲ, τὸ µὲν µηδὲν ἀναπτύειν ὀλέθριον, ὅτι τε δεδέσθαι δηλοῦν πρὸς τῆς φλεγµονῆς τὸ ῥεῦµα, καὶ ὅτι διὰ τὸ µένειν ἔνδον ὅλον διαφθαρήσεται. τὸ δ’ ἀναπτύειν ἀπόνως τε καὶ ῥαδίως ἐπιεικέστατον. εἰ δὲ δὴ καὶ τὸ πτυόµενον εἴη πεπεµµένον, ἔτι καὶ µᾶλλον ἐπιεικέστατον. ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφυγµοὺς συµπτώµατα τὸ ἦθος δηλοῖ τοῦ νοσήµατος. ἤδη δὲ καὶ τἄλλα, ὅσα κατὰ συµπάθειαν ἐπιγίνεται, παραφροσύναι τε, καὶ κώµατα, καὶ ἀνορεξίαι, καὶ οὖρα, καὶ διαχωρήµατα τοῖα καὶ τοῖα γιγνόµενα γυµναστέον οὖν ἡµῖν ἐστιν ἐν ἅπασι τοῖς εἰρηµένοις, εἰ διαγνωστικοὶ βουλόµεθα γενέσθαι νοσήµατός τε καὶ µορίου πεπονθότος, ἤθους τε καὶ µεγέθους, καὶ διαφορᾶς τῆς κατ’ αὐτά. ἐκ τῶν αὐτῶν δὲ τούτων ἡµῖν ὑπάρξει καὶ τὸ προγιγνώσκειν, εἰς ὅ τι τελευτήσει τὸ νόσηµα καὶ ἡ τῶν βοηθηµάτων ἐπιδέξιος χρῆσις. ἡ µὲν γὰρ πρόγνωσις ἀναίτιόν τε τὸν ἰατρὸν ἀποφαίνει τῶν θανάτων, εὐπειθεῖς τε παρέχει τοὺς κάµνοντας, ἐκ πολλῶν τε προδιδάσκει τὸν καιρὸν τῶν βοηθηµάτων. ἡ δὲ τῶν βοηθηµάτων χρῆσις ἐπιδέξιος ὅτι µὲν αὐτὸ τὸ κυριώτατόν ἐστι τῆς τέχνης, ἐφ’ ᾧ σύµπας ὁ λόγος ὥρµηται, πρόδηλον παντί. πῶς δὲ ἐκ τῶν προειρηµένων περιγίγνεται, µετ’ ὀλίγον εἰρήσεται. νυνὶ µὲν γὰρ ἐπιθεῖναι βούλοµαι πρότερον οἷς διεξῄειν τὸ τέλος. ἡ γὰρ τῶν νοσηµάτων ἅµα τοῖς δεδεγµένοις αὐτὰ µορίοις διάγνωσις ἐφ’ ἑνὸς µὲν ἤδη µοι παραδείγµατος εἴρηται· προσθεῖναι δὲ ἕτερόν τι παραπλήσιον οὐδὲν χεῖρον. ἡ γάρ τοι τῶν ἐκκρινοµένων ἰδέα διδάσκει πολλὰ, συνῆπται δ’ αὐτῇ τὸ σῶµα, ἐξ οὗ τὴν ἔκκρισιν ὁρῶµεν γιγνοµένην, ὡς ἐξ ἀµφοῖν συνιόντων ἔνδειξιν µίαν γίγνεσθαι βεβαίαν. ὑµενώδους γὰρ, εἰ οὕτως ἔτυχεν, ἐκκριθέντος σώµατος, ἡ µὲν ἐξ αὐτοῦ τοῦ φανέντος ἔνδειξις ἡλκῶσθαί τι τοιοῦτον ἐνδείκνυται µέρος, ὡς ἐπιπολῆς ὑµενώδη φύσιν ἔχειν, ἀφωρισµένον δὲ αὐτὸ δηλοῦν ἀδυνατεῖ. τὸ µέντοι τῆς ἐκκρίσεως χωρίον ἐπ’ αὐτὸ τὸ πεπονθὸς ποδηγεῖ. κάτω µὲν γὰρ διαχωρῆσαν ἐντέρου δηλοῖ τὴν ἕλκωσιν, ἄνω δὲ ἐµεθὲν γαστρὸς, ἀναβηχθὲν δὲ τῶν ὑπαλειφόντων τὰς τραχείας ἀρτηρίας ὑµένων, οὐρηθὲν δὲ ἤτοι κύστεως, ἢ τοῦ κατὰ τὸ αἰδοῖον πόρον. αὐτά τε οὖν ταῦτα καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ συµπάθειάν τε καὶ πρωτοπάθειαν κάµνοντα σώµατα διακρίνειν ἀλλήλων προσήκει τῇ τε ἡγεµονίᾳ καὶ ἀκολουθίᾳ, καὶ τῷ µεγέθει τε καὶ τῇ σµικρότητι καὶ προσέτι τῇ τῶν κακούντων ἑκάτερον αἰτίων προσόδῳ. πολλοὶ γοῦν ἐπὶ στοµαχικαῖς διαθέσεσιν ἤτοι τοῦ ἐγκεφάλου εἰς συµπάθειαν ἀχθέντος ἐν µελαγχολικοῖς ἐγένοντο συµπτώµασιν, ἢ τῶν ὀφθαλµῶν ἐν τοῖς τῶν ὑποχεοµένων. ἀλλ’ ἐπὶ τῶν τοιούτων ἐάν τις ἀκριβῶς προσέχῃ τὸν νοῦν, εὑρήσει ταῖς ἀπεψίαις τε καὶ ταῖς τῶν περιττωµάτων ἀθροίσεσιν ἐν στόµατι κοιλίας ἑπόµενα τὰ εἰρηµένα παθήµατα, καὶ συµπαροξυνόµενά τε τοῖς βλάπτουσι τὸ τῆς γαστρὸς στόµα, καὶ συγκαθιστάµενα τοῖς ὠφελοῦσι. ἀλλ’ οὐ πρόκειταί µοι τὰ νῦν ἅπαντα τὸν ὑπὲρ τῶν πεπονθότων µερῶν λόγον διέρχεσθαι, ὥσπερ οὐδ’ ἄλλο τι τῶν κατὰ τὴν τέχνην ὁλόκληρον, ἀλλ’ ἐνδείξασθαι µόνον τὴν µέθοδον αὐτῆς τῆς εὑρέσεως, καὶ ὅπως τῷ τέλει τῆς τέχνης συνῆπται. καὶ ἀναγκαῖόν ἐστιν αὐτὸν καθ’ ἕκαστον γυµνάσασθαι πολυειδῶς ἐν ἁπάσαις, τὰς ὑπὲρ αὐτῶν γεγραµµένας ἡµῖν ἐννοίας ταῖς πραγµατείαις ἀναλεγόµενον. ὅπερ οὖν ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα προσθέντες, ἀπαλλάξοµεν ἐπὶ τὰς εἰρηµένας µεθόδους· κᾀνταῦθα τὸ εἶδος νόµιζε τοῦ πράγµατος ὑπάρχειν· ἐπειδὰν δὲ ταῖς ὕλαις ἐµβιβασθῇ, ὅλην τὴν οὐσίαν, ὅταν ἅπαντα διέλθω τὰ κατὰ µέρος, ὥσπερ νῦν ἐπὶ παραδειγµάτων ὀλίγων ἐποίησα, καὶ τοῦτ’ ἄν σοι τὸ µέρος εἴη τῆς τέχνης ὁλοκλήρως συνεστηκός.
17. ῾Υπόλοιπον δ’ ἐστὶν ὑποδεικνύειν, ὡς καὶ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν βοηθηµάτων ἀναγκαῖον ἐπίστασθαι τὴν οὐσίαν ἀκριβῶς τοῦ θεραπευοµένου µορίου, καὶ τὴν διάπλασιν, καὶ τὴν θέσιν. ἡ µὲν οὖν οὐσία διδάσκει τὰ πρῶτα νοσήµατα τὰ κατὰ δυσκρασίαν, εἰς ὅσον ἐξέστηκε τοῦ κατὰ φύσιν, ἄχρι πόσου τε θερµαντέον ἐστὶν ἕκαστον αὐτῶν, καὶ ψυκτέον, καὶ ξηραντέον, καὶ ὑγραντέον. ἡ δὲ διάπλασις αὐτά τε τὰ καθ’ ἑαυτὴν διδάσκει νοσήµατα, περὶ ὧν ἔµπροσθεν εἴρηται, καὶ συνενδείκνυται τὸ µέγεθος αὐτῶν. εἰς ὅσον γὰρ ἕκαστον ἐξέστηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον ἥκει µέγεθος. ἅµα δὲ τῷ µεγέθει καὶ τὸ µέχρι πόσου, διὰ τῶν ἐναντίων ἐπανάγειν αὐτὸ χρὴ πρὸς τὸ κατὰ φύσιν. ἐξ αὐτοῦ λαµβάνεται. ταῦτα µὲν οὖν ἀνάλογον τοῖς κατὰ δυσκρασίαν. αἱ δὲ ἐµφράξεις τε καὶ σφηνώσεις τούτου εἰσὶ γένους, ἴδιον δὲ ἐξαίρετον ἐνδείκνυται, τὸν τρόπον τῆς κενώσεως ἐκ τῶν στοµάτων, καὶ διὰ τῶν σχηµάτων, ἃ κέκτηται τὸ θεραπευόµενον ὄργανον. ἐπικοινωνεῖ δὲ τοῦτο τοῖς ὑπὸ τῆς θέσεως ἐνδεικνυµένοις, ὑπὲρ ὧν ἤδη λέγωµεν. ὅσα µὲν οὖν ἐν αὐτοῖς ἀνάλογόν ἐστιν εἴς τε τὴν τοῦ µεγέθους διάγνωσιν εἴς τε τὸ ποσὸν τῆς τῶν βοηθηµάτων χρήσεως, οὐδὲν ἔτι δέοµαι λέγειν. ὅσα δ’ ἐξαίρετα, λεκτέον ἐφεξῆς, ἐπειδὴ καὶ ἡ χρεία µεγίστη πρὸς τὰς θερα πείας αὐτῶν ἐστι µιγνυµένων ταῖς ἀπὸ τῆς διαπλάσεως ἐνδείξεσιν. ἔσται δὲ κᾀνταῦθα ὁ λόγος ἐπὶ παραδειγµάτων ὀλίγων ὑπὲρ τοῦ γνῶναι τὴν µέθοδον. ἔµφραξίς ἐστι µὲν ἕν τι τῶν ὀργανικῶν παθῶν· ἐγγίγνεται δὲ ἐν ἥπατι µάλιστα διὰ τὴν κατασκευὴν αὐτοῦ καὶ τὴν ἐνέργειαν. αἱ γὰρ ἀπὸ τῶν πυλῶν φλέβες εἰς ἅπαντα τοῦ σπλάγχνου τὰ σιµὰ κατασχιζόµεναι συνάπτουσι τοῖς ἐν τοῖς κυρτοῖς ἀδήλοις αἰσθήσει στόµασι. ἀναφέρεται δ’ ἐκ τῆς κοιλίας τροφὴ πᾶσα πρὸς ἕνα τόπον τοῦ ἥπατος, ὃν ἀπ’ αὐτοῦ τοῦδε τοῦ νῦν εἰρηµένου πύλας ὀνοµάζουσιν. οὔτε γὰρ εἰς τὰς πόλεις εἰσελθεῖν τις δύναται, πρὶν διελθεῖν τὰς πύλας, οὔτ’ εἰς ἧπαρ ἀφικέσθαι, πρὶν ἐν τούτῳ γενέσθαι τῷ χωρίῳ. διανέµεται δ’ ἐντεῦθεν εἰς τὰ σιµὰ τοῦ ἥπατος ἅπαντα, κᾄπειτα δι’ ὧν εἰρήκαµεν περάτων εἰς τὸ κυρτὸν µεταλαµβάνεται. οὐδὲν οὖν θαυµαστόν ἐστι, διά τε τὴν τῶν ὁδῶν στενότητα καὶ τὸ πλῆθος τῆς διερχοµένης οὐσίας ἐµφράξεσι συνεχέσιν ἁλίσκεσθαι τὸ σπλάγχνον. ἴασις οὖν αὐτῶν ἔσται, πρὶν µὲν πολλὰς γενέσθαι καὶ πυρέττειν τὸν ἄνθρωπον, ἡ τῶν λεπτυνόντων ἐδεσµάτων τε καὶ φαρµάκων προσφορά. πολλῶν δὲ γενοµένων, οὐκ αὐτὴ µόνον, ἀλλὰ καὶ ἡ κένωσίς ἐστιν, ἥντινα δι’ ὧν χρὴ ποιεῖσθαι χωρίων, ἥ τε διάπλασις ἐνδείξεται τοῦ σπλάγχνου καὶ ἡ θέσις. ἐκ τούτων γοῦν ὁρµώµενοι, τὰ µὲν ἐν τοῖς σιµοῖς τοῦ ἥπατος ἐπ’ ἔντερον προτρέψοµεν, ὅσα δ’ ἐν τοῖς κυρτοῖς ἐστι, δι’ οὔρων ἐκκενώσοµεν. οὕτω δὲ καὶ ὅσα κατὰ τὸν θώρακα καὶ τὸν πνεύµονα περιέχεται, κενοῦσθαι δεόµενα, παρά τε τῆς διαπλάσεως αὐτῆς καὶ τῆς θέσεως ἐδιδάχθηµεν ἐκκαθαίρειν διὰ βηχῶν. ὡσαύτως δὲ