litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 68 69 70 71 72 73 74 75 76 ... 216
Перейти на страницу:
ὁρῶσιν ἀξιολόγῳ τινὶ τὸν ἕτερον ἰσχυρότερον ὄντα θατέρου. προγνώσεται µὲν οὖν ὁ ἰατρὸς ὑγείαν τε καὶθάνατον οὐκ ἐξ ἄλλων ἀσκηµάτων, ἢ τοῦ γνωρίζειν ἀκριβῶς τὴν ἰσχὺν τοῦ νοσήµατος καὶ τῆς φύσεως. ἐκ δὲ τῶν αὐτῶν καὶ τὴν ἑκατέρου προθεσµίαν εὑρήσει. ταχεῖα γὰρ ἔσται ἡ λύσις τοῦ νοσήµατος, ὅταν ἡ δύναµις εὐρωστῇ, θάνατος δὲ διαταχέων, ἢν αὐτὴ µὲν ἀσθενὴς ᾖ, ἰσχυρότερον δὲ τὸ νόσηµα. τὸ δὲ τῆς ὑπεροχῆς µέγεθος ἐνδείκνυται τῆς προθεσµίας τὸν χρόνον. ἀπὸ τούτων µὲν τῶν σκοπῶν ὁ ἰατρός ἐστι προγνωστικός. ἐξ οἵων δὲ διασκεµµάτων αὐτῷ περίεστι διαγινώσκειν τοὺς σκοποὺς, εἴρηται µὲν ἐν τοῖς περὶ κρίσεων ἐπὶ πλέον, ἐρήσεται δὲ καὶ νῦν ἡ καθόλου µέθοδος, ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦδε. ἰσχὺν µὲν τῆς φύσεως ἐκ τῶν οἰκείων ἐνεργειῶν γνωρίσεις, καὶ µάλιστα τῶν κατὰ τοὺς σφυγµοὺς, ἐπειδὴ τῆς ζωτικῆς οὗτοι δυνάµεως ἔργον εἰσί· τὸ δὲ µέγεθος τοῦ νοσήµατος ἐκ τῶν οἰκείων συµπτωµάτων· τὸ δ’, ὅσῳ θάτερον ὑπερέχει θατέρου, ταῖς ἀπεψίαις καὶ πέψεσιν, αὐτὰς δὲ ταύτας ἐκ τῶν ἰδίων περιττωµάτων· τὰς µὲν ἐν τῇ γαστρὶ διὰ τῶν ὑπιόντων κάτω, τὰς δ’ ἐν τοῖς ἀγγείοις διὰ τῶν οὔρων, τὰς δ’ ἐν ὅλῳ τῷ σώµατι διὰ τῶν ἱδρώτων. οὕτω δὲ καὶ τὰς ἄλλας ἁπάσας, ὅσαι κατά τι µέρος ἓν ἢ πλείω συνίστανται. τὰς µὲν κατὰ θώρακα καὶ πνεύµονα διὰ τῶν ἀναβηττοµένων. ὅσαι δὲ κατὰ κύστιν ἢ νεφροὺς, διὰ τῶν τοῖς οὔροις ἐµφεροµένων. ἥπατος δὲ σιµὰ καὶ µεσεντέριον ὅπως ἔχει δυνάµεως, ἐκ τῶν ὑπιόντων κάτω, καὶ τῶν ἐµουµένων τὰ κατὰ τὴν ἄνω γαστέρα καὶ τὸν στόµαχον. ὅσα δὲ δι’ ὑπερώας ἐκκρίνεται, ἢ διὰ ῥινῶν καὶ δι’ ὤτων, ἐγκέφαλον, ὅπως ἔχει ῥώµης, δηλώσει. κοινὸν δ’ ἐπὶ πάντων, ὡς οὐχ οἷόν τε διαλυθῆναι τὸ νόσηµα, πρὶν ἐν τοῖς ἀπιοῦσι περιττώµασιν ὀφθῆναι πέψεως γνωρίσµατα. οὕτω κᾂν ὦτα κακῶς ἔχῃ, κᾂν ὀφθαλµοὶ, κᾂν φάρυγξ, κᾂν µόριόν τι ἑλκωθὲν ᾖ, ἢ συλλήβδην εἰπεῖν ἅπαντες πεπασµοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σηµαίνουσιν. ὠµὰ δὲ καὶ ἄπεπτα, καὶ εἰς κακὰς ἀποστασίας ἐκτρεπόµενα, ἀκρισίας, ἢ πόνους, ἢ χρόνους, ἢ θανάτους, ἢ τῶν αὐτῶν ὑποστροφάς. ταῦτα περὶ προγνώσεως ἀρκεῖ πρὸς τὸ παρόν. ὁ γάρ τοι πᾶς ὑπὲρ αὐτῶν λόγος ἐν ταῖς οἰκείαις πραγµατείαις γεγένηται κατὰ µέρος µεγίσταις οὔσαις, καὶ σχεδὸν ἅπαντα τὰ θεωρήµατα περιειληφυίαις, τά τε περὶ τῶν σφυγµῶν καὶ κρίσεων καὶ κρισίµων ἡµερῶν. ἐξ ὧν γάρ τις προγινώσκει µάλιστα, διὰ τῶν τριῶν τούτων δεδήλωται. δοκῶ τέλος ἔχειν τὴν θεραπευτικὴν ἅπασαν µέθοδον.

19. ᾿Επειδὴ καὶ τοὺς ἀπαλλαγέντας νοσηµάτων εἰς εὐρωστίαν ὑγιεινὴν ἄγεσθαι προσήκει, καὶ τοὺς ὑποσυ ροµένους εἰς τὰ νοσήµατα προφυλάττεσθαι τὰς νόσους, ἔτι τε τοὺς ἀµέµπτως ὑγιαίνοντας ἐν τούτῳ φυλάττεσθαι, καὶ τρία ταῦτα ὑπόλοιπα µέρη τῆς τέχνης ἐστὶ, διὰ βραχυτάτων εἰπεῖν τι καὶ περὶ τῆς τούτων συστάσεως. ἐπεὶ τοίνυν εἴρηται καὶ πρόσθεν, ὡς ἔστι τρία τὰ σύµπαντα γένη τῶν παρὰ φύσιν, αἰτίαι τε, καὶ διαθέσεις, καὶ συµπτώµατα, τὸ προφυλακτικὸν κᾂν εἴη µέρος τῆς τέχνης, ὃ δὴ καὶ καλοῦσιν ἰδίως προφυλακτικὸν ἐν τῷ πρώτῳ γένει συνιστάµενον. ὅταν γὰρ ἤτοι πλῆθός τι χυµῶν, ἢ φαυλότης, ἢ ἔµφραξις, ἢ φθαρτικὴ δύναµις ἐγγίνηται τῷ σώµατι, κίνδυνός ἐστιν ὅσον οὔπω νοσῆσαι τὸν ἄνθρωπον, ποτὲ δὲ καὶ ἐσχάτως κινδυνεῦσαι. δυσδιάγνωστοι δὲ τοιαῦται αἰτίαι ἅτε οὐ λυποῦσαι τὸν ἄνθρωπον. ὥσπερ γε ἀµέλει καὶ ὁ τοῦ λυττῶντος κυνὸς ἰὸς, οὗ σηµεῖον ἴδιον οὐδέν ἐστιν ἐν τῷ σώµατι περιεχόµενον, πρὶν ἐγγὺς ἥκειν λύττης τὸν δηχθέντα. καὶ δὴ καὶ πυνθάνεσθαι τῶν τοιούτων αἰτιῶν ἀναγκαῖόν ἐστιν τὸν ἰατρὸν αὐτῶν τῶν πασχόντων ὑπὲρ τῶν συµπεσόντων αὐτοῖς ἑκάστου. ὅταν µέντοι πλῆθος ἢ κακοχυµία ὑποτρέφηται, ἢ τὸν ὄγκον τοῦ σώµατος, ἢ ἐµφράττηταί τι σπλάγχνον, ἔνεστι γνωρίζειν αὐτὰ διά τινων συµπτωµάτων, ἃ µέσα πώς ἐστι τῶν τε τοῖς ὑγιαίνουσι ὑπαρχόντων καὶ τῶν τοῖς νοσοῦσι συµβαινόντων. τὰ µὲν γὰρ τοῖς ὑγιαίνουσιν ὑπάρχοντα κατὰ φύσιν ἅπαντά ἐστι καὶ ἄµεµπτα· τὰ δὲ τοῖς νοσοῦσι συµβαίνοντα παρὰ φύσιν τε καὶ µεµπτά· τὰ δὲ µεταξὺ τούτων ἐκ µὲν τοῦ γένους ἐστὶ τῶν ταῖς νόσοις συµβαινόντων, οὕτω δὲ σµικρὰ τοῖς µεγέθεσι καὶ ἀσθενῆ ταῖς δυνάµεσι, ὡς µηδέπω κωλύεσθαι πρὸς αὐτῶν τὰς συνήθεις ἑκάστῳ πράξεις. εἴτε γὰρ ὀδύνη κεφαλῆς ἢ ἄλλου τινὸς εἴη µέρους οὕτω σµικρά τις, ὡς µήπω τὸν ἄνθρωπον ἀναγκάζεσθαι κλινήρη γενέσθαι, ἀλλὰ καὶ εἴτε βάρος, ἤτοι καθ’ ὑποχόνδριον, ἢ κεφαλὴν, ἢ ἄλλο τι µέρος, ἢ σπλάγχνον, οὐδὲ τοῦθ’ ἱκανὸν ἀποστῆσαι τῶν συνήθων. ἔτι δὲ δὴ µᾶλλον ὄγκος τοῦ σώµατος, ἢ ἰσχνότης, ἢ ἄχροια, καὶ ὁ πρὸς τὰς κινήσεις ὄκνος, ἢ ὑπνώδης διάθεσις, ἢ ἀγρυπνία τῶν κατὰ τὰς τοῦ βίου πράξεις ἐνεργειῶν ἀπάγειν οὐχ ἱκανὰ, καὶ πολὺ δὴ µᾶλλον ἀνορεξία τις, ἢ ὄρεξις ἐπιτεταµένη σιτίων· ἄµφω γὰρ γίγνεται τοῦ σώµατος οὐκ ἀκριβῶς ὑγιαίνοντος, ὥσπερ γε καὶ ἀδίψους παρὰ λόγον, ἢ διψώδεις, ἢ δακνοµένους τὸν στόµαχον, ἢ τὴν κοιλίαν, ἢ κοπώδεις ἑαυτοὺς αἰσθάνεσθαι. τοιοῦτος γάρ τις ὁ τύπος ἐστὶ τῶν συµβαινόντων τοῖς ὑποφεροµένοις εἰς νόσον. ἡ δ’ ἐπανόρθωσις τῶν ἐργαζοµένων αὐτὰ διαθέσεων, συνελόντι µὲν εἰπεῖν, διὰ τῶν ἐναντίων, ὡς ἔµπροσθεν δέδεικται. κατὰ µέρος δ’ ἐπιόντι, τὸ µὲν περιττὸν ἅπαν ἐκκενοῦν προσήκει, διορισάµενον ὅπως ἐστὶ περιττὸν, εἴτε ὡς ποσὸν, εἴτε ὡς ποιὸν, εἴτε ὡς ἄµφω. τὸ δ’ ἐπανελθεῖν δυνάµενον εἰς τὸ κατὰ φύσιν, ἀλλοιοῦν διὰ τῶν ἐναντίων, τὸ µὲν παχὺ καὶ γλίσχρον λεπτύνοντα, τὸ δὲ λεπτὸν παχύνοντα, κοινῇ δ’ ἄµφω πέττοντα, τὰς δ’ ἐµφράξεις διαῤῥίπτοντα, τὰ δ’ ὅλῳ τῷ γένει παρὰ φύσιν, οἷά τε τὰ δηλητήρια καὶ οἱ ἰοὶ τῶν ἰοβόλων ζώων, ἀλλοιοῦντα καὶ κενοῦντα, τὰς µὲν ἀλλοιώ σεις διὰ τῶν ἐναντίων, ἤτοι καθ’ ὅλην τὴν οὐσίαν, ἢ κατὰ ποιότητα µίαν, ἢ δύο ποιούµενον, ἐκκενοῦντα δὲ διὰ τῶν ἑλκτικῶν δυνάµεων. δι’ ὧν δ’ ἄν τις ταῦτα ποιήσειε βοηθηµάτων, ἐξ αὐτῶν τῶν διαθέσεων ληπτέον. εἰ µὲν γὰρ πάντες ὁµοίως αὐξηθεῖεν χυµοὶ, διὰ φλεβοτοµίας µὲν ἡ κυριωτάτη καὶ µεγίστη κένωσις, ἑξῆς δὲ διὰ τρίψεων καὶ γυµνασίων, καὶ λουτρῶν, καὶ ἀσιτίας. οὕτω δὲ χρὴ κενοῦν, καὶ εἰ τὸ αἷµα πλεονάσει µόνον. εἰ δ’ ὁ τῆς ξανθῆς ἢ µελαίνης χολῆς χυµὸς, ἤ τις ὑδατώδης ὀῤῥὸς χυµοῦ, διὰ κενώσεως µὲν, ἀλλ’ οὐχ ὁµοίως. τὰ µὲν γὰρ ἐν ταῖς πρώταις φλεψὶ περιττώµατα τοῖς ὑπηλάταις ἐκκαθαίρειν· τὰ δ’ ἐν ταῖς ἄλλαις, δι’ οὔρων µὲν τὰ ὑδατώδη καὶ λεπτὰ, διὰ καθάρσεως δὲ τὰ χολώδη. ἐγχωρεῖ δὲ καὶ τὰ λεπτὰ τοῖς ὑπηλάταις ἐκκενοῦν. τὰ δὲ καθ’ ὅλην τὴν ἕξιν, ὅσα µὲν λεπτὰ, δι’ ἱδρώτων τε καὶ φαρµάκων, ὁπόσα τῷ δέρµατι προσφερόµενα ξηραίνειν πέφυκε. ὅσα δὲ χολώδη, καθάρσει µὲν πρῶτον, ἑξῆς δὲ τῇ διὰ

1 ... 68 69 70 71 72 73 74 75 76 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?