litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 64 65 66 67 68 69 70 71 72 ... 216
Перейти на страницу:
ἅπαντα τὰ δυνατὰ καὶ ἀδύνατα. οἷον εἰ δυνατὸν, ἀπολλυµένου χόνδρου, γεννᾶσθαι πάλιν ἕτερον χόνδρον, ἢ ἀντ’ αὐτοῦ τι παραπλήσιον. οὕτω δὲ καὶ ὀστοῦν εἰ δυνατὸν ἕτερον ποιῆσαι τοῦ µετὰ τὴν ἀποκύησιν ἀπολλυµένου, ἤ τι παραπλήσιον αὐτῷ· καὶ εἰ συµφῦναι τὸ νευρῶδες τοῦ διαφράγµατος, ἢ τὴν καρδίαν, ἢ τὸ ἧπαρ, ἢ ὅλως ὁτιοῦν τῶν ἄλλων µορίων. ἐµοὶ δὲ οὐ καιρὸς ἐνταῦθα διέρχεσθαι πάντα. οὐ γὰρ εἰς ἓν τοῦτο τὸ βιβλίον ἐγχωρεῖ τὴν ὅλην ἰατρικὴν καταθέσθαι, οὐδὲ τοῦτ’ ἐξ ἀρχῆς ὁ λόγος ἔσπευδεν, ἀλλὰ τὰς µεθόδους εἰπεῖν, ἐνδείξασθαί τε περὶ τῆς συστάσεως τῆς τέχνης, ἐκ τίνων τε καὶ πόσων ἀρχῶν, καὶ κατὰ τίνας ὁδοὺς γίγνεται. καταπαύσας οὖν ἐνταῦθα τὸν ἐνεστῶτα λόγον, εἰς ἕν τε κεφάλαιον ἀναβαλὼν, προσθήσω τῷ πρόσθεν ἤδη συνεστῶτι µέρει τῆς τέχνης. ὡς γὰρ ἐν ἐκείνῳ τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων εἶδος ἐξευρόντες ἠξιοῦµεν ἐν ταῖς κατὰ µέρος ὕλαις αὐτὸ θεάσασθαι πάσαις, οὕτω καὶ νῦν, ὑπὸ τῆς θεραπευτικῆς µεθόδου τῶν σκοπῶν εὑρηµένων, εἰς τὰς κατὰ µέρος ὕλας ἐµβιβάζειν αὐτοὺς ἀξιώσοµεν, ἵνα γνῶσιν, ὅσα τε δυνατὸν γίγνεσθαι κατ’ αὐτήν εἰσιν, ἢ ἐκ µέρους, ἢ κατά τινα χρόνον, ὅσα τ’ ἀδύνατον παντάπασιν· ἐπισκοπεῖσθαι δὲ κᾀνταῦθα τὴν πρὸς τὰς ἄλλας τέχνας ἀναλογίαν. ὡς γὰρ εἴ τις, ἐξ ὀπτῶν πλίνθων γεγενηµένης οἰκίας, εἶτα πεπονθυίας κατά τι µέρος, ἐπανορθοῦσθαι τοῦτο κελεύσειεν, ἐξαιροῦντας µὲν, ὅσαι πεπόνθασι τῶν πλίνθων, εἰς δὲ τὸν ἐκείνων τόπον ἐντιθέντας ἑτέρας ἀπαθεῖς, ἀναγκαῖον ἔσται τῷ δηµιουργῷ κατασκευάζειν πρότερον ἑτέρας ὁµοίας ταῖς πεπονθυίαις, ἔτι τε πρὸς τούτῳ τὴν ἐπιτηδείαν ὕλην οὐκ ἔχοντος παρασχεῖν τοῦ δεσπότου τῆς οἰκίας, ἀδύνατον εἶναι λέγειν τὴν ἐπανόρθωσιν· οὕτως ἔχει κἀπὶ τοῦ νῦν προκειµένου σκέµµατος. ἀπορίᾳ γὰρ τῆς ὕλης οὐδὲν ἐξ ὑστέρου ποιεῖν ἡ φύσις οἵα τ’ ἐστὶν, ὧν ἐκ σπέρµατος ἐν τῷ διαπλάττειν τὸ ζῶον ἐποίησεν.

14. ᾿Επεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, προσθῶµεν τῷ λόγῳ τὸ λεῖπον, ὑπὲρ ὧν ὀλίγον ἔµπροσθεν εἴποµεν, ἐξευρίσκοντες τὰ βοηθήµατα. τὰς µὲν γὰρ οἷον γενικὰς αὐτῶν ἰδέας διήλθοµεν, ὡς χρὴ τὰ µὲν ψύχειν, τὰ δὲ θερµαίνειν, τὰ δὲ ὑγραίνειν, τὰ δὲξηραίνειν. οὗτοι γὰρ ἐν τοῖς ὁµοιοµερέσιν οἱ σκοποὶ, καθάπερ ἐν τοῖς κατὰ τὸ πηλίκον, ἤτοι καθαίρειν ἢ ἀνατρέφειν, οὕτω δὲ κᾀν τοῖς κατ’ ἀριθµὸν, ἢ ἐξαιρεῖν ὅλον, ἢ γεννᾷν. ἐν δὲ τοῖς κατὰ διάπλασιν εἰς τὰ κατὰ φύσιν ἐπαναγαγεῖν σχήµατα, καὶ κενοῦν τὰ πεπληρωµένα, καὶ πληροῦν τὰ κεκενωµένα, καὶ τὰς ἐµφράξεις ἐκφράττειν, καὶ τὰς ἀναστοµώσεις συνάγειν, καὶ τὰ µεµυκότα, καὶ πεπυκνωµένα πρὸς τοὐναντίον ἐπιστρέφειν, τὰ µὲν ἀναστοµοῦντα, τὰ δὲ ἀραιοῦντα. οὕτω δὲ κᾀν τῷ κατὰ τὴν σύνθεσιν νοσήµατι πρὸς τὸ κατὰ φύσιν ἐπανάγειν ὁ σκοπὸς, κᾀν τῷ τὴν ἕνωσιν λελύσθαι κόλλησιν ἐργάζεσθαι τῶν κεχωρισµένων. ἀλλ’ ἐν ἅπασι τούτοις ἐξευρίσκειν ὕλας βοηθηµάτων οὐ µικρόν ἐστι µόριον τῆς τέχνης. οἷον εὐθέως ἐπὶ τῶν παραλλαττόντων ἄρθρων, ἐπειδὴ συµβαίνει µὴ µόνον ὀπίσω καὶ πρόσω, καὶ ἔνθα καὶ ἔνθα µεταχωρεῖν τὸ ἐξιστάµενον, ἀλλὰ καὶ πρὸς τὸν ἄνω τόπον ὑπὸ τῆς τῶν µυῶν συντονίας ἀνέλκεσθαι, διττῆς κινήσεώς ἐστι τοῖς ἐµβάλλουσιν ἡ χρεία, πρώτης µὲν τῆς κάτω, δευτέρας δὲ τῆς εἰς τὴν οἰκείαν χώραν ἀποθέσεως. καὶ διὰ τοῦτο χωρὶς ἀντιτάσεως ἀδύνατον γενέσθαι τὴν ἐµβολήν. εἰς δὲ τὴν ἀντίτασιν ὅτι µὲν ἰσχυροτέρων ἀντιλήψεών τε καὶ τάσεών ἐστι χρεία, πρόδηλον ἅπαντι. ποιεῖν δ’ αὐτὰ ἐνίοτε διὰ τῶν ἡµετέρων χειρῶν ἀδυνατοῦντες, ὄργανα πρὸς τοῦτ’ ἐξευρήκαµεν ἐπιτήδεια. τὰ πολλὰ δ’ αὐτῶν καὶ εἰς αὐτὴν τὴν ἀπόθεσιν τῶν ἐξηρθρηκότων συµπράττει. καὶ ταῦτα πάντα τὰ ὄργανα τῶν βοηθηµάτων ὕλαι τινές εἰσιν, ὥσπερ καὶ τὰ ἁρµοζόµενα πάντα, καὶ τὰ φάρµακα, καὶ τὰ ἐδέσµατα, καὶ τὰ πόµατα, καὶ ἁπλῶς ὅσα προσαγόµενα τῷ σώµατι τὰς εἰρηµένας διαθέσεις εἰς τὸ κατὰ φύσιν ἐπανάγει. χρὴ τοίνυν πεπραγµατεῦσθαι καὶ περὶ τῆς τούτων ὕλης τὸν ἰατρὸν, συµβιβάζοντα τοὺς εἰρηµένους ἔµπροσθεν σκοποὺς τῇ χρήσει τῶν ὑλῶν, ἵνα µή ποτε πλανηθῇ ὅµοιόν τι πάθος τοῖς οἰοµένοις, ὅσα µὲν δεῖται ψύχεσθαι, πᾶσιν αὐτοῖς ἁρµόττειν ὕδωρ ψυχρὸν, ὅσα δὲ θερµαίνεσθαι, θερµὸν, οὐκ εἰδόσιν, ὅτι κατὰ συµβεβηκὸς ἐνίοτε καὶ τὸ ψυχρὸν θερµαίνει, καὶ τὸ θερµὸν ψύχει. πλεῖστα δὲ περὶ τῆς ἐν τούτοις ἅπασι µεθόδου κατὰ τὴν περὶ φαρµάκων πραγµατείαν λέγονται. ἐν δὲ τῷ παρόντι λόγῳ τοῦτο προσθῶµεν, ὡς ἅπαν τὸ τοιοῦτον γένος τῆς ὕλης τῶν βοηθηµάτων ἐν προσφεροµένοις, καὶ ποιουµένοις, καὶ κενουµένοις, καὶ τοῖς ἔξωθεν προσπίπτουσι κεῖται, δι’ ὧν ἁπάντων ὁ συνιστάµενος τὴν τέχνην διεξελθὼν καὶ τῆς κατὰ µέρος ὕλης ἁπάσης ἐπιστήµην ἔχων οὐ µόνον τῆς δυνάµεως, ἀλλὰ καὶ τῆς χρήσεως οὕτως ἂν εἴη συµπεπληρωκὼς ἅπαντα τὰ ὑγιεινὰ τῶν αἰτίων, ὡς µηδὲν λείπειν αὐτῷ πρὸς τὴν τῆς θεραπευτικῆς τέχνης σύστασιν, εἰς δύο κεφάλαια τούτων ἁπάντων ἀναγοµένων, εἴς τε τὴν γνῶσιν τῶν σωµάτων, οἷς προσάγεται τὰ βοηθήµατα, καὶ αὐτὴν τὴν τῶν βοηθηµάτων φύσιν.

15. ῾Υπόλοιπον δ’ ἂν εἴη πράττειν αὐτῷ µέλλοντι τὰ κατὰ τὴν τέχνην, ἐξευρῆσθαί τινα διαγνωστικὴν θεωρίαν ἁπασῶν τῶν διαθέσεων, καὶ µάλισθ’ ὅσαι περὶ τὰ κατὰ βάθος µόρια συνίστανται. οὐδὲ γὰρ ἐνταῦθα τοῦ τυχόντος ἐστὶν ἐξευρεῖν ἑκάστου τῶν µορίων, ἢ τῶν ἁπλῶν, ἢ τῶν ὀργανικῶν, τὴν νοσώδη διάθεσιν, ὅταν ἐν τῷ βάθει τύχῃ κείµενον. ἀλλὰ κᾀνταῦθα µεθόδῳ τινὶ χρὴ πειρᾶσθαι τὸ πεπονθὸς ἐξευρίσκειν ἅµα τῇ περὶ αὐτὸ διαθέσει, περὶ ἧς εἴρηται καὶ ἡµῖν ἑτέρωθι διὰ πλειόνων. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν µεθόδων ἐνταῦθα τὰ κεφάλαια διήλθοµεν, οὕτω καὶ περὶ τούτων εἰπεῖν ἀναγκαῖόν ἐστι, καὶ πρῶτόν γε, διὰ τίνος γένους τῶν παρὰ φύσιν ἐλπίζειν χρὴ τὴν διάγνωσιν αὐτῶν ποιήσασθαι. τρία γάρ ἐστι τὰ σύµπαντα γένη τῶν παρὰ φύσιν, ἓν µὲν, αἱ διαθέσεις αἱ βλάπτουσαι τὴν ἐνέργειαν· ἕτερον δὲ, τὰ τούτων αἴτια·καὶ τρίτον, τὰ συµπτώµατα. τὰ µὲν οὖν αἴτια κυριώτατα µὲν, ὅταν ἐνεργῶσι, ταύτης τῆς προσηγορίας ἀξιοῦται. λέγεται µέντοι γε πολλάκις, εἰ καὶ µηδέπω µηδὲν ἐνεργεῖ, κατ’ αὐτὸ τὸ δύνασθαι µόνον, οἷον καὶ ἡ ἀπεψία νόσων αἰτία λέγεται, κᾂν µηδέπω νοσάζῃ. καλῶ δὲ ἀπεψίαν οὐ µόνον τῆς ἐν γαστρὶ πέψεως τὴν ἀποτυχίαν, ἀλλὰ καὶ ἐν τοῖς ἀγγείοις τε καὶ ἥπατι, καὶ κατὰ τὸν ὄγκον σύµπαντα. τῶν δὲ συµπτωµάτων τὸ γένος εἰς τρεῖς τέµνεται διαφορὰς, τὴν βλάβην τῶν ἐνεργειῶν, τὰ συµβεβηκότα τοῖς σώµασι, τὰς τῶν ἐκκρινοµένων ἀµετρίας. ἁπάντων δὲ τούτων αἰτία τοῦ σώµατός ἐστιν ἡ διάθεσις, ἣν εἴτε νόσον, εἴτε πάθος ὀνοµάζοι τις, οὐ διοίσει. γνωρίζεται δ’ εἰκότως ὑπὸ τῶν συµπτωµάτων, αἰτίας γε λόγον ἔχουσα πρὸς αὐτά. ἔνια µὲν οὖν αὐτῶν ἐξ ἀνάγκης ἕπεται ταῖς διαθέσεσιν, ἔνια δ’ οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἤτοι πλειστάκις, ἢ σπανιάκις, ἢ ἀµφιδόξως. ὥσπερ αὖ πάλιν ἕτερα συµπτώµατα, τὰ µὲν

1 ... 64 65 66 67 68 69 70 71 72 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?