Шрифт:
Интервал:
Закладка:
2. ᾿Αρξώµεθα οὖν ἀπὸ τῶν πυρετῶν, ἐπειδὴ καὶ σὺ τῆς τούτων ἰάσεως µάλιστα ἠξίου σοι τὴν µέθοδον λεχθῆναι, καὶ πρῶτον εἴπωµεν περὶ τῶν ἁπλουστάτων, οὓς ῾Ιπποκράτης ἐφηµέρους καλεῖ. οὗτοι δέ εἰσιν οἵ τε διὰ κόπους γινόµενοι καὶ µέθας καὶ ὀργὰς καὶ λύπας καὶ θυµοὺς καὶ τὰς ἄλλας φροντίδας τῆς ψυχῆς τὰς συντόνους. καὶ οἱ ἐπὶ βουβῶσι δὲ πυρετοὶ τούτου τοῦ γένους εἰσὶ, πλὴν εἰ µὴ χωρὶς ἕλκους φανεροῦ γένοιντο. τηνικαῦτα γὰρ ὕποπτοί τέ εἰσι καὶ οὐδαµῶς ἐπιεικεῖς. καὶ ἀγρυπνία δὲ πολλάκις ἤνεγκεν ἁπλοῦν πυρετὸν, ὥσπερ οὖν καὶ ψύξις ποτὲ καὶ ἔγκαυσις. οὗτοι πάντες οἱ πυρετοὶ ῥᾷστα λυθῆναι δύνανται· χρὴ γὰρ ἐπί τε λουτρὰ ταχέως ἄγειν αὐτοὺς καὶ τὴν ἄλλην τὴν συνήθη δίαιταν. ὡς ὅσοι γε τὴν πολυθρύλλητον διάτριτον ἐπὶ πάντων τῶν τοιούτων ἐκδέχονται, δριµυτέρους πολλάκις εἰργάσαντο τοὺς πυρετοὺς, καί τι καὶ ἄλλο προσεξαµαρτάνοντες, ὥσπερ οὖν ὁρᾷς τοὺς πολλοὺς αὐτῶν καθ’ ἑκάστην εἴσοδον ἁµαρτάνοντας, ὡς καὶ χειροποίητα ὄντως ἐργάσασθαι νοσήµατα. τὰ µὲν δὴ τῆς θεραπείας τοῖς τοιούτοις πυρετοῖς πρόχειρα, τὰ δὲ τῆς διαγνώσεως ἀκριβείας πλείονος δεῖται καὶ οὐδεὶς πρό γε ἡµῶν ἔγραψεν αὐτὰ εἰς ὅσον ἐχρῆν. ὥστ’ οὐδὲν θαυµαστὸν εἰς τοσοῦτον ἁµαρτάνειν τοὺς πολλοὺς ἐν ταῖς ἰάσεσιν, εἰς ὅσον κᾀν ταῖς διαγνώσεσι σφάλλονται. πολλάκις γὰρ ἤρξαντό τινες νοσηµάτων χαλεπῶν κατά τινα συντυχίαν, οἷον οἰνωθέντες, ἢ ἐγκαυθέντες, ἢ ψυχθέντες, ἢ κοπωθέντες, ἢ ἀγρυπνήσαντες, ἢ θυµωθέντες, ἢ ὁπωσοῦν ἄλλως αἰτίᾳ τινὶ συσχεθέντες τῶν καθ’ αὑτὰ βλάπτειν πεφυκότων· εἶτα οἰηθέντες τὸ πᾶν διὰ τὸ προηγησάµενον αἴτιον, οὐ δι’ ἄλλην τινὰ γεγονέναι διάθεσιν, ἀφυλακτότερον διαιτηθέντες ἔλαττον ἑαυτοὺς εἰς ἀνίατον ἢ καὶ δεινῶς δυσίατον ἐµβάλλοντες νόσηµα. ταῦτ’ οὖν χρὴ περὶ παντὸς πρόνοιαν πεποιῆσθαι, καθότι καὶ ῾Ιπποκράτης παραινεῖ προγινώσκειν οὐ τὰ µέλλοντα µόνον, ἀλλὰ καὶ τὰ προγεγονότα καὶ τὰ παρόντα. καὶ γὰρ οὖν καὶ τὸ νῦν προκείµενον ἐκείνου τοῦ µέρους τῆς τέχνης ἐστὶ, καὶ ἡµεῖς αὐτὸ καθόσον οἷόν τε σαφῶς γράψοµεν. οὐ σµικρὰ γὰρ ἡ διαφορὰ λούειν ἤδη τὸν κάµνοντα καὶ θαῤῥεῖν κελεύειν, ἢ διὰ πάσης φυλακῆς τε καὶ ἀσφαλείας ἄγειν. εἰσελθόντας οὖν χρὴ πρὸς τὸν ἀσθενοῦντα πρῶτον µὲν ἀπὸ τῶν µεγίστων σκοπεῖσθαι τὰ κατ’ αὐτόν· ἔπειτα δὲ καὶ ἀπὸ τῶν ἄλλων µηδὲν ὡς οἷόν τε µηδὲ τῶν ἐλαχίστων παραλείποντας. τὸ γὰρ µᾶλλον ἢ ἧττον τῇ παρὰ τῶν µεγίστων ἐνδείξει πιστεύειν ἐκ τῆς τῶν ἄλλων προσθήκης γίνεται. µέγιστα µὲν δὴ τοῖς πυρέσσουσιν ἅπασιν ἔν τε τοῖς σφυγµοῖς ἐστι καὶ τοῖς οὔροις γνωρίσµατα· προστιθέναι δὲ χρὴ τούτοις καὶ τἄλλα σύµπαντα, τά τε περὶ τὸ πρόσωπον παρ’ ῾Ιπποκράτους εἰρηµένα καὶ τὰ τῶν κατακλίσεών τε καὶ τὰ τῆς ἀναπνοῆς καὶ ὅσα κάτω τε καὶ ἄνω κενοῦται· καὶ µὲν δὴ καὶ εἴ τι σύµπτωµα περὶ ὁτιοῦν µόριον τοῦ σώµατος ἢ ἐνέργειαν αὐτοῦ συνιστάµενον βλέποις, οἷα δὴ µυρία ἐπὶ µυρίοις ἐκεῖνος ἔγραψε, µηδὲ τούτων ῥᾳθύµως µηδὲν παρέρχεσθαι. ταῦτα µὲν δὴ ἐπὶ πάντων κοινὰ τῶν πυρετῶν. ὥστε καὶ τοῖς ἁπλουστάτοις, ὑπὲρ ὧν ὁ ἐνεστηκὼς λόγος, οὐδὲν οὐδὲ τούτων χρὴ παραλιπεῖν. ἀλλ’ ἐπειδάν σοι τά τε τῶν σφυγµῶν καὶ τὰ τῶν οὔρων ἐνδείξηται τὸ ἦθος τοῦ πυρετοῦ· τῶν µὲν σφυγµῶν µήτε τὸ τῆς φλεγµονῆς σηµεῖον ἐχόντων µήθ’ ὅλως τὸ κατὰ µίαν προσβολὴν τῆς ἀρτηρίας ἀνώµαλον· εἰ δὲ καὶ ἔχοιεν, τοῦτο µὲν παντάπασιν ἀµυδρὸν ἐχόντων, τῶν οὔρων δὲ ἢ πάντῃ τοῖς κατὰ φύσιν ἐοικότων ἢ µὴ πολὺ τῆς φύσεως ἐξισταµένων, τόθ’ ἥκειν χρὴ καὶ ἐπὶ τἄλλα σύµπαντα τὰ πρόσθεν εἰρηµένα. κᾀπειδὰν ὥσπερ χορὸς συµφώνως ἅπαντα φθέγγωνται, θαῤῥεῖν τε ἤδη χρὴ καὶ, εἰ βούλοιο, προσανερέσθαι, µή τι προηγήσατο φανερὸν αἴτιον· εἰ γάρ τι καὶ τοιοῦτον ὁµολογήσει ὁ νοσῶν, ἀναµείνας τὴν πρώτην λύσιν τοῦ πυρετοῦ, λούειν αὐτίκα, πιστοτέρας σοι τῆς διαγνώσεως καὶ κατ’ αὐτὸ τὸ τῆς λύσεως εἶδος γινοµένης· ἥ τε γὰρ τῶν ἀρτηριῶν κίνησις ἐν τῷδε κατὰ πᾶν ἐξοµοιοῦται τῇ τῶν ὑγιαινόντων, οὐδενὸς τῶν ἄλλων πυρετῶν εἰς τὸ κατὰ φύσιν ἐπανιόντος, οὐδ’ εἰ πάµπολυς ὁ µεταξὺ χρόνος τῆς τε προτέρας τελευτῆς καὶ τῆς δευτέρας ἀρχῆς εἴη, καθάπερ ἐν τριταίοις τε καὶ τεταρταίοις, ἐν ἐκείνοις µὲν γὰρ ἀεὶ παραµένει τὸ τοῦ πυρετοῦ σηµεῖον, ἐν δὲ τοῖς ἐφηµέροις συνεξαλείφεται πᾶν τοῦ παροξυσµοῦ παυοµένου· τοῖς πλείστοις δὲ αὐτῶν καὶ νοτίδες· ἔστι δ’ οἷς καὶ ἱδρῶτες ἐπιφαίνονται χρηστοί. ἢ πάντως γε οἷον ἀτµός τις πολὺς ἐκ τοῦ βάθους ἀναφέρεται. ἀλλὰ καὶ τὰ οὖρα πολὺ βελτίω νῦν ἢ κατὰ τὴν ἀρχὴν τοῦ πυρετοῦ φανεῖταί σοι. καὶ εἰ κεφαλῆς ἤ τινος ἄλλου µέρους ἄλγηµα συνεισέβαλεν, οὐδὲ τοῦτ’ ἂν ἔτι µένοι. καὶ ἡ τοῦ κάµνοντος εὐφορία µέγιστόν τι καὶ αὐτὴ σηµεῖον οὖσα, καθάπερ τις σφραγὶς ἐπὶ πᾶσι τοῖς ἄλλοις ἐνδείξεταί σοι τὴν ἐπιείκειαν τοῦ πυρετοῦ. καὶ εἰ λουοµένοις δὲ αὐτοῖς µήτε φρίκη ἀήθης διοχλοίη µήτ’ ἄλλη τις ἀηδία, καὶ εἰ µετὰ τὸ λουτρὸν ἐφεξῆς ἐν εὐφορίᾳ µένοι, θαῤῥῶν ἤδη τρέφοις ἂν αὐτοὺς καὶ οἴνου παρέχοις ἀδεῶς πίνειν ὅσον τοῖς παροῦσι µέτριον. ἡµεῖς δὲ, ὡς οἶσθα, πειρώµεθα λέγειν αὐτοῖς τὸ προηγησάµενον αἴτιον, οὐ περιµείναντες ἐρέσθαι τὸν κάµνοντα, καὶ ἔστι µέγιστον σηµεῖον εἰς τὸ µηδὲν σφάλλεσθαι τὸ τοιαύτην τινὰ πεπορίσθαι δύναµιν. εἰ µέντοι µενόντων ἔτι τῶν τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γίγνοιτο, διὰ τῶν σφυγµῶν µάλιστα πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ σφυγµῶν γέγραπται· µετὰ τούτους δὲ καὶ τὴν ἀπὸ τῶν ἄλλων ἀπάγειν διάγνωσιν. εἰ δ’ αὐτὰ µὲν εἴη πεπαυµένα, µένοι δὲ ἡ διάθεσις, ἀµυδρὸν µέν τι καὶ κατὰ τοὺς σφυγµοὺς εὑρήσεις γνώρισµα τῶν ποιησάντων τὸν πυρετὸν παθῶν, ἀποχρήσει δέ σοι καὶ χωρὶς τῶν σφυγµῶν τὰ λοιπά· κοινῶς µὲν γὰρ ἅπασι τὰ οὖρα πυῤῥά. πρόσεστι δὲ τοῖς µὲν διὰ λύπην δριµύτης µᾶλλον ἢ πλῆθος θερµασίας· ὡς τοῖς γε διὰ θυµὸν ἔµπαλιν. ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώµατος ἐπιδηλοτέρα τοῖς λυπηθεῖσιν ἢ φροντίσασι· καὶ ἡ τῶν ὀφθαλµῶν κοιλότης καί τις ἀήθης ἄχροια, ταῦτα µὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν φροντισάντων κοινά. µάλιστα δὲ τοῖς ὀφθαλµοῖς διορίζειν χρή· ἔνεστι γὰρ ἐκ τούτων τεκµαίρεσθαι κᾀν τοῖς ὑγιαίνουσι