Интервал:
-
+
Перейти на страницу:
διὰ βραχέων σηµεῖα, δι’ ὧν ἐπιγνώσῃ τὸ εἶδος τοῦ πυρετοῦ. µακρότερον δὲ καὶ σαφέστερον ἑτέρωθι πάντα λέλεκται. Τοὺς µὲν οὖν µετὰ ῥίγους εἰσβάλλοντας οὐκ ἂν ἀπὸ τρόπου τῶν κατὰ περίοδον ἐνοχλούντων ὑπολάβοις εἶναι. τριταῖοι γὰρ καὶ τεταρταῖοι µετὰ ῥίγους τοὐπίπαν παροξύνουσιν. ἀλλ’ οἱ µὲν τριταῖοι εὐθὺς ἐν τῇ πρώτῃ καταβολῇ πολλάκις µετὰ σφοδροῦ τοῦ ῥίγους ὑπήρξαντο. τεταρταῖον δ’ οὐκ οἴδαµεν µετὰ σφοδροῦ ῥίγους ἀρξάµενον, ἀλλ’ ἐν τῷ χρόνῳ τὸ µέγεθος αὐτῷ προσγίνεται, σὺν τῷ µηδ’ εὐθὺς ἀπ’ ἀρχῆς τὰ πολλὰ τὸν πυρετὸν τοῦτον εἰσβάλλειν, ἀλλ’ ἑτέρων προηγησαµένων συµπίπτειν. ὁ µὲν οὖν τεταρταῖος τοῖς καλουµένοις πλάνησί τε καὶ πλανήταις ἐπιγίνεται πυρετοῖς διὰ φλέγµα. ὁ δ’ ἀµφηµερινὸς οὐδὲ χωρὶς τοῦ τὸ στόµα τῆς γαστρὸς πεπονθέναι τὰ πολλὰ συνίσταται· καθάπερ ὁ τεταρταῖος περὶ σπληνὶ κακοπραγοῦντι· ὁ δὲ τριταῖος περὶ ἥπατι. τὸν µὲν δὴ µετὰ σφοδροῦ τοῦ ῥίγους ἀρξάµενον εἰκὸς µᾶλλον τριταῖον ἢ τῶν ἄλλων τινὰ εἶναι πυρετῶν. εἰ δὲ καὶ τἄλλα τὰ ἐφεξῆς εἰρησόµενα µαρτυροίη, τοῦτον µὲν ἂν ἐναργῶς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡµερῶν διαγινώσκοις εἶναι τριταῖον. εἰ δὲ µετὰ βραχέος ἄρξεται ῥίγους, τότε δεῖ καὶ µᾶλλον τοῖς ἄλλοις γνωρίσµασι τὸν νοῦν προσέχειν, ὡς οὐκ ἀµφηµερινοῦ καὶ τεταρταίου µόνον, ἀλλὰ καὶ ἡµιτριταίου καὶ ἄλλου τινὸς τῶν συνεχῶν εἶναι δυναµένου. τὰ δ’ ἄλλα γνωρίσµατα τό τε τῆς θερµασίας ἐστὶ ποιὸν καὶ ποσὸν καὶ ἡ τῶν ἀρτηριῶν κίνησις, αὐτό τε τοῦ ῥίγους τὸ εἶδος αἰσθανοµένου, ὥρα τε καὶ χώρα καὶ κατάστασις καὶ ἡ φύσις τοῦ νοσοῦντος καὶ ἡ ἡλικία καὶ τὰ προηγησάµενα καὶ τὰ παρακολουθοῦντα. τὴν µὲν γὰρ θερµασίαν πολλὴν καὶ δριµεῖαν εἶναι χρή· τοὺς δὲ σφυγµοὺς µεγάλους καὶ θερµοὺς καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς καὶ χωρὶς πάσης ἀνωµαλίας, πλὴν τῆς πυρεκτικῆς. τὸ δὲ ῥῖγος, οἷον νυττοµένου τοῦ χρωτὸς ὡς ὑπό τινος ὀξέος µᾶλλον ἢ ψυχροῦ, τῶν ἐν τεταρ-ταίοις τε καὶ ἀµφηµερινοῖς ψυχροῦ τοῦ ῥίγους αἰσθανοµένων. τὴν δ’ ὥραν θερινὴν, ὥσπερ οὖν καὶ τὸ χωρίον θερµὸν καὶ τήν γε παροῦσαν κατάστασιν· ἔστω δὲ καὶ ἡ φύσις τοῦ κάµνοντος θερµοτέρα τε καὶ χολωδεστέρα, καὶ ἡ ἡλικία νεανίσκου· καὶ γυµνασία µᾶλλον ἢ ἀργία προηγείσθω, καὶ ἔγκαυσις µᾶλλον ἢ ψύξις, καὶ ἔνδεια µᾶλλον ἢ πλησµονή. καὶ ἀγρυπνίαι δὲ καὶ λῦπαι καὶ κόποι καὶ σύντονοι φροντίδες εἰς τοῦτο συντελοῦσιν. εἰ δὲ καὶ πολλοῖς ἄλλοις τῶν νοσούντων ἐν ἐκείνῳ τῷ χρόνῳ τριταίοις ἁλῶναι συµβαίη καὶ τοῦτ’ ἂν εἴη πρὸς τοῖς εἰρηµένοις µέγιστον γνώρισµα. εἰ δὲ τούτων ἁπάντων ὑπαρχόντων ἢ τῶν µεγίστων τε καὶ ἐπικαιροτάτων δίψος τε αὐτοὺς ἔχει σφοδρὸν, ἔµετός τε χολῆς ἢ ἱδρὼς ἐπιγένηται ἢ ἀµφότερα, νῦν µὲν ἂν καὶ σαφῶς εἴη δῆλος. εἰ δὲ καὶ παύσαιτο µὲν πυρέττων ἐπὶ τοῖσδε ὁ ἄνθρωπος τοῦτον δὴ τὸν φανερὸν ἅπασι καὶ ἐν κινήσει πυρετὸν, ὑπολείποιτο δ’ αὐτῷ κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ἡ ἴδιος ἀνωµαλία τῶν πυρετῶν, βεβαίως ἂν οὕτως ἀποφαίνοις τριταῖον ὑπάρχειν αὐτὸν, ὡς εἰ καὶ διὰ τρίτης ἤδη παροξυνόµενον ἑώρας.
5. ῾Ο δὲ τεταρταῖος, χρὴ γὰρ καὶ τούτου τὰ γνωρίσµατά σοι γράψαι, τὸ µὲν ἐναργέστατον ἑαυτοῦ τεκµήριον ἐνδείκνυται κατὰ τὴν ἀρχὴν τῶν παροξυσµῶν, ἡνίκα ῥιγῶσιν ἔτι οἱ νοσοῦντες. ἱκανῶς γὰρ ἀραιοὶ καὶ βραδεῖς αὐτῶν οἱ σφυγµοὶ γίγνονται· κατὰ δὲ τὰς ἀκµὰς ἢ καὶ αὐξανοµένων ἔτι ταχεῖς µὲν ἀνάγκη καὶ πυκνοὺς εἶναι· σώζεται δ’ ὅµως καὶ τότε ἡ ἴδιος αὐτῶν βραδύτης τε καὶ ἀραιότης, εἰ τὸ προσγεγονὸς τάχους καὶ τῆς πυκνότητος τῶν παροξυσµῶν λογίσαιο. καὶ γὰρ οὖν καὶ εἰ παραβάλοις τὴν ἀκµὴν τοῦ τεταρταίου πυρετοῦ, τῇ τοῦ τριταίου ἀκµῇ πολλῷ τινί σοι δόξουσι θᾶττόν τε καὶ πυκνότερον ἐν τοῖς τριταίοις αἱ ἀρτηρίαι σφύζειν· καὶ αὐτῆς δὲ τῆς µιᾶς κινήσεως ἐν τῷ τεταρταίῳ πυρετῷ τὸ ἀνώµαλον ἐνδείκνυται τὴν ἰδέαν αὐτοῦ. τὴν γὰρ κοινὴν ἁπάντων τῶν πυρετῶν ἐν µιᾷ προσβολῇ τῆς ἀρτηρίας ἀνωµαλίαν ἐναργεστάτην ἐστὶν εὑρεῖν ἐν τούτῳ. πολλῷ γάρ τινι τήν τε ἀρχὴν τῆς κινήσεως καὶ τὸ τέλος ὠκύτερον εὑρήσεις τῶν µέσων· οὐ µὴν δὲ ἐπὶ τῶν τριταίων ὧδ’ ἔχει βραχεῖα γὰρ ἐν αὐτοῖς ἡ ὑπεροχὴ τοῦ τάχους ἐστὶ καὶ µάλιστα κατὰ τὰς ἀκµάς. ἀλλὰ καὶ τὰ τῆς θερµασίας γνωρίσµατα διαφερόντως αὐτοῖς ἔχει. τὸ γὰρ θερµὸν καὶ τὸ διακαὲς καὶ τὸ οἷον ζέον τῶν τριταίων πυρετῶν οὐκ ἂν εὕροις ἐν τεταρταίοις. ταυτὶ µὲν οὖν τὰ µέγιστα σηµεῖα, τὰ δ’ ἄλλα τὰ ἔξωθεν, οὐδὲ γὰρ χρὴ ταῦτα παραλιπεῖν, ἀλλὰ τήν τε φύσιν ἐπισκοπεῖσθαι τοῦ νοσοῦντος, εἰ µελαγχολικωτέρα· καὶ τὸν καιρὸν τοῦ ἔτους, εἰ φθινόπωρον· καὶ τὴν παροῦσαν κατάστασιν, εἰ ἀνώµαλος. οὕτω δὲ καὶ τοῦ χωρίου τὴν φύσιν καὶ τῶν ἐπιδηµούντων νοσηµάτων· καὶ εἰ σπλὴν µέγας εἴη καὶ ἄτακτοι πυρετοὶ προηγήσαντο καὶ ἡ ἡλικία τῆς ἀκµῆς ἐπέκεινα καὶ εἰ µεθ’ ἱδρῶτος παύοιντο· χολῆς δὲ ξανθῆς ἔµετον ἐν τούτοις τοῖς πυρετοῖς µὴ προσδοκᾷν, ὥσπερ οὐδ’ ἐν τοῖς ἀµφηµερινοῖς, ἴδιον γὰρ τῶν τριταίων τοῦτο. παυσαµένων δὲ τοῦ πυρέττειν, εἰ τὸ τοῦ πυρετοῦ σηµεῖον ἔτι παραµένοι καὶ οἱ σφυγµοὶ τῶν κατὰ φύσιν ἀραιότεροί τε καὶ βραδύτεροι γίγνονται, τεταρταῖος ἂν εἴη σαφῶς ὁ τοιοῦτος πυρετός.
6. ᾿Αµφηµερινὸν δὲ πυρετὸν τοῖσδ’ ἂν µάλιστα γνωρίσαις· ὑγροτέραν γὰρ εἶναι χρὴ τὴν θερµασίαν αὐτοῦ µετά τινος δριµύτητος, οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν εὐθὺς ὑποπιπτούσης, ἀλλ’ ἐγχρονιζούσης τῆς χειρός. καπνώδη γάρ τινα θερµασίαν ἀτµῷ πολλῷ συµµιγῆ δόξαις ἀνιέναι, καταπνιγοµένου µᾶλλον ἐν ὑγρότητι τοῦ πυρὸς πολλῇ ἢ αὐτοῦ τῆς ὕλης κρατοῦντος. ἀλλὰ καὶ οἱ σφυγµοὶ τούτοις µικρότεροι τῶν ἐν τεταρταίοις εἰσὶ πλέον ἢ ἐκεῖνοι τῶν ἐν τριταίοις. ἀραιότεροι δ’ αὖ πάλιν οἱ ἐν τοῖς ἀµφηµερινοῖς τῶν ἐν τριταίοις τοσοῦτον, ὅσον τούτων οἱ ἐν τοῖς τεταρταίοις. βραδύτητος δὲ ὡσαύτως ἐν ἀµφοῖν ἔχουσιν. ἧττον δὲ διψώδης ὁ πυρετὸς οὗτος. λείπεται οὖν τεταρταίου τοσοῦτον, ὅσον ἐκεῖνος τριταίου. καὶ ἡ γλῶσσα καὶ τὸ σύµπαν σῶµα ξηρότατον µὲν ἐν τριταίοις, ὑγρότατον δ’ ἐν τούτοις ἐστὶ τοῖς πυρετοῖς· καὶ οἱ ἔµετοι φλεγµατώδεις καὶ ὅσα διὰ γαστρὸς ἐκκρίνεται ψυχρότερα καὶ ὑγρότερα καὶ ὠµότερα καὶ ὑδατωδέστερα καὶ φλεγµατωδέστερα. καὶ τὸ σύµπαν ἀπέπτων χυµῶν ἀνάπλεων ἐν τούτοις τοῖς πυρετοῖς εὑρήσεις τὸ σῶµα. καὶ γὰρ οὖν καὶ ἡλικίαις καὶ φύσεσι καὶ χώραις καὶ ὥραις ἔτους καὶ κράσεσιν ὑγροτέραις συµπίπτουσι. νεανίσκον µέν γε χολώδη καὶ ξηρὸν τῇ κράσει οὐκ εἶδον οὐδέπω ποτε ἁλόντα τούτῳ τῷ πυρετῷ. παῖδες δὲ καὶ µάλιστα οἱ µικρότεροι καὶ ὅσοι τῶν τελείων φλεγµατικώτεροί τέ εἰσι καὶ τὴν ἕξιν τοῦ σώµατος παχεῖς καὶ ἀργὸν τὸν βίον ἔχοντες ἐν πλησµοναῖς καὶ µέθαις καὶ λουτροῖς συνεχέσι καὶ µάλιστα τοῖς ἐπὶ τροφῇ ἀµφηµερινοῖς εὐάλωτοι· ἀτὰρ οὖν καὶ χωρία τὰ ὑγρότερα καὶ τῶν ὡρῶν τοῦ
Перейти на страницу: