Шрифт:
Интервал:
Закладка:
7. Τοὺς συνεχεῖς δ’ ἂν γνωρίζοις µάλιστα µὲν ἐκ τοῦ µηδὲν αὐτοῖς παρεῖναι σηµεῖον, ὧν εἴποµεν ὑπάρχειν χρῆναι τοῖς διαλείπουσι, καὶ εἰ µὴ παύοιτο δὲ τῶν τεττάρων καὶ εἴκοσιν ὡρῶν ἐντὸς ὁ πυρετός· εἰ δὲ καὶ ἀνώµαλον ποιήσαιτο τὴν αὔξησιν, οὗτος µέν γε καὶ πρὸς τοῖς ἄλλοις γνωρίσµασι καὶ χρόνον ὑποσηµαίνει πλείονα· καὶ µὲν δὴ καὶ εἰ τὸ ἴδιον τῶν πυρετῶν σηµεῖον ἐν τοῖς σφυγµοῖς ἐναργὲς ἔχοιεν. εἰ δὲ καὶ ἀταξία τις ἢ ἀνωµαλία προσείη αὐτοῖς ἢ ἀῤῥυθµία, καὶ τοῦτ’ ἂν εἴη σηµεῖον τοῦ µεγέθους ἅµα καὶ ὡς οὐκ εἰσὶ τῶν διαλειπόντων. εἰ δὲ τοιοῦτοι µείναντες ἐν τῇ τρίτῃ τῶν ἡµερῶν µείζονα τὸν παροξυσµὸν ἐνδείξαιντο ἢ εἰ καὶ τὰ διαχωρήµατα καὶ τὰ οὖρα παντάπασιν ἄπεπτα φαίνοιτο, τοὺς τοιούτους πυρετοὺς οὐκ ἐνδέχεται παρὰ τὴν ἑβδόµην κριθῆναι. εἰ δὲ καὶ ἡ τετάρτη τῶν ἡµερῶν ὁµοία φαίνοιτο τῇ τρίτῃ, καὶ ὁ πυρετὸς οἷον σµυχόµενος εἴη, καὶ τὸ πρόσωπον ἥ τε πᾶσα ἕξις τοῦ σώµατος ἀσύµπτωτος, ὁ τοιοῦτος εἰς πλείονα χρόνον ἐκτείνεσθαι φιλεῖ. τοιαῦται µέν τινες αἱ διαφοραὶ τῶν ἄνευ συµπτωµάτων πυρετῶν.
8. ῾Η θεραπεία δὲ καθ’ ἕκαστον αὐτῶν ἐφεξῆς γεγράψεται· πρῶτον µὲν τῶν διαλειπόντων, δεύτερον δὲ τῶν συνεχῶν λεγοµένων. ἐπὶ µὲν οὖν τοῖς διαλείπουσιν ὀξύτατός τε ἅµα καὶ ἐπιεικέστατος ὁ τριταῖός ἐστι· µακρότατος δὲ καὶ ἀκίνδυνος ὅσον ἐφ’ ἑαυτῷ ὁ τεταρταῖος. ὁ δ’ ἀµφηµερινὸς µακρὸς καὶ οὐκ ἀκίνδυνος, ὥστε καὶ τὴν δίαιταν εὐθὺς ἐξ ἀρχῆς καθίστασθαι προσήκει, πρὸς τὸν ξύµπαντα χρόνον τοῦ νοσήµατος ἀποβλέποντας. τὰ µὲν γὰρ ὀξέα καὶ ταχέως ἀκµάζοντα, κᾂν εἰ πάνυ λεπτῶς θέλοι τις διαιτᾷν, οὐκ ἄν τι µέγα βλάψει. ὅσα δὲ χρονιώτερα, ταῦτ’ εἰ µὴ κατ’ ἀρχὰς ἁδρότερον διαιτήσειας, ἢ συναναιρήσεις τῷ νοσήµατι τὸν ἄνθρωπον ἢ οὐκ ἐν καιρῷ τὴν δίαιταν ὑπαλλάξεις. οὐ γὰρ χρὴ προσιούσης τῆς ἀκµῆς ἁδρότερον ἢ πρόσθεν διαιτᾷν, ἀλλὰ τοὐναντίον τῆς ὅλης τοῦ πάθους διαίτης τὸ λεπτότατον εἰς τὴν ἀκµὴν ἀποτίθεσθαι χρή· τοῦτο µὲν οὖν κοινὸν ἁπάντων. πρὸς αὐτῷ δὲ δεῖ καὶ τὰ ἴδια τῶν διαλειπόντων ἐπισκοπεῖσθαι, οἷον εὐθὺς ἐν τοῖς τριταίοις, οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι, διοριζέσθω σοι κατ’ ἀρχὰς εἰ ἀκριβής ἐστι καὶ ὡς ἄν τις εἴποι γνήσιος, ἢ οὐκ ἀκριβὴς, ἀλλ’ οἷον νόθος τις. ὁ µὲν γὰρ ἀκριβὴς τριταῖος τὸ µακρότατον ἐν ἑπτὰ περιόδοις κρίνεται, πρὸς τῷ καὶ ἀκινδυνότατος εἶναι. τὸν ἕτερον δὲ τὸν οὐκ ἀκριβῆ οἶδά ποτε φθινοπώρου µὲν ἀρξάµενον, ἦρος δὲ παυσάµενον· εἶτα οἷα εἰκὸς ἐν τοσούτῳ χρόνῳ, τὸ µέν τι καὶ αὐτοῦ τοῦ νοσοῦντος οὐ πάνυ τι πειθοµένου τοῖς τῶν ἰατρῶν προστάγµασιν, ἀλλὰ καὶ ἁµαρτάνοντός τι· τὸ δέ τι καὶ ὑπὸ τῆς αἰτίας τοῦ χειµῶνος βλαπτοµένου, σπλήν τε µέγιστος ἐξήρθη καὶ ὑποχόνδρια διεφυσᾶτο· καί τις ἤδη καὶ ὕποιδος ἦν ἄχροια περί τε τὸ πρόσωπον καὶ οὐχ ἥκιστα τοῖς σκέλεσιν, ὥστε δεῖσαί τε ἡµᾶς ἀµφὶ τῷ µειρακίῳ καὶ δεηθῆναι µειζόνων βοηθηµάτων. οὕτως οὐδὲν ὅµοιον ἔχει ὁ τοιοῦτος τριταῖος τῷ ἀκριβεῖ· διὰ τοῦτο οὖν φηµι χρῆναι κατὰ τὰς ἀρχὰς αὐτοὺς διορίζειν. εἰς ὅσον γὰρ τῇ φύσει διαφέρουσιν, εἰς τοσοῦτον εὔλογόν ἐστι καὶ τὸν τῆς διαίτης τρόπον ὑπαλλάττεσθαι. ὅπως οὖν ἄριστα διορισθεῖεν, ἀρκεῖ µοι τὰ τῷ µειρακίῳ συµπεσόντα γράψαι, παράδειγµά τε ἅµα τῶν οὐκ ἀκριβῶν τριταίων καὶ ὑποµνήµατά σοι γενησόµενα. ἦν µὲν δὴ τοῦ ἔτους τὸ µεταξὺ πλειάδων τε δύσεως καὶ τῆς προγεγενηµένης ἰσηµερίας· ἤρξατο δὲ µετὰ φρίκης ὁ πυρετὸς τῷ µειρακίῳ περὶ αὐτὴν σχεδὸν τὴν ἕω· ὥστε µήτε τῇ θερµασίᾳ τριταίῳ τι δόξαι ἐοικέναι µήτε τοῖς σφυγµοῖς· ἀλλ’ οὐδὲ χολῆς ἔµετος ἠκολούθησεν οὔτε ἱδρὼς ἱκανός· ἀλλὰ µόνον ἐν τῇ δευτέρᾳ τῶν ἡµερῶν ὥρᾳ που τρίτῃ βραχεῖαι νοτίδες ἐγίγνοντο, ἐφ’ αἷς διεπνεῖτο µὲν ὁ πυρετὸς ἀτρέµα οὕτως, ὥστε περὶ τὴν ἑσπέραν µόγις ἀπύρετον εἶναι δοκεῖν· ἔµενε δὲ δηλαδὴ κατὰ τοὺς σφυγµοὺς τό τε τοῦ πυρετοῦ σηµεῖον αὐτῷ σαφὲς ἱκανῶς. ἀλλὰ τἄλλα γε πάνυ εὐφόρως εἶχε κατὰ τὴν ἑσπέραν καὶ δι’ ὅλης τῆς νυκτός. αὖθις δὲ περὶ τὴν ἕω τῆς τρίτης ἡµέρας δευτέρα καταβολὴ γίνεται, τὰ πάντα τῇ πρώτῃ παραπλησία, πλὴν τοῦ χρόνου· τῆς γὰρ ἐπιούσης νυκτὸς ὀλίγον πρὸ τῆς ἡµέρας νοτίδες ἐγίγνοντο καὶ ὁ πυρετὸς ἐπαύετο περὶ τὴν ἕω τῆς τετάρτης ἡµέρας· καὶ τοῦ λοιποῦ δὲ παντὸς φθινοπώρου καὶ χειµῶνος, ἐν ᾧ διενόσησε, τά τ’ ἄλλα πάντα καὶ ὁ χρόνος τῆς καταβολῆς καὶ τῆς λύσεως τοῦ πυρετοῦ κατὰ ταὐτὰ διέµενον. ἦν δὲ τὸ µειράκιον ἡλικία µὲν ἀµφὶ τὰ ὀκτωκαίδεκα ἔτη, λευκὸν δ’ ἰδέσθαι καὶ πῖον, ἀργότερον τῷ βίῳ καὶ πολλάκις ἔµπροσθεν ἐν µέθαις τε καὶ λουτροῖς συνεχέσι καὶ πλησµοναῖς γεγενηµένον, ὥστ’ οὐδὲ χρηστῶς ἔπεττε τὰ σιτία. συνεισέβαλε δ’ αὐτῷ καὶ σκληρὸς σφυγµὸς ἐν µὲν τῇ πρώτῃ καὶ δευτέρᾳ τῶν ἡµερῶν µετρίως, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ καὶ ταῖς ἐφεξῆς µέχρι τῆς ἑβδόµης εἰς τοσοῦτον ἧκε σκληρότητος, ὡς ἄν τινα δόξαι τῷ σφυγµῷ µόνῳ πιστεύσαντα πολλῶν εἶναι τὸ νόσηµα µηνῶν· καὶ τοιοῦτος παρέµενεν ἄχρι τῆς κατὰ τὸ ἔαρ ἰσηµερίας, ἐν ᾗ πρῶτον ἤρξατο µαλάττεσθαι. καὶ αὖθις ὕστερον ἡµέρᾳ τεσσαρακοστῇ τελέως ἀπαλλάττεται τοῦ τριταίου, κατὰ βραχὺ τοῦ τε σφυγµοῦ µαλαχθέντος καὶ τοῦ παροξυσµοῦ µικροτέρου γιγνοµένου καὶ τῶν οὔρων ὑπόστασιν χρηστὴν ἐχόντων· καὶ γὰρ οὖν καὶ ταῦτα κᾀν τῷ πρόσθεν χρόνῳ πάντα δεινῶς ἦν ἄπεπτα. τοιοῦτος µὲν δὴ ὁ ἐναντιώτατος τῷ ἀκριβεῖ τριταίῳ. τοὺς δ’ ἄλλους τοὺς µεταξὺ παµπόλλους ὄντας ἐκ τῶν ἄκρων ἀφωρισµένων οὐ χαλεπῶς ἂν εὑρήσεις. ἃ γὰρ ἐν ἀρχῇ τοῦ λόγου τριταίων πυρετῶν ἔγραψα γνωρίσµατα, ταῦτα σύµπαντα εἰ παρείη, τὸν ἀκριβῆ τριταῖον οὐκ ἐργάζεται, ᾧ πάντως καὶ ὁ τοῦ παροξυσµοῦ χρόνος βραχὺς ὡρῶν τεττάρων ἢ πέντε ἢ ἓξ ἢ τὸ µήκιστον ἕνδεκά που ἢ δώδεκα. καὶ µὲν δὴ καὶ τὰ οὖρα τῶν τοιούτων ἐν τῇ τρίτῃ τῶν ἡµερῶν ἢ πάντως γε τῇ τετάρτῃ φέρει