Шрифт:
Интервал:
Закладка:
3. Θεραπεύειν δὲ χρὴ λουτρῷ µὲν ἅπαντας. ἀλλὰ τοὺς µὲν ἐπὶ πυκνώσει τοῦ δέρµατος ἢ ἐπὶ βουβῶσιν, οὐδ’ εἰ ἐν τῷ ἀέρι τοῦ βαλανείου χρονίσαι κελεύσειας, οὐδὲν βλάψεις· τοὺς δ’ ἄλλους ἅπαντας ὅτι τάχιστα τοῦ ἀέρος ἀπάγειν. ἐν δὲ τῷ ὕδατι, κᾂν ἐπὶ πλεῖστον ἐθέλοιεν διατρίβειν, ἐπιτρέπειν. ἐλαίῳ δὲ χλιαρῷ καὶ πολλῷ καὶ µαλακαῖς χερσὶν ἀνατρίβειν ἐπιπλέον, µάλιστα µὲν τοὺς κοπωθέντας, ἐφεξῆς δ’ αὐτῶν τοὺς στεγνωθέντας· καὶ τρίτους τοὺς ἐπὶ βουβῶσι πυρέξαντας. καὶ λούειν δὲ πολλάκις εἰς ὅσον ἐγχωρεῖ τοὺς τοιούτους. ἐσθίειν δὲ τοὺς µὲν ἐπὶ τοῖς κόποις ἐνδέχεται πολλάκις, οὐ µὴν οὔτε τοὺς στεγνωθέντας οὔτε τοὺς ἐπὶ βουβῶσι πυρέξαντας· ἀλλὰ τούτοις ἀµφοτέροις ἡ λεπτὴ δίαιτα χρηστή. τοὺς δ’ ἐπὶ τοῖς κόποις ὅσα καλῶς πέψαι δύνανται κελεύειν ἐσθίειν, ἀπεψίαν µόνον φυλαττοµένους. ἀλλὰ καὶ οἴνου πίνειν εἰς ὅσον ἂν καὶ τούτου κρατεῖν δύνανται. σκοποὶ δ’ ἂν εἶεν τοῦ µέτρου οἵπερ δὴ καὶ τῶν ἄλλων ἁπάντων, ἥ τε δύναµις καὶ ἡ ἡλικία τοῦ νοσοῦντος καὶ ἡ φυσικὴ κρᾶσις, ἔθη τε καὶ ὧραι καὶ χῶραι καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τοὺς δ’ ἐπὶ βουβῶσι πυρέξαντας εἴργειν οἴνου, πρινὴ τοὺς βουβῶνας λυθῆναι. τῶν δὲ στεγνωθέντων ἢ ψυχθέντων τοὺς µὲν ἐπ’ ὀλίγον τοῦτο παθόντας ἥκιστά τε πληθωρικοὺς οὐ χρὴ κωλύειν οἴνου προσφέρεσθαι, τοὺς δὲ ἐπὶ πλέον ψυχθέντας ἢ πληθωρικοὺς κωλύειν συµφέρει. τοὺς δ’ ἐπ’ ἀγρυπνίαις, ἤ τινι πάθει ψυχῆς πυρέξαντας, ἐπὰν λούσῃς, ὑγραινούσῃ τε καὶ εὐχύµῳ τροφῇ διαιτᾷν. οἴνου δὲ µάλιστα µὲν τοῖς ἀγρυπνήσασιν ἀδεῶς διδόναι πᾶσι, πλὴν εἰ µὴ κεφαλὴν ἀλγοῖεν ἢ οἱ κρόταφοι σφύζοιεν. ὃ δηλονότι καὶ ἐν τοῖς ἄλλοις φυλακτέον, ἀλλὰ καὶ τοῖς ὀργισθεῖσιν, ἢ λυπηθεῖσιν, ἢ φροντίσασιν οἴνου διδόναι· τοῖς θυµωθεῖσι δὲ, ἡνίκα ἔξω παντελῶς τοῦ πάθους ὦσι, πρότερον δ’ οὐκ ἀσφαλὲς οἴνῳ χρῆσθαι. πειρᾶσθαι δὲ καὶ τὸ ἐναντίον ἀντεισάγειν ἀεὶ τῷ λυπήσαντι· κόπῳ µὲν ἀνάπαυσιν, ἀγρυπνίᾳ δὲ ὕπνον, ὀργῇ δὲ καὶ λύπῃ καὶ θυµῷ τὴν ἐν λόγοις τε καὶ πράξεσι καὶ θεάµασι καὶ διηγήµασι θυµηδίαν. οὕτω δὲ καὶ ὁ φροντίσας ἐπ’ αὐτῷ τελέως ἀναπαυσάτω τὸν λογισµόν. καὶ ὁ διὰ βουβῶνα πυρέξας αὐτόν τε τοῦτον ἐξιάσθω καὶ πολὺ πρότερον αὐτοῦ τὸ ἕλκος ἐφ’ ᾧ συνέστη. ταῦτά σοι πυρετῶν ἐφηµέρων ἔστω γνωρίσµατά τε ἱκανὰ καὶ ἰάµατα. τῶν δ’ ἄλλων πυρετῶν οἱ µὲν ἐπὶ φλεγµοναῖς, οἱ δ’ ἐπὶ χυµοῖς ἀνάπτονται. καὶ εἰσὶν οἱ µὲν ἐπὶ ταῖς φλεγµοναῖς, οἷον συµπτώµατά τινα τῶν φλεγµαινόντων µορίων, καὶ τοὔνοµά γε τῷ νοσήµατι παρωνύµως τὰ πολλὰ ἀπὸ τοῦ πάσχοντος ὀργάνου φρενῖτις, ἢ περιπνευµονία, ἢ πλευρῖτις ἤ τι τοιοῦτον ἄλλο· περὶ µὲν δὴ τῶν τοιούτων ὕστερον ἐροῦµεν.
4. Οἱ δ’ ἐπὶ χυµοῖς ἀναπτόµενοι πυρετοὶ καλοῦνταί τ’ αὐτὸ τοῦτο πυρετοὶ καί εἰσιν οὐ συµπτώµατα νοσηµάτων, ἀλλ’ αὐτοὶ νοσήµατα. τούτων δὲ τινὲς µὲν ἄνευ συµπτωµάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι· τινὲς δ’ ἅµα συµπτώµασιν ἐνοχλοῦσιν. εἰρήσεται δ’ ἡµῖν περὶ προτέρων τῶν ἄνευ συµπτωµάτων πυρετῶν· ἐν οἷς µάλιστα µὲν εἰ οἷόν τε κατὰ τὴν πρώτην ἡµέραν διαγνωστέον οἷός τίς ἐστιν ὁ πυρετὸς, ἆρά γε χρόνιος ἢ ὀξύς, καὶ πότερον τῶν διαλειπόντων καλουµένων ἢ τῶν συνεχῶν. εἰ δὲ µὴ οἷόν τε περὶ τὴν ἡµέραν τὴν πρώτην, ἀλλὰ τῇ δευτέρᾳ γε πειρατέον ἐξευρεῖν τὴν ἰδέαν τοῦ πυρετοῦ. µηδενὸς δὲ µηδ’ ἐν ταύτῃ βεβαίως διαγνωσθέντος, ἐν γοῦν τῇ τρίτῃ πάντως φανήσεταί σοι σαφέστερόν τι. παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡµέρας δέονται πρὸς ἀκριβῆ διάγνωσιν. ἐρῶ δέ σοι καθόσον οἷόν τε