litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 62 63 64 65 66 67 68 69 70 ... 216
Перейти на страницу:
φασιν αὐτὰ, καὶ εἶναί τι κοινὸν ἅπασιν ὑποκείµενον. ἀλλ’ οὐ περὶ τούτων ὁ λόγος· ὅτι δὲ οὐ χρὴ δυσωπεῖσθαι τὸ πλῆθος τῶν ἁµαρτανόντων τῆς ἀληθείας, ἀλλ’ εἰ µὲν ἔχει τις ἀπόδειξιν, ἐκείνῃ πιστεύειν. εἰ δὲ οὐκ οἶδεν ὅλως οὐσίαν ἀποδείξεως, ὥσπερ ἔνιοι τῶν φιλοσοφεῖν φασκόντων ὁµολογοῦσι, µὴ τολµᾶν ἀποφαίνεσθαι πάντως. παραπλήσιον γὰρ τοῦτό γε τῷ βούλεσθαι µαθεῖν, ὅπως χρὴ προγιγνώσκειν ἔκλειψιν ἡλίου, πρὶν ἐπ’ ἀριθµῶν καὶ γραµµῶν γυµνάσασθαι. φευκτέον οὖν σοι τοιούτους ἀνθρώπους, ὥσπερ τὰ βάραθρα· συγκατασπῶσι γὰρ αὑτοῖς ἐνίοτε τοὺς πλησιάζοντας, ἢ πάντως γε ῥυπαίνουσι, εἰ µή τις ἱκανῶς εἴη γεγυµνασµένος ἐν θεωρίᾳ λογικῇ. ταύτῃ τοι καὶ ἀσκητέον ἡµῖν οὕτως, ὡς οὐδὲν ἕτερον, ἐκείνην τὴν θεωρίαν. ἀλλὰ τοῦτο µὲν οἶδ’ ὅτι πάρεργον.

10. ᾿Επὶ δὲ τὸ προκείµενον ἐπανίωµεν. ἐκ τῶν τεσσάρων στοιχείων ἀλλήλοις κεραννυµένων ἓν ὁµοιοµερὲς γίγνεται σῶµα, κατὰ τὸ τῆς κράσεως ποιὸν, ἤτοι γε αἰσθητικὸν, ἢ ἀναίσθητον. ὡσαύτως δὲ καὶ κατὰ µέρος ἐν ἑκατέρῳ τῷ γένει διαφοραὶ πᾶσαι τῇ τῆς κράσεως ἕπονται διαφορᾷ. κατὰ γοῦν τὴν ταύτης ἰδιότητα τὸ µὲν γίγνεται ὀστοῦν, τὸ δὲ σὰρξ, τὸ δὲ ἀρτηρία, τὸ δὲ νεῦρον. ἀλλὰ καὶ ἡ καθέκαστον αὐτῶν ἰδιότης ἐν τῇ τῆς κράσεώς ἐστιν ἰδιότητι. ξηροτέρα µὲν γὰρ καὶ θερµοτέρα σὰρξ ἡ τοῦ λέοντος· ὑγροτέρα δὲ καὶ ψυχροτέρα τοῦ προβάτου· µέση δ’ ἀµφοῖν ἡ τοῦ ἀνθρώπου. καὶ αὐτῶν δὲ τῶν ἀνθρώπων ἡ µὲν τοῦ Δίωνος, εἰ οὕτως ἔτυχε, θερµοτέρα, ψυχροτέρα δ’ ἡ τοῦ Φίλωνος. ὥστε γίγνεσθαι τὰς διαφορὰς τῶν ὁµοιοµερῶν σωµάτων ἁπλᾶς µὲν, ὅσα πέρ ἐστι τὰ στοιχεῖα, θερµοτέρας, καὶ ψυχροτέρας, καὶ ὑγροτέρας, καὶ ξηροτέρας· συνθέτους δ’ ἄλλας τέτταρας, ὑγροτέρας τε ἅµα καὶ ψυχροτέρας, θερµοτέρας τε καὶ ὑγροτέρας· ἄλλην τέ τινα τρίτην ξηροτέραν τε ἅµα καὶ θερµοτέραν· ἐφ’ ᾗ τετάρτην ψυχροτέραν τε ἅµα καὶ ξηροτέραν· ἐφ’ αἷς πρώτην ἁπασῶν εἶναι τὴν εὐκρατοτάτην. ἀλλὰ περὶ µὲν τούτων ὁ λόγος ἱκανὸς ἐξείργασται σύµπας ἐν τοῖς περὶ κράσεων. ὁ δὲ νῦν ἐνεστὼς, ἐπειδὴ τῶν ὁµοιοµερῶν τὴν ἀρετήν τε καὶ τὴν κακίαν ἐξεῦρεν ἐν τῇ συµµετρίᾳ τε καὶ ἀµετρίᾳ τῶν στοιχείων, ἑξῆς ζητήσει διορίσαι τῆς κακίας αὐτῶν τὴν νόσον. ὁ διορισµὸς δὲ ἀπὸ τῆς ἐννοίας ἑκατέρων τῶν πραγµάτων, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἐδείκνυτο, τὴν πρώτην ἀρχὴν ἕξει. τίς οὖν ὑγιαινούσης κατασκευῆς τοῦ σώµατος ἔννοια, καὶ τίς ἤδη νοσούσης; ἡ µὲν οὖν ὑγιαίνουσα κατασκευὴ τοῦ σώµατος ἀβλαβεῖς ἔχει τὰς κατὰ φύσιν ἐνεργείας· ἡ δὲ νοσοῦσα βεβλαµµένας. ὥστ’, ἐπειδάν τις ὑγιαίνων ἀσθενεστέρας µὲν ὑγιαίνοντος ἑτέρου τὰς ἐνεργείας ἔχῃ, µηδέπω δ’ ἤδη βεβλαµµένας, δυσκρατότερος µέν ἐστι, νοσεῖ δ’ οὐδέπω. µία µὲν οὖν ἡ εὐκρατοτάτη τῶν ἕξεών ἐστι τῶν ὑγιεινῶν, ὀκτὼ δὲ δύσκρατοι. νόσος δὲ εὔκρατος µὲν οὐδεµία, δύσκρατοι δὲ σύµπασαι, τοσαῦται τὸν ἀριθµὸν, ὅσαι περ αἱ ὑγιειναὶ δυσκρασίαι. εἰ δ’ οὐκ ἀρέσκει τινὶ τῶν ὑγιαινόντων τοὺς µὲν εὐκράτους τίθεσθαι, τοὺς δὲ δυσκράτους, οὗτος ἀναγκασθήσεται δυοῖν δογµάτων ἑλέσθαι θάτερον, ἢ διαπαντὸς ἅπαντας νοσεῖν, ἢ µίαν ἁπάντων εἶναι κρᾶσιν ἀνδρῶν καὶ γυναικῶν, ἀκµαζόντων, γερόντων, παίδων, ἀθλητῶν, ἰδιωτῶν, ἐργατῶν, ἀργῶν, ἰσχυρῶν, ἀσθενῶν, ἀλλ’ ἑκάτερον ἄτοπον. ἀναγκαῖον οὖν τρίτον εἶναί τι πλάτος ὑγείας, ὡς παµπόλλας ἐν αὐτῷ περιέχεσθαι διαφορὰς τῶν ὑγιαινόντων σωµάτων, ἐν τῷ µᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ κᾀν τοῖς ἄλλοις ἅπασιν ἔχει. καὶ γὰρ οἰκία, καὶ ναῦς, καὶ σκίµπους, καὶ κιβωτὸς, ἱµάτιόν τε, καὶ ὑπόδηµα, καὶ δίφρος, ἤτοι βέλτιόν ἐστιν, ἢ χεῖρον τῇ κατασκευῇ, πρὶν νοσεῖν. καὶ τρεῖς ταύτας ὑποθετέον ἡµῖν ἐστι κατασκευὰς σώµατος ἅπασι τοῖς οὖσι, τὴν ἀρίστην, τὴν φαύλην, τὴν νοσοῦσαν. ἀλλ’ ἡ µὲν ἀρίστη µία, τὸ χεῖρον γὰρ οὐκ ἐγγίγνεται τῷ τελεωτάτῳ· τῶν δὲ ἄλλων ἀµφοῖν οὐκ εὐαρίθµητον µὲν τὸ πλῆθος, αἱ διαφοραὶ δ’ ἐν τῷ µᾶλλόν τε καὶ ἧττον.

11. Οπότ’ οὖν ἐν τῷδε τῷ λόγῳ γεγόναµεν, ἐπιστήσαντες αὐτὸν ἀναλάβωµεν ἐν κεφαλαίοις τὰ εἰρηµένα. γνωσόµεθα γὰρ οὕτως, ὁπόσον τε τοῦ ζητουµένου τὸ εὑρηµένον ἤδη, καὶ ὁπόσον ἔτι τὸ ὑπολειπόµενόν ἐστι. προὔκειτο µὲν ἡµῖν συστήσασθαι τέχνην ὑγείας ποιητικὴν, ἀλλ’ οὐχ οὕτως, ὡς ἡ οἰκοδοµικὴ τῆς οἰκίας δηµιουργική ἐστιν, ἀλλ’ ὡς τοῦ διαφθειροµένου µέρους αὐτῆς ἐπανορθωτική. καὶ οὐδ’ ἐνταῦθα πάντη τὸν αὐτὸν τρόπον, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ζητούµενον ἦν ἐξευρεῖν, ἄχρι πόσου παραπλησίως οἰκοδόµῳ τὰ σφάλµατα τοῦ σώµατος ἐπανορθοῦσθαι δυνατός ἐστιν ὁ τὴν ὑγιαστικὴν τέχνην µεταχειριζόµενος. ἐπεὶ δ’ ἀναγκαῖον εἰς ἅπαντα τὰ τοιαῦτα προεγνῶσθαι τὴν φύσιν τοῦ σώµατος, οὗ τὰ σφάλµατα µέλλει θεραπεύειν ἡ τέχνη, διὰ τοῦτ’ αὐτὸ ἐζητήσαµεν. εὑρόντες δ’, ὡς ἐνέργειαί τε καὶ κατασκευαὶ µορίων εἰσὶ κατὰ φύσιν, ὧν ἀντιποιεῖσθαι χρὴ παντὶ τρόπῳ τῆς φυλακῆς τε καὶ τῆς ἐπανορθώσεως, ἐπειδὰν πάσχοιεν, ἐκ πόσων συµπληροῦται τὸ κατὰ φύσιν, ἐζητήσαµεν. εὑρόντες δ’, ὡς τοῖς ὀργανικοῖς µορίοις ἐκ συνθέσεώς ἐστι τῶν ἐν αὐτοῖς ἁπλῶν ἡ οὐσία, τοῖς δ’ ἁπλοῖς ἐκ τῶν τεσσάρων στοιχείων, ἐφεξῆς καὶ περὶ τῶν καθ’ ἑκάτερα νοσηµάτων σκεψόµεθα. καὶ σχεδὸν ἡµῖν ὁ λόγος ἤδη τὴν γνῶσιν τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων ἐξεύρηκεν, οὐδὲ ταύτην ἅπασαν, ἀλλ’ εἶδός τι µόνον αὐτῆς, καὶ οἷον παράδειγµα. τὴν δὲ σύµπασαν οὐσίαν τῆς τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων ἐπιστήµης ἕξοµεν, ἐπειδὰν ταῖς ὕλαις ἐµβιβάσωµεν τὰ εἴδη. χρὴ γὰρ οὐ µόνον, ὅτι θερµοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ κερασθέντων ἕκαστόν τι γίγνεται µόριον, ἐγνωκέναι τὸν ἰατρὸν, ἀλλὰ καὶ κατ’ εἶδος ἐπελθόντα, τίς µὲν ἡ τῶν ὀστῶν ἐστι κρᾶσις, ὁποία δ’ ἡ τῶν σαρκῶν τε, καὶ νεύρων, καὶ φλεβῶν, ἑκάστου τε τῶν ἄλλων τῶν ἁπλῶν. ὡσαύτως δὲ καὶ τῶν ὀργανικῶν, ἥτις ἑκάστου µορίου σύνθεσις, οἷον χειρὸς, σκέλους, ἥπατος, θώρακος, πνεύµονος, καρδίας, ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐχ ἁπλῶς τὰ γένη τε καὶ τὰς διαφορὰς τῶν νοσηµάτων αὔταρκές ἐστι γιγνώσκειν, ἀλλὰ καὶ καθ’ ἕκαστον µόριον, ὅπως γίγνεται ταῦτα. τοῦτο γὰρ ποιήσαντες ἐπιστήµην ἂν ἔχοιµεν ὑγιεινοῦ τε καὶ νοσεροῦ σώµατος, οὐ κατὰ τὸ εἶδος µόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐσίαν, ἥτις ἐκ συναµφοτέρων ἐδείχθη συνίστασθαι, τοῦ τε εἴδους καὶ τῆς ὑποδεχοµένης ὕλης αὐτό. κατάλοιπον δ’ ἐστὶ διελθεῖν, ὅπως ἄν τις ἐξιάσαιτο τά τε νοσήµατα καὶ φυλάττοιτο τὴν ὑγείαν, ἅπερ ἐπιπλεῖστον µὲν ἐν δύο πραγµατείαις διερχόµεθα, τῇ τε τῆς θεραπευτικῆς µεθόδου, καὶ τῇ τῶν ὑγιεινῶν. ἐνταῦθα δ’, ὅσον ὑποδεῖξαι τὴν µέθοδον, αὐτῶν ἀρκεῖ µνηµονεῦσαι.

12. ῾Η µὲν οὖν θεραπευτικὴ µέθοδος ἐκ τῆς τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωµάτων ἄρχεται διαθέσεως. ἐπειδὴ γὰρ τὸ µὲν ὑγιαῖνον καθ’ ὑπερβολὴν, ἄν θ’ ὁµοιοµερὲς, ἄν τ’ ὀργανικὸν ᾖ, σύµµετρον πάντα ἐστὶν, ἄµετρον δὲ τὸ νοσοῦν, ἐπισκεπτέον αὐτοῦ τὴν ἀµετρίαν, ἥτις ποτ’ ἐστίν. ἀνάγκη γὰρ εἶναι τὴν ἑτέραν ἐναντίαν αὐτῇ ἀµετρίαν. κατὰ µὲν τὰς τῶν

1 ... 62 63 64 65 66 67 68 69 70 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?