litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 92 93 94 95 96 97 98 99 100 ... 216
Перейти на страницу:
θαῤῥῶν ὕδατος ἤδη ψυχροῦ διδόναι πίνειν τῆς δόσεως τὸ πλῆθος, µετρῶν ὥρᾳ τε καὶ χώρᾳ καὶ ἡλικίᾳ καὶ φύσει καὶ ἔθει. τοιαύτη µέν τις ἐν τῷ καθόλου φάναι τῶν ἄνευ συµπτωµάτων πυρετῶν ἐπιµέλεια.

13. Τῶν δὲ µετὰ συµπτωµάτων πυρετῶν οὐκ ἔθ’ ἁπλῶς οὕτως, ἀλλὰ µετρῆσαι χρὴ καθ’ ὅσον οἷόν τε πηλίκος µὲν ὁ πυρετὸς, πηλίκον δὲ τὸ σύµπτωµα τὸ τὸν κίνδυνον ἐπιφέρον, καὶ πρὸς τὸ σφοδρότερον ἐν αὐτοῖς καὶ χαλεπώτερον ἵστασθαι, µηδὲ θατέρου παντάπασιν ἀµελοῦντας. φέρε γὰρ εἴ τις πυρέττοι µὴ τῆς καλουµένης πληθωρικῆς διαθέσεως παρούσης, ἀλλ’ ἐξ ἀπεψιῶν τε προσφάτων εἴη καὶ δάκνοιτο καὶ θλίβοιτο τὸ στόµα τῆς γαστρὸς ἢ καὶ χυµόν τινα µοχθηρὸν ἐµηµεκὼς εἴη καὶ τῇ τούτου διόδῳ µεγάλως βεβλαµµένος, ὥστε καὶ δυσφορεῖν καὶ ἀλύειν· ἆρ’ ἐνταῦθα πρὸς τὸν πυρετὸν ἀποβλέψαντες µόνον κενοῦν ἐπιχειρήσοµεν τὸ πλῆθος, ὅπερ ἄλλως ἂν ἀλύπως ἐπράξαµεν; ἢ πρότερον τοῦ στόµατος τῆς γαστρὸς προνοησόµεθα, κᾄπειθ’ οὕτως, ἐπειδὰν ἡµῖν καλῶς ἔχῃ τοῦτο, τὴν ἐνδεχοµένην τοῦ παντὸς σώµατος κένωσιν ποιησόµεθα; ἐµοὶ µὲν οὖν οὕτω δοκεῖ. πολλάκις γοῦν εἶδον πολλοὺς τῶν τοιούτων, τοὺς µὲν ἀπολλυµένους, τοὺς δ’ εἰς ἔσχατον ἀφικοµένους κινδύνου, ἐπιχειρησάντων αὐτοὺς κενοῦν τῶν ἰατρῶν, πρὶν ῥῶσαι τὸν στόµαχον. ἀλλ’ οὐδὲ εἰ µετὰ διαῤῥοίας ὁ πυρετὸς εἴη, χρῄζει τινὸς ἄλλης κενώσεως, ἀλλ’ αὐτάρκης αὕτη, κᾂν µὴ κατὰ λόγον ᾖ τοῦ πλήθους. ὅσοι γὰρ τῶν τοιούτων ὡς πλείονος χρῃζόντων ἀφαιρέσεως ἤτοι τοῦ αἵµατος ἀπάγειν ἐτόλµησαν ἢ τὴν γαστέρα κινεῖν, ἔτι µᾶλλον ὀξεῖς κινδύνους ἐπήνεγκαν. ἀλλ’ οὐδ’ εἰ σπώµενός τις ἅµα καὶ κενώσεως αἵµατος εἴη χρῄζων, οὐδὲ τούτῳ τοσοῦτον ἀφαιρεῖν προσήκει εἰσάπαξ ὅσου δεῖται τὸ πάθος, ἀλλά τι καὶ τῷ συµπτώµατι καταλειπτέον ἱδρῶτάς τε πολλάκις κινοῦντι καὶ ἀγρυπνίας προσφέροντι καὶ τὴν ἰσχὺν καταβάλλοντι τοῦ νοσοῦντος. οὕτω δὲ καὶ εἰ ἀγρυπνία σφοδρὰ καὶ εἰ ἄλγηµα σύντονον ἐνοχλοίη τὸν νοσοῦντα, φυλακτέον ἀθρόας τε καὶ πολλὰς κενώσεις. οἷον δέ τι σύµπτωµα καὶ τὴν τοῦ περιέχοντος ἀέρος ὑπολογιστέον κρᾶσιν, ὅταν γε ἀκριβῶς ᾖ θερµὴ καὶ ξηρὰ καθάπερ τῆτες ἐν τῷ µεταξὺ κυνὸς ἀνατολῆς καὶ ἀρκτούρου. καὶ διὰ τοῦτο πάντες ἀπέθανον, ὧν οἱ µηδ’ ὅλως ταῖς ὥραις προσέχοντες ἰατροὶ τὰς φλέβας τεµεῖν ἐθάῤῥησαν. οὕτω δὲ καὶ εἰ ψυχρά τις εἴη πάνυ σφόδρα, καὶ γὰρ οὖν καὶ τότε φυλακτέον ἀποχεῖν τι τοῦ αἵµατος, εἰδότας οὐ µικροὺς ἐν τοῖς τοιούτοις ἀκολουθεῖν κινδύνους. ἀπόλλυνται δ’ οἱ µὲν ἐν ταῖς θερµαῖς πάνυ καταστάσεσιν οὐκ ὀρθῶς κενωθέντες ὑπὸ τῆς καλουµένης συγκοπῆς τε καὶ διαφορήσεως. οἱ δ’ ἐν ταῖς ψυχραῖς ἐν ἀρχαῖς τῶν παροξυσµῶν καταψυχθέντες σφοδρῶς οὐκέτ’ ἀναφέρουσι. ταῦτ’ ἄρα καὶ τῶν χωρίων οὔτ’ ἐν τοῖς θερµοῖς ἄγαν οὔτ’ ἐν τοῖς ψυχροῖς αἵµατος ἀφαιρέσει θαῤῥοῦµεν. ἀλλ’ ἐὰν µὲν ὁµολογῇ τὰ τῆς ὥρας τῷ χωρίῳ, παντάπασιν ἀπεχόµεθα· µὴ ὁµολογούν των δὲ κενοῦµεν µὲν, ἀλλ’ ἔλαττον πολὺ ἢ ὡς εἰ µηδ’ ἕτερον ἐκώλυεν. οἷον δέ τι σύµπτωµα καὶ τὸ τοῦ νοσοῦντος εὐπαθὲς ὑφορᾶσθαι χρή. πολλοὶ γὰρ οὔτ’ ἐκενώθησάν ποτε οὔτε κένωσιν ἀθροωτέραν οὐδεµίαν οὔτ’ ἀσιτίαν µακροτέραν φέρουσιν· ἀλλ’ οἱ µὲν ἄῤῥωστοι τὴν ἅπασαν ἰσχὺν τοῦ σώµατος ἐπ’ αὐτοῖς γίνονται ῥᾳδίως· οἱ δ’ εὐθὺς τὸν στόµαχον φαύλως ἴσχουσιν, ὥστε ἀποστρέφεσθαι τὰ σιτία· καὶ εἰ βιασάµενοι λάβοιεν ἢ µὴ κατέχειν ἢ µὴ πέττειν καλῶς. ἐν τούτῳ τῷ µέρει τῆς διαγνώσεως καὶ τὴν κρᾶσιν τοῦ νοσοῦντος θεωρητέον. ὅσοι γὰρ θερµοὶ καὶ ξηροὶ φύσει τυγχάνουσιν ὄντες, οὗτοι πάντες ὑπὸ τῶν ἀθρόων κενώσεων ῥᾳδίως βλάπτονται. καὶ µὲν δὴ καὶ τὸ ἔθος οὐ µικρὰ µοῖρα πρός τε τἄλλα σύµπαντα καὶ οὐχ ἥκιστα πρὸς τὴν τῆς κενώσεως ἔνδειξιν. οἱ µὲν γὰρ οὔτ’ ἐκενώθησαν ἔµπροσθεν οὔτε ποτὲ κένωσιν ἀθρόαν ὑπήνεγκαν, παµπόλλοις σιτίοις ἐχρῶντο. τινὲς δ’ ἔµπαλιν οὔτε πολλοῖς χρῶνται σιτίοις καὶ κενώσεων ἐθάδες εἰσί. τούτους µὲν οὖν ἀδεῶς κενωτέον, ὅταν γε καὶ τἄλλα ὑπαγορεύῃ. τοὺς δ’ ἑτέρους τοὺς ἀήθεις οὐδ’ εἰ τἄλλα σύµπαντα προτρέποιτο. κατὰ ταὐτὰ δὲ καὶ τὰς ἕξεις τοῦ σώµατος χρὴ σκοπεῖσθαι. τοῖς µὲν γὰρ πυκνὴν καὶ στερεὰν ἔχουσι τὴν σάρκα δυσπαθὴς ἡ ἕξις. ὥστ’ οὐδὲν χρὴ δεδιέναι κενοῦν αὐτοὺς εἰσάπαξ, ἤν γε καὶ τἄλλα κελεύῃ. τοῖς δὲ µαλακήν τε καὶ βρυώδη καὶ διαῤῥέουσαν ἑτοίµως εὐπαθής ἐστι δεινῶς. ὥστε τῶν γε τοιούτων οὐδ’ εἰ πάντα τἄλλα κελεύοι, τοῦ αἵµατος ἀποχεῖν οὐδὲ τότε τολµητέον, ἀλλὰ καὶ ταῖς ἄλλαις κενώσεσι καθ’ ὅσον οἷόν τε µετρίως τε καὶ εὐλαβῶς χρηστέον. ὁµοίως δὲ καὶ ὅσοι παχεῖς ὑπερβαλλόντως ἢ ἰσχνοὶ, καὶ γὰρ καὶ τούτων τάς τε φλέβας τέµνειν φυλακτέον καὶ τὰς ἄλλας κενώσεις τὰς ἀθρόας εὐλαβητέον. εἴη δ’ ἂν ἐν τούτοις καὶ ἡ ἡλικία, καθάπερ τι σύµπτωµα κωλυτικὸν ἀθρόας κενώσεως· οὔτε γὰρ οἱ παῖδες οὔθ’ οἱ γέροντες ἀλύπως αὐτὰς φέρουσι. πάντας οὖν τοὺς εἰρηµένους, ὅταν αἱ διαθέσεις κένωσιν ὑπαγορεύωσιν, οὐχ ἅπαξ οὐδ’ ἀθρόως, ἀλλὰ κατὰ βραχὺ κενωτέον, ἀσιτίαις τε συµµέτροις καὶ τρίψεσι καὶ κλύσµασι µαλακοῖς, καταιονήσεσί τε καὶ καταπλάσµασι καὶ βαλανείοις· ἑκάστου πάλιν τούτων τὴν ἔνδειξιν ἀπὸ τῶν προειρηµένων λαµβάνοντας. οὕτω δὲ καὶ εἰ δύο ποτὲ συµπτώµατα ἐναντία παρακολουθοίη, σκέπτεσθαι χρὴ, ὁπότερον αὐτῶν ἰσχυρότερόν ἐστιν. ὡσαύτως δὲ καὶ εἰ νοσήµατα δύο περὶ τὸν αὐτὸν ἄνθρωπον εἴη, µαχοµένας τὰς ἐνδείξεις ποιούµενα· καὶ γὰρ καὶ τότε πρὸς τὸ κατεπεῖγον ἵστασθαι χρὴ, µηδὲ θατέρου παντάπασιν ἀµελοῦντας. τὰς δ’ ἀπὸ τῶν συµπτωµάτων τε καὶ νοσηµάτων ἐνδείξεις οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν ἐργαζοµένην ἕκαστον αἰτίαν χρὴ σκοπεῖν, οἷόν ἐστι ἡ λειποθυµία καὶ ἡ ἔκλυσις. εἰώθασι γὰρ οἱ ἰατροὶ καθ’ ἑνὸς πράγµατος ἄµφω ταῦτα τὰ ὀνόµατα φέρειν· αὐτὸ µὲν οὖν τὸ πρᾶγµα ἕν ἐστιν, αἰτίαι δ’ αὐτοῦ πολλαί. λειποθυµοῦσι γὰρ ἐπί τε χολέραις καὶ διαῤῥοίαις καὶ δυσεντερίαις καὶ λυεντερίαις καὶ γυναικείῳ ῥῷ καὶ τραύµασιν, αἱµοῤῥοΐσι τε καὶ ἀναγωγαῖς αἵµατος καὶ ταῖς διὰ ῥινῶν αἱµοῤῥαγίαις καὶ λοχείαις καθάρσεσιν ἀµέτροις. ἤνεγκε δέ ποτε καὶ ἀπεψία µεγάλη λειποθυµίαν καὶ µάλισθ’ ὅταν ἀµετρότερον ὑπαγάγῃ τὴν γαστέρα. καὶ ὁ βούλιµος δὲ καλούµενος οὐδὲν ἄλλο ἢ λειποθυµία ἐστί. καὶ ὑστερικῆς πνίξεως ἁπάσης λειποθυµία προηγεῖται· καὶ ταῖς ἀναδροµαῖς τῶν ὑστέρων ἕπεται καὶ ταῖς παρεγκλίσεσι δὲ καὶ ταῖς φλεγµοναῖς αὐτῶν πολλάκις ἀκολουθεῖ. προηγεῖται δ’ ἀποπληξίας τε καὶ κακοήθους ἐπιληψίας καὶ διαφορήσεων καὶ τῶν συγκοπῶν καὶ µαρασµῶν. ἀλλὰ καὶ συνεισβάλλει ποτὲ καταβολαῖς πυρετῶν οὐκ ὀλίγαις καὶ µάλισθ’ ὅταν ἄκρως ᾖ ξηρὸν καὶ αὐχµῶδες ἢ πληθωρικὸν ἀµέτρως τὸ σῶµα. καὶ καυσώδει δὲ καὶ κακοήθει πυρετῷ συνεισέβαλέ ποτε· καὶ τοῖς µεγάλως καταψυχθεῖσι τὰ ἄκρα τοῦ σώµατος ἐν ταῖς εἰσβολαῖς τῶν πυρετῶν· καὶ ὅσοι διὰ µέγεθος φλεγµονῆς ἢ ἥπατος ἢ κοιλίας ἢ στοµάχου πυρέσσουσι, καὶ οὗτοι λειποθυµοῦσι κατὰ τὰς ἀρχὰς τῶν παροξυσµῶν· µάλιστα δ’ οἷς πλῆθος χυµῶν ὠµῶν

1 ... 92 93 94 95 96 97 98 99 100 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?