litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 59 60 61 62 63 64 65 66 67 ... 216
Перейти на страницу:
ἢ ἐκτεινοµένης τῆς διαρθρώσεως, αἱ κινήσεις γίνονται. φαίνεται µὲν οὖν ὁ µῦς ἐναργῶς, ὅταν τοῦ περικειµένου δέρµατος γυµνωθῇ, συναγόµενός τε καὶ ἀνασπώµενος, ὡς ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. οὐ µὴν τὸ καθῆκον εἰς αὐτὸν νεῦρον αἰσθητήν τινα κίνησιν κινούµενον φαίνεται, ἀλλ’ ἔοικεν ὁδὸς εἶναι τοῦτο τῆς ἐξ ἐγκεφάλου κατιούσης δυνάµεως. αὐτὸς δ’ ὁ ἐγκέφαλος ὅτι µὲν ἀρχὴ τοῖς νεύροις ἅπασι τῆς τοιαύτης δυνάµεώς ἐστιν, ἐναργῶς ἐµάθοµεν ἐκ τοῦ διαιρεθέντος ὁτουοῦν νεύρου, ἐν µὲν τοῖς ἄνω µέρεσιν, ὃ συνεχές ἐστιν ἐγκεφάλῳ, διασώζειν τὰς ἐνεργείας, ἀπολλύναι δ’ ἐν τοῖς κάτω. πότερον δ’, ὥσπερ αὐτὸς τοῖς νεύροις, οὕτω ἐκείνῳ πάλιν ἕτερόν τι µόριον ἐπιπέµπει τὰς δυνάµεις, ἢ πηγή τις αὐτῶν ἐστιν, ἔτ’ ἄδηλον·ἡ γὰρ τοιαύτη σκέψις ὑπὲρ ἡγεµονικῆς ψυχῆς ἐστιν. ἀλλ’ ἐπανίωµεν, ὅθεν ὁ λόγος ἀπετράπετο. βάδισις µὲν ἡ ἐνέργεια τοῦ σκέλους παντός. ἐξηγεῖται δ’ αὐτῆς τῶν ἐν τοῖς σκέλεσι µορίων τὸ µυῶδες γένος. ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ πιµελὴ, καὶ ἀδὴν, καὶ ἀρτηρία, καὶ δέρµα, καὶ φλέβες, ὑµένες τε καὶ σύνδεσµοι, τὴν ἀρχὴν τῆς κινήσεως ἔχουσιν ἐκ τῶν µυῶν. πρῶτα µὲν γὰρ ὑπ’ αὐτῶν κινεῖται τὰ ὀστᾶ, τὰ δ’ ἄλλα πάντα τῷ παρακεῖσθαι τοῖς ὀστοῖς ἐν κύκλῳ, σὺν ἐκείνοις κινεῖται. ἡ µὲν οὖν τοῦ ποδὸς κίνησις ἐνέργεια τοῦ µυὸς ἐστίν· ἡ δὲ ὅλου τοῦ σκέλους οὐκ ἔστιν ἁπάντων ἐνέργεια τῶν µορίων αὐτοῦ. καὶ διὰ τοῦτο διττὸν ἔφαµεν εἶναι τῶν ἐνεργειῶν τὸ γένος· ἓν µὲν τὸ πρῶτον καὶ κυριώτατον, ἑκάστου τῶν ἁπλῶν µορίων ἐνεργοῦντος, ἕτερον δὲ κατὰ συµβεβηκὸς, ἢ δευτέρως, ἢ οὐ πρώτως, ἢ ὅπως ἄν τις τῶν ὅλων ὀργάνων ὀνοµάζειν ἐθέλῃ.

5. ᾿Επεὶ δὲ τοῦτο ἡµῖν διώρισται, µετὰ τοῦτο ζητητέον ἐστὶν, ἐκ τίνων µὲν ἡ τῶν ὀργανικῶν µορίων, ἐκ τίνων δὲ ἡ τῶν ἁπλῶν ἐνέργεια συµπληροῦται. καὶ πρῶτόν γε ἀπὸ τῶν ὀργανικῶν ἀρκτέον, ἐπειδὴ σκέλους ἐµνηµονεύσαµεν. εἰ µὴ τοίνυν ᾖ τὰ ὀστᾶ τηλικαῦτά τε καὶ τοσαῦτα, καὶ ὡδί πως διαπεπλασµένα, καὶ ὡδί πως συνταττόµενα, τῶν µυῶν ἡ κίνησις οὐδὲν ἀνύσει. χρὴ γὰρ ἐν ταῖς διαρθρώσεσι τὸ µὲν ὑποδέχεσθαι τῶν ὀστῶν, τὸ δὲ ἐµβαίνειν, τοὺς συνδέσµους δ’ ἔξωθεν ἐν κύκλῳ περιβεβλῆσθαι, σφίγγοντας αὐτῶν τὴν σύνταξιν, ὅπως µὴ παραλλάττῃ· οὐ µὴν οὕτως συντόνους τε καὶ σκληροὺς, ὡς ἀντιπράττειν ταῖς κινήσεσι, οὐ µὴν οὐδ’ οὕτω χαλαροὺς, ὡς παραλλάττειν ἐπιτρέπειν τὰ διαρθρούµενα. φαίνονται τοίνυν καὶ οἱ σύνδεσµοι δεόµενοι µεγέθους τέ τινος, καὶ διαπλάσεως, καὶ ἀριθµοῦ, καὶ συνθέσεως. ἐάν τε γὰρ ἐλάττους ἢ µείζους γίνωνται, ἐάν τε πλείους ἢ ὀλιγώτεροι τοῦ δέοντος, ἄν τ’ ἐν ἑτέρῳ σχήµατι, καὶ καθ’ ἕτερον ἐµφυόµενοι χωρίον, οὐκ ἔτ’ ἄµεµπτος ἡ τῆς διαρθρώσεως γίνεται κίνησις. ὥσπερ οὖν ἐπὶ συνδέσµων τε καὶ ὀστῶν καὶ µυῶν εἴρηται νῦν, οὕτως ἐπὶ πάντων προσήκει διασκέψασθαι, τῆς ἐνεργείας τε πέρι καὶ τῆς χρείας. εἰ µὲν γὰρ εὑρίσκοντο µόριον µηδὲν ἀργὸν ἐνεργείας ἢ χρείας, ἀλλὰ κατὰ τὴν οὐσίαν τὴν ἑαυτοῦ καὶ τὸ µέγεθος, ἔτι τε τὴν διάπλασίν τε καὶ τὴν σύνταξιν ἄριστα κατεσκευασµένον, οἷόν περ ἐστὶ, φυλακτέον αὐτό·διηµαρτηµένον δὲ κατά τι, πρὸς τὸ βέλτιον ἀκτέον. ὅπερ οὐχ οἷόν τε ποιῆσαι, πρὶν τὴν ἐνέργειαν καὶ τὴν χρείαν καὶ τὴν κατασκευὴν ἑκάστου γνῶναι τῶν µορίων. ζητητέον οὖν αὐτὰ, καὶ οὐκ ἀποκνητέον, εἰ µέλλοιµεν ἕξειν ἐπιστήµην ὑγιεινοῦ καὶ νοσεροῦ σώµατος.

6. ᾿Επειδὴ δὲ κατὰ τοῦτο γέγονεν ὁ λόγος, ἀναµνησθῆναι χρὴ τῆς µεθόδου τὴν δύναµιν. οὔτε γὰρ οἰκίας, οὔτε νεὼς, οὔτε σκίµποδος, οὔτε ἄλλου τῶν ἁπάντων οὐδενὸς, ἑτέρως ἄν τις ἐξετάσειε τὴν κατασκευὴν, εἴτ’ ἄµεµπτός ἐστιν, εἴτε µεµπτὴ, χωρὶς τοῦ τὰ συνθετικὰ διασκέψασθαι µόρια, πόσα τε τὸν ἀριθµόν ἐστι, καὶ πηλίκον ἕκαστον, ὅπως τε διαπέπλεκται, καὶ ὅπως κεῖται·ἀλλ’ ἐν τούτοις ἐστιν ἥ τ’ ἀρετὴ καὶ ἡ κακία τῶν συνθέτων ἁπάντων σωµάτων. ἐν αὐτοῖς δὲ τούτοις ἐδείκνυτο καὶ τὰ πάθη τῆς οἰκίας εἶναι, καὶ τῆς νεὼς, ἤτοι µεγέθει, καὶ διαπλάσει, καὶ ἀριθµῷ, καὶ θέσει τῶν µορίων, εἴπερ γε καὶ ἡ ἀρετὴ καὶ ἡ κακία. σκίµποδος δὲ οὐκ ἐν τούτοις· ἱµατίων δὲ ἄρα ἐν ἄλλοις τισίν· ὑποδήµατος δὲ οὐκ ἐν τοῖς αὐτοῖς. ἐν ἅπασιν οὖν τοῖς ὀργανικοῖς σώµασιν, οἷς οὐσία κατὰ σύνθεσιν, ἐν τέτταρσι γένεσι ἡ ἀρετὴ, καὶ ἡ κακία, καὶ τὸ πάθος ἐστίν. εἰ δὲ καὶ κατὰ φύσιν ἕνωσιν λαµβάνοι τὰ µόρια, πέµπτον τι γένος τοῦθ’ ὑπάρξει τοῖς τοιούτοις σώµασιν, ὥστε τὸν µὲν ἄριστον ἀρίστας ἔχειν τὰς ἐνεργείας, τὸν δὲ µοχθηρότατον χειρίστας. εἰ δὲ καὶ λυθείη τις σύµφυσις, οὐ µεµπτὴ µόνον ἡ τοιαύτη διάθεσις, ἀλλ’ ἤδη καὶ νόσηµά ἐστι. καλείσθω δ’ ἕνεκα σαφοῦς διδασκαλίας τὸ τοιοῦτον γένος ἑνώσεως λύσις, οὐδὲν διαφέρον, εἰ καὶ συνεχείας τις εἴποι λύσιν. ἀλλ’ ὅτι γε καὶ τοῖς ὁµοιοµερέσιν ἐγγίγνεται τὸ πάθος τοῦτο, γιγνώσκεσθαι χρή. καὶ γὰρ ὀστοῦ, καὶ νεύρου, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ σαρκὸς ἐν τῷ νύττεσθαί τε καὶ διαβιβρώσκεσθαι, καὶ τέµνεσθαι, καὶ διασπᾶσθαι, καὶ ῥήγνυσθαι, διαφθείρεται τὸ συνεχές. ἀλλ’ ἐν µὲν ὀστῷ κάταγµα καλεῖται τὸ πάθος· ῥῆγµα δὲ ἐν τοῖς σαρκώδεσι µορίοις τῶν µυῶν ἐκ διατάσεως γιγνόµενον. αἱ δ’ ἶνες ὅταν ὁµοίως ταθεῖσαι ῥαγῶσι, σπάσµα καλεῖται τὸ πάθος. ὡσαύτως δὲ τῷ ῥήγµατι τὸ τραῦµα συνεχείας ἐστὶν ἐν σαρκὶ λύσις, οὐκ ἐκ διατάσεως, ἀλλ’ ἐντοµῆς. εἰ δ’ ὀξὺ καὶ λεπτὸν εἴη τὸ τιτρῶσκον, ὀνοµάζεται νύγµα καὶ νύξις·εἰ δὲ βαρὺ, θλάσµα καὶ θλάσις. τῶν δ’ ἐξ ἀναβρώσεως, ὅσα µὲν ἐν ὀστῷ γίγνεται, τερηδών· ὅσα δὲ ἐν τοῖς ἄλλοις, ἕλκος. ἀλλ’ ὀνοµάζειν µὲν ἐξέστω καὶ ἄλλως. αἱ διαφοραὶ δὲ αἱ σύµπασαι τοιαῦταί εἰσι καὶ τοσαῦται τοῦ πέµπτου γένους τῶν νοσηµάτων, ὅταν ἐν τοῖς πρώτοις συνίστηται µέρεσιν. ἐν ὀργανικοῖς δὲ, ὡς εἴρηται, κατὰ τὰς τῶν ἑτερογενῶν γίγνεται συµφύσεις, καὶ καλεῖται πάντα ἀποσπάσµατα. διαιρεθέντος µέντοι τινὸς ὅλου τῶν ὁµοιοµερῶν, εἴη µὲν ἂν καὶ αὐτοῦ τοῦ διηρηµένου τὸ πάθος, εἴη δ’ ἂν καὶ τοῦ σύµπαντος ὀργάνου, ποτὲ µὲν κατὰ συµβεβηκὸς, ὡς ἐπειδὰν ἤτοι µῦς, ἤ τι τοιοῦτον ἕτερον πάθῃ, ποτὲ δὲ καὶ πρῶτον, ἐπειδὰν σύνδεσµος. ὥσπερ οὖν ἐφ’ ἑνὸς γένους νοσήµατος, ἐν ᾧ τὸ συνεχὲς τῶν µορίων βλάπτεται, τὰς διαφο ρὰς ἐγὼ νῦν ἐπῆλθον, οὕτω καὶ σὺ πειράθητι τῶν ἄλλων τεττάρων γενῶν, ὡσαύτως διελθεῖν. ἀναµιµνήσκειν γὰρ αὐτῶν ἐν τῷδε τῷ λόγῳ περιττὸν ἐδόκει µοι, γεγραµµένων γε ἁπάντων ἀκριβῶς ἐν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς.

7. Πάλιν οὖν ἀναµνήσοµαι ἡµᾶς αὐτοὺς, ὡς κᾀν τοῖς ἄλλοις ἅπασιν, ὧν ἐν συνθέσει τὸ τῆς οὐσίας εἶδός ἐστιν, ἐδείχθη τὰ σύµπαντα γένη τέτταρα, τῆς ὅλης οὐσίας αὐτῶν αἴτια, καὶ προσέτι τοῦ κατωρθωµένου τε καὶ διηµαρτηµένου σχήµατος ἐν αὐτοῖς· ἔπειτα δ’, ὅτι καὶ αὐτῶν τῶν ἁπλῶν ἑκάστου µορίων ἀναγκαῖόν

1 ... 59 60 61 62 63 64 65 66 67 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?