litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 60 61 62 63 64 65 66 67 68 ... 216
Перейти на страницу:
ἐστιν ἐπίστασθαι τὴν φύσιν, εἰ καὶ τὴν τούτων τις ἀρετήν τε καὶ κακίαν ἱκανός ἐστι γνωρίζειν, ἐπανορθοῦσθαί τε τὰ παθήµατα. πεπονθυίας γοῦν ἐν οἰκίᾳ κεραµίδος ἢ πλίνθου τινὸς, ὠµῆς ἢ ὀπτῆς, ἐπίστασθαι χρὴ τὸν τεχνίτην, ὅπως τε δηµιουργήσει τοιαύτην ἑτέραν, ὅπως τε τὴν µὲν πεπονθυῖαν ἐξαιρήσῃ, καταθήσεται δ’ εἰς τὸν ἐκείνης τόπον ἑτέραν ἀπαθῆ. τῷ µέντοι γε τὴν περὶ τὸ σῶµα τἀνθρώπου τέχνην συνισταµένῳ πρὸς τοῖς ἄλλοις καὶ ἀναγκαῖον τοῦτο ἔσται, γιγνώσκειν, εἴτε δυνατόν ἐστιν ἀντιτιθέναι τι µόριον, εἴτε ἀδύνατον ἀντ’ ἄλλου τίθεσθαι. σάρκα µὲν ἐκκόψας πεπονθυῖαν, ἑτέραν ἐργάσασθαι δύνασαι. νεῦρον δὲ ἢ σύνδεσµον κόψας, ἕτερον ἀποτελέσαι τοιοῦτο οὐ δυνήσῃ. τῇ µὲν γὰρ ἐξ αἵµατος ἡ γένεσις, τοῖς δὲ ἐκ σπέρµατος. ἔστι δὲ καὶ ὀστοῦν ἕν τι τῶν ἐν τῇ πρώτῃ διαπλάσει συνισταµένων, ἀλλ’ εἰς τὴν χώραν αὐτοῦ καταθεῖναί τι δυνάµεθα παραπλήσιον ὀστῷ. καὶ ταῦτα ἐγὼ µὲν νῦν ἀπεφηνάµην ἐκ προχείρου λαβὼν ἕνεκα παραδείγµατος. ὁ δὲ λόγος αὐτόν γε κελεύει ζητῆσαι τὸν συνιστάµενον τὴν τέχνην, καὶ ἤδη γε τὰς ἀρχὰς τῆς εὑρέσεως ὑπεγραψάµην, ἐπὶ τὴν πρώτην τοῦ ζώου γένεσιν ἀναπέµψας, καὶ συµβουλεύσας ζητῆσαι, τίνα µὲν ἐκ σπέρµατος ἐγένετο, τίνα δ’ ἐκ τροφῆς ἀεὶ γίγνεται. ἔτι δὲ δὴ µᾶλλον ἡ µέθοδος ἀναγκάζει τε καὶ κελεύει ζητεῖν ἡµᾶς. εἴθ’ ἕν ἐστιν ἕκαστον τῶν ὁµοιοµερῶν τε καὶ ἁπλῶν φαινοµένων µορίων, εἴτ’ ἐκ πλειόνων σύγκειται, καὶ τίς ὁ τρόπος αὐτοῖς ἐστι τῇ συνθέσει. εὔδηλον γὰρ, ὡς καὶ ταῦτα τοῖς ὀργανικοῖς ὀνοµαζοµένοις ἀνάλογα, ἔν τε τῇ ποσότητι καὶ διαπλάσει καὶ µεγέθει καὶ θέσει τῶν συνιστάντων αὐτὰ, τήν τ’ ἀρετὴν ἕξει καὶ τὴν κακίαν, εἴπερ ἀνάλογος ὁ τρόπος αὐτῶν ἐστι τῆς γενέσεως. εἰ δ’ οὐχ οὕτως, ἀλλ’, ὡς ἡ τετραφάρµακος ὀνοµαζοµένη, δι’ ὅλων κερασθέντων ἁπάντων ἐγένετο, καθ’ ἕτερον τρόπον ἐξευρήσεις αὐτῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ τὴν νόσον. ὥσπερ, οἶµαι, εἰ µὴ κερασθέντων, ἀλλ’ ἐκ παραθέσεως ἀκριβοῦς ἡ ἕνωσις αὐτῶν ἐστιν, ὁµοίως τῷ κεφαλικῷ τῷ καλουµένῳ φαρµάκῳ ξηρῷ, καὶ οὕτως ἐξεύροις τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ πράγµατος. εἰ δὲ µήτε ἐκ πολλῶν διαφερόντων κατ’ εἶδος, ἀλλ’ ὁµοειδῶν ἁπάντων σύγκειται, καθάπερ εἰ οὕτως ἔτυχεν οἰκία τις ἐξ ὀπτῆς πλίνθου µόνης, ἢ λίθων, ἐν τῇ συνθέσει µόνῃ δηλονότι ἐξευρήσεις τῶν ὁµοιοµερῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ πράγµατος. ὅτι µὲν δὴ τῶν εἰρηµένων ἕν τι τοῖς ὁµοιοµε ρέσιν ὑπάρχει σώµασιν, ὁ λόγος ἡµῖν ὑφηγεῖται. τί δ’ ἐξ αὐτῶν ἐστιν ἀληθὲς, ἀκριβοῦς δεῖται σκέψεως. ὁρῶµέν γέ τοι καὶ τοὺς φιλοσόφους, ἐπὶ τὴν τοιαύτην µὲν ἀφικοµένους ζήτησιν, ὥσπερ καὶ τῶν ἰατρῶν ἐνίους, ἐπιπλέον ἀλλήλων διενεχθέντας. διό µοι καὶ δοκοῦσιν οἱ πλεῖστοι τῶν ἰατρῶν ἀποστῆναι τῆς τοιαύτης ζητήσεως, ἀπογνόντες εὑρήσειν τὸ ζητούµενον. ἔνιοι δ’ οὐ µόνον ὡς ἀδυνάτου τῆς εὑρέσεως ἀπέστησαν, ἀλλὰ καὶ ὡς ἀχρήστου. ὅτι µὲν οὐκ ἄχρηστος, εἰ µέλλοι τις οὐ διὰ πείρας τινος, ἀλλὰ µεθόδῳ συστήσασθαι τὴν τέχνην, ἤδη µοι δοκεῖ πρόδηλον ὑπάρχειν· ὅτι δὲ οὐδ’ ἀδύνατος, ἐφεξῆς σκοπῶµεν, ὀλίγον τι πρότερον ἡµῖν διαλεχθέντες. εἰ γάρ τί µοι πιστεύεις, ὥσπερ οὖν πιστεύεις, ὁρῶν µε οὐδὲν πρὸς δόξαν ἀνθρώπων, ἀλλὰ καὶ πρὸς ἀλήθειαν ἅπαντα πράττοντα, µὴ καταπληττέτω σε τὸ πλῆθος τῶν διαφωνησάντων ἰατρῶν τε καὶ φιλοσόφων. εἰ µὲν γὰρ ἐξ ὧν χρὴ γνῶναι τἀληθὲς, ἅπασιν ὑπῆρξεν, εἶτ’ οὐχ εὗρον, εὔλογον ἦν ἀπογνῶναι τῆς εὑρέσε-ως. εἰ δὲ τινὰ µὲν οὐδ’ ὅλως ἔσχον, ὥσπερ οὖν ὁµολογοῦσι καὶ αὐτοὶ, τινὰ δ’ ἄδηλον εἰ ἔσχον, ἡµεῖς δὲ σύνισµεν αὑτοῖς ἔχουσιν ἅπαντα, θαῤῥούντως χρὴ προσιέναι τῇ ζητήσει. τίνα τοίνυν ἐστὶν, ἃ χρὴ συνελθεῖν, ἵνα ζητῶν ὁτιοῦν τις ἤτοι γνῷ τἀληθὲς, ἢ µὴ γνοὺς οὐκ ἀπογνῷ τῆς εὑρέσεως; ἑπτὰ δηλονότι. πρῶτον µὲν ὀξεῖα φύσις, ὥστε ὅπερ ἂν ἐκδιδάσκηται µάθηµα λογικὸν ἑτοίµως ἕπεσθαι. δεύτερον δὲ ἡ ἐκ τῆς παιδικῆς ἡλικίας ἀγωγή τε καὶ ἄσκησις, ὡς ἐν τοῖς πρώτοις γενέσθαι µαθήµασι. µάλιστα δ’ αὐτὸν ἐν ἀριθµητικῇ τε καὶ γεωµετρίᾳ γυµνάσασθαι δεῖ, καθάπερ καὶ Πλάτων συµβουλεύει. τρίτον ἐπὶ τούτοις ἅπασιν ὑποσχεῖν τὰ ὦτα τοῖς κατὰ τὸν ἑαυτοῦ χρόνον ἀρίστοις εἶναι δοκοῦσιν. εἶτα τέταρτον αὐτὸν εἶναι φιλοπονώτατον, ὡς µηδὲν µήθ’ ἡµέρας, µήτε νυκτὸς ἐκµελετᾷν ἄλλο πλὴν τῶν µαθηµάτων. εἶτα πέµπτον, ὅπερ ὀλιγίστοις ὑπῆρξεν, ἀληθείας ὀρεχθῆναι, καὶ τοῦτο σπουδάσαι µόνον ἐν ἅπαντι τῷ βίῳ, καταφρονήσαντα τῶν ἄλλων ἁπάντων, ἃ τοῖς πολλοῖς διεσπούδασται. πρὸς τούτοις ἕκτον, ἐκµαθεῖν τινα µέθοδον, ᾗ διακρίνεται τὸ ἀληθές τε καὶ τὸ ψεῦδος. οὐ γὰρ δὴ ἀποχρήσει γε µόνον εἰς τὴν εὕρεσιν ὧν ζητοῦµεν ἐπιθυµῆσαι τῆς ἀληθείας, ἀλλὰ χρὴ καὶ δύναµίν τινα τῆς εὑρέσεως πορίσασθαι. ἕβδοµον ἐπὶ τούτοις ἅπασιν, ἀσκῆσαι τὴν µέθοδον, ὡς µὴ γιγνώσκειν µόνον, ἀλλὰ κεχρῆσθαι δύνασθαι. εἰ γὰρ δὴ τοῖς µὲν ῥήτορσιν ἐλάττονα τέχνην µετερχοµένοις οὐχ ἱκανὸν εἶναι δοκεῖ τὸ γνῶναι τὴν µέθοδον, ἀλλ’ ἐν ἅπαντι τῷ βίῳ τὴν ἄσκησιν αὐτῆς µεταχειρίζονται, πολὺ µᾶλλον τοῖς οὕτω µεγάλα ζητοῦσιν οὐκ ἀποχρήσει µόνως ἐκµαθεῖν τὴν µέθοδον. εἰ µὲν οὖν ἕν τι τῶν εἰρηµένων ἐνδέοι τῷ καθηγουµένῳ τῆς ἐπὶ τὴν ἀλήθειαν ὁδοῦ, δίκαιόν ἐστι µὴ πάνυ τι τυχεῖν ἐλπίζειν, ὧν ἐφίεται. εἰ δὲ ἅπαντα ὑπάρχει, τί κωλύει ζητεῖν τὸ ἀληθὲς ἐπ’ ἐλπίσιν ἀγαθαῖς;

8. ᾿Εστὶ µὲν δὴ τὸ προκείµενον, ὥσπερ τοῦ σύµπαντος σώµατος ἐξ ἀνατοµῆς ἐµάθοµεν ἅπαντα τὰ µόρια µέχρι τῶν ἁπλουστάτων, ὡς πρὸς τὴν αἴσθησιν, οὕτω καὶ αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ πρὸς τὴν φύσιν ἐστὶ τὰ πρῶτά τε καὶ ἁπλούστατα µόρια. µὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγµατος, ὁ λόγος ἡµῖν γιγνέσθω. τῆς σαρκὸς ἐπισκεπτοµένης, πρῶτον µὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ γεννῆσαν αὐτὴν στοιχεῖον. οὐδὲν γὰρ χεῖρον οὕτως ὀνοµάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ µόριον. εἶθ’ ἑξῆς, εἴπερ µὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά. κᾄπειτα, πόσα γε, καὶ τίνα, καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συνθέσεως. ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεµνοµένη τε καὶ θερµαινοµένη σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον, οἷον ᾿Επίκουρος ὑπέθετο τὴν ἄτοµον. ὅτι γὰρ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖόν ἐστι τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεµία τῶν ἀτόµων αὐτὴ καθ’ ἑαυτὴν οὔτε θερµὴ τὴν φύσιν ἐστὶν, οὔτε ψυχρὰ, οὐ µὴν οὐδὲ λευκή τίς ἐστιν ἐξ αὐτῶν ἢ µέλαινα. καὶ τί διατρίβω, καὶ καταµηκύνω κατακερµατίζων τὸν λόγον; ὅλως γὰρ οὐδεµία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόµῳ, ὡς οἱ πατέρες αὐτῶν βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων φαίνονται διεληλυθέναι τῶν σωµάτων· ὡς ἥ γε κατὰ τὸ σχῆµα ποιότης ὑπάρχει πάσαις αὐταῖς, ὑπάρχει δὲ καὶ ἀντιτυπία, καὶ βάρος. ἀλλ’ εἴτε ποιότητα χρὴ

1 ... 60 61 62 63 64 65 66 67 68 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?